Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ... Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

Καρνάνων οὖσαν ὡς καὶ τὸ Ἀμφιλοχικὸν Ἄργος. καὶ χερόννησόν φησί ποτε εἶναι, ἧς μέρος ἦν καὶ ἡ Νήρικος. διορυγέντος δὲ ὕστερον τοῦ κατὰ τὴν χερόννησον ταύτην ἰσθμοῦ Κορινθίων διακοψάντων ἐγένετό, φησι, νῆσος ἡ Λευκὰς, ἀπὸ Λευκαδίου κληθεῖσα υἱοῦ Ἰκαρίου πατρὸς Πηνελόπης. (ῃερς. 378.) Ὅτι δὲ Ἤπειρος ἐλέγετο ἡ περαία τῆς Ἰθάκης καὶ τῆς ὑπὸ τῷ Ὀδυσσεῖ Κεφαλληνίας, ὡμολόγηται.(ῃερς. 376. 9.) Κεῖται δ' ἐν τοῖς ῥηθεῖσι καὶ εὐχὴ συνήθης Ὁμήρῳ κατὰ ἀπόδοσιν ἀπαρεμφάτου τὸ, αἲ γὰρ θεὲ τοῖος ἐὼν ἐφεστάναι καὶ ἀμύνειν. λείπει δὲ πάντως ῥῆμα καὶ νῦν τὸ εἶχον ἤ τι τοιοῦτον, ἵνα λέγῃ, εἴθε εἶχον χθὲς ἀμύνειν, ἢ εἴθε ἐξεχωρήθην ἀμύνειν. (ῃερς. 380.) αἰτιατικῇ δὲ νῦν συντάσσεται τὸ ἀμύνειν οἷα ληφθὲν ἀντὶ τοῦ ἀποσοβεῖν· ἀμύνειν γὰρ ἔφη ἄνδρας μνηστῆρας. Ἰστέον δὲ ὡς, εἰ καὶ δοκεῖ ὁ Λαέρτης οὐδὲν, ὅ φασι, πρὸς ἔπος λαλεῖν τῷ υἱῷ οἷα μὴ λέγων πρὸς ἅ περ ἤκουσεν, ἀλλ' ὅμως ἔστιν αὐτῷ συμβιβάσαι οὕτω τὸν λόγον· ἐθαύμασεν Ὀδυσσεὺς πατέρα νῦν τοῦ αἴφνης ἐπιφανέντος εἴδους τε καὶ μεγέθους. ὁ δὲ μᾶλλον ἂν φρένας ἔνδον ἰανθῆναι φησὶν αὐτὸν, εἴ περ ἦν δυνατὸν ἀνακάμψαι τὸν πατέρα εἰς ἡλικίαν καὶ ἰσχὺν καθ' ἣν εἷλε τὸ Νήρικον. (ῃερς. 386.) Ὅτι τὸ ἄρξασθαι δειπνεῖν, δείπνῳ ἐπιχειρεῖν λέγει, περιφραστικῶς εἰπών· ἔνθα οἱ μὲν δείπνῳ ἐπεχείρεον, καὶ μετ' ὀλίγα, (ῃερς. 395.) σίτῳ ἐπιχειρήσειν μεμαῶτες. καὶ ἔστιν ἐνταῦθα ἐπιχειρεῖν τὸ χεῖρας ἐπιβάλλειν κατὰ τὸ, ἐπὶ χεῖρας ἴηλαν. (ῃερς. 390.) Ὅτι τὸ, κομέεσκεν ἐπεὶ κατὰ γῆρας ἔμαρπτεν, ἤγουν ἐπιμελείας ἠξίου τὸν ∆ολίον ἢ τὸν Λαέρτην ἡ Σικελὴ γραῦς ἐπεὶ ἐγήρασε, τὴν ὕστερον γηρωκομίαν 2.328 συνέθετο· δῆλον γὰρ ὡς γηρωκομεῖν ἐστὶ τὸ κομεέσκειν κατὰ γῆρας ἤγουν κομεῖν τοὺς γηρῶντας. (ῃερς. 393.) Ὅτι καὶ ἐνταῦθα κεῖται τὸ, μειλιχίοις ἐπέεσσι καθαπτόμενος Ὀδυσσεὺς, πρὸς διαστολὴν τοῦ ἄλλως καθάπτεσθαι. (ῃερς. 394.) Ὅτι μετὰ ἐνδημίαν τὴν ἐξ ἀλλοτρίας γῆς παύων μὲν τὸ ἔκ τινων θάμβος, προκαλούμενος δὲ αὐτοὺς εἰς βρῶσιν εἴποι ἂν τὸ, ὦ δεῖνα, ἷζ' ἐπὶ δεῖπνον, ἀπεκλελάθεσθε δὲ θάμβευς ἤτοι θάμβους· δηρὸν γὰρ σίτῳ ἐπιχειρήσειν μεμαῶτες μίμνομεν ἐν μεγάροισιν, ὑμέας ποτιδέγμενοι αἰεί. Ὀδυσσεὺς δὲ τοῦτο πρὸς τὸν γέροντα ∆ολίον φησὶ, μαθόντα περὶ Ὀδυσσέως καὶ ἑστῶτα καὶ θαυμάζοντα σὺν καὶ τοῖς υἱοῖς, οὓς καὶ αὐτοὺς ἐπίτηδες ὁ ποιητὴς προεκτίθεται διὰ τὸ εἰσέπειτα χρήσιμον· χρείαν γὰρ ἔχει καὶ αὐτῶν διὰ πληθυσμὸν εἰς τὴν ἐφεξῆς τῶν πολιτῶν ἐπέλευσιν. Ὅρα δὲ ὡς δυνάμενος εἰπεῖν καὶ ἐκλελάθεσθε θάμβους, ὅμως εἵλετο θάμβευς εἰπεῖν ποιητικώτερον. (ῃερς. 397–407.) Ὅτι ∆ολίος ὁ ἀλλαχοῦ προδηλωθεὶς δοῦλος ἀγρότης τῆς Πηνελόπης, γνοὺς τὸν δεσπότην, ἰθὺς κίε χεῖρε πετάσσας, ἤγουν ἐξαπλώσας, ἀμφοτέρας. Ὀδυσσεῦς δὲ λαβὼν κύσε χεῖρ' ἐπὶ καρπῷ καὶ, ὦ φίλε, φησὶν, ἐπεὶ νοστήσας ἐελδομένοισι μάλα ἡμῖν οὐδὲ ὀϊομένοις, θεὸς δέ σε ἤγαγεν αὐτὸς, οὖλέ τε καὶ μάλα ἢ μέγα χαῖρε, θεὸς δέ τοι ὄλβια δοίη. καὶ ἐρωτᾷ εἰ ἔμαθεν αὐτὸν ἡ γυνὴ ἐπανελθεῖν, ἵνα, εἰ μὴ ἔγνω, σταλείη τις ἄγγελος. ὁ δὲ, ὦ γέρον, φησὶν, ἤδη οἶδε· τί σε χρὴ ταῦτα πένεσθαι; ὅ περ ἀγγελίας ἐστὶ κώλυμα τῆς ἐπὶ γνωρίμῳ πράγματι. (ῃερς. 397.) Ἰστέον δὲ ὅτι τὸ, χεῖρε πετάσας, ἐκ μεταφορᾶς εἴρηται τῆς τῶν ζωϊκῶν πτερύγων ἐκπετάσεως. (ῃερς. 398.) Τὸ δὲ, Ὀδυσσεῦς δὲ λαβὼν κύσε χεῖρα, οὐ μακράν ἐστιν αἰνίγματος κατὰ τὸ Ὀδυσσεῦς· δόξοι μὲν γὰρ ἂν τῷ ἀπεριέργως ἀκούοντι, ὅτι ὁ Ὀδυσσεὺς ἔκυσε τὴν τοῦ δούλου χεῖρα. ἔστι δὲ οὐχ' οὕτως ἔχον, ἀλλὰ ἐν γενικῇ Αἰολικῇ ἢ ∆ωρικῇ εἴρηται κατὰ κρᾶσιν μετὰ περισπωμένου τόνου τὸ Ὀδυσσεῦς, καὶ δηλοῖ ὅτι ὁ ∆ολίος τὴν τοῦ Ὀδυσσέως λαβὼν ἐφίλησε χεῖρα. ὡς γὰρ πρὸ ὀλίγων (ῃερς. 394.) τὸ, ἐκλελάθεσθε θάμβεος, θάμβευς εἶπεν, οὕτω καὶ ἐνταῦθα τὸ Ὀδυσσέος Ἰωνικὸν συνεῖλεν εἰς τὸ Ὀδυσσεῦς. οὕτω γὰρτὸ ἕο ἀντὶ τοῦ αὐτοῦ, εὗ ἐν τῇ Ἰλιάδι κεῖται, πολλὰ δὲ καὶ ἄλλα δείγματα τῆς τοῦ ˉε καὶ ˉο εἰς τὴν εˉυ δίφθογγον κράσεως. (ῃερς. 402.) Τὸ δὲ οὖλε καὶ νῦν ἀντὶ τοῦ ὑγίαινε, τουτέστιν ὅλος καὶ ὑγιὴς ἔσο. ἐκ δὲ τοῦ τοιούτου ῥήματος καὶ ἡ τοῦ τραύματος οὐλὴ, ὁλότης οὖσα καὶ αὐτὴ σώματος. ἅπαξ δὲ εἴρηται καὶ τὸ οὖλε. (ῃερς. 410.) Ὅτι τὸ ἐν ἄλλοις Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 374

ὑπερβατῶς φραζόμενον, ἔν τ' ἄρα οἱ φῦ χειρὶ, ἐνταῦθα κατ' εὐθὺ κεῖται ἐν τῷ, ἐδεξιοῦντο καὶ ἐν χείρεσσι φύοντο. ἔστι δὲ οὐδὲ νῦν ἡ φράσις συνήθης· τὸ γὰρ κοινότερον, ἐνεφύοντο χείρεσσιν. (ῃερς. 413. σθθ.) Ὅτι τὴν Ὄσσαν, ἣν ἐν ἄλλοις ἄγγελον ∆ιὸς ἤγουν ἀέρος ἢ νοὸς εἶναι φησὶν, ἀγγεῖλαι νῦν λέγει τοῖς ἐν Ἰθάκῃ τὰ κατὰ τὸν Ὀδυσσέα καὶ τοὺς μνηστῆρας· διεδόθη γὰρ ὡς εἰκὸς τῇ φήμῃ τὰ κατ' αὐτούς. φησὶ γοῦν· Ὄσσα δὲ ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντῃ, μνηστήρων στυγερὸν θάνατον καὶ Κῆρα ἐνέπουσα, ἤγουν φημίζουσα. ἔνθα πάλιν φυσικῶς τὸ ἐνέπειν δι' ἑνὸς ἐκφέρεται ˉν καὶ οὐ διπλάζει αὐτὸ, ὡς ἐν τῷ, ἔννεπε Μοῦσα. οἱ δέ, φησι, μαθόντες ἐφοίτων ἄλλοθεν ἄλλος μυχμῷ τε στοναχῇ τε δόμων προπάροιθεν Ὀδυσῆος· ἐκ δὲ νέκυς φόρεον, τουτέστιν ἐξέφερον, καὶ θάπτον ἕκαστον. δῆλον δ' ὅτι ἐκ τοῦ τοιούτου ἐκφορέειν καὶ ἐκφορὰ λέγεται ἡ ταφή· διὸ καὶ ὁ ποιητὴς ἐπήγαγε τὸ, καὶ ἔθαπτον. καὶ οὕτω μὲν ταφῆς ἐτύγχανον οἱ πολῖται. τοὺς δ' ἐκ τῶν ἄλλων πόλεων ἔπεμπον ἄγειν ἁλιεῦσιν ἐπὶ νηυσὶ τιθέντες, ἵνα οἵ τε Σαμαῖοι ταφῶσιν ἐν τοῖς ἑαυτῶν καὶ οἱ Ζακύνθιοι ὁμοίως, οὕτω δὲ καὶ οἱ ∆ουλιχιεῖς καὶ εἴ τινές που ἄλλοθεν. τοῦτο δὲ κατὰ λόγον φιλανθρωπίας οἱ Ἰθακήσιοι ὁσιούμενοι τυχὸν καὶ προσηρέθιζον τοὺς ἐγγὺς νησιώτας δι' ἀγγελίας κατὰ τοῦ Ὀδυσσέως. (ῃερς. 419.) Ἁλιεῖς δὲ τοὺς πορθμένας δοκεῖ λέγειν, ὧν μάλιστα χρεία ἦν εἰς τὸ νεκραγωγεῖν, ὅ πέρ ἐστι νεκροὺς ἄγειν ἐκφορηθέντας δηλαδή. λέγονται δὲ καὶ ἄλλως ἁλιεῖς οἱ ἁπλῶς περὶ ἅλα πονούμενοι, οὐ μὴν ἐξ ἀνάγκης οἱ ἰχθυβόλοι. (ῃερς. 416.) Μυχμὸν δὲ λέγει τὸ διὰ τῶν μυκτήρων ἆσθμα καὶ τὸν ἐντεῦθεν ἦχον παρὰ τὸ μύζειν, ἐξ οὗ καὶ ὁ μυκτὴρ καὶ τὸ μυχθίζειν παρὰ Αἰσχύλῳ. (ῃερς. 413.) Ἰστέον δὲ ὅτι καὶ ἐν τοῖς νῦν ῥηθεῖσι θεῖόν τι τὴν Ὄσσαν ὑπεμφαίνει ὁ ποιητής· οὐ γὰρ ὑπὸ ἀνθρώπων ὁρίζει λαληθῆναι τὰ κατὰ τοὺς μνηστῆρας, ἀλλ' αὐτὴ ἡ Ὄσσα τὸ πραχθὲν ἤγγειλεν. ὕστερον δὲ ἐπεβεβαιώθη ἐκ τοῦ κήρυκος Μέδοντος. Ἐνταῦθα δὲ ἐνθυμητέον καὶ τὴν ἐν τῷ τέλει τῆς ψˉι ῥαψῳδίας προεκθετικὴν οἰκονομίαν τοῦ ποιητοῦ· ἐν ᾗ πέπλασται Ὀδυσσεὺς παραγγείλας τῇ γυναικὶ, ἀναβῆναι εἰς ὑπερῷα καὶ μηδένα προβλέπειν μήτε προσφωνεῖν. 2.329 ἰδοὺ γὰρ νῦν, εἰ μὴ οὕτω γέγονεν ἀλλὰ παρέπεσέ τις ἀντιβαίνων ἢ ἀντιλέγων ἢ σκώπτων τοὺς πολίτας, οὐκ ἂν ἐξέφυγε τὸ μὴ ἀπολωλέναι, οἵ γε καὶ κατ' ἀγρὸν ἔνοπλοι ἐπῆλθον κακὰ βουλευσάμενοι. προμηθέστατα οὖν καὶ ἀνέῳγεν ὁ τοῦ Ὀδυσσέως οἶκος τοῖς ἐθέλουσιν ἐκφορεῖν τοὺς νεκροὺς, καὶ οὐδεὶς αὐτοῖς ἐπιφαίνεται μὴ ὅτι γε κωλύων ἀλλ' οὐδὲ ὁμιλῶν ἁπλῶς. (ῃερς. 421–465.) Ὅτι Εὐπείθης ὁ Ἀντινόου πατὴρ, ὃν δὴ Ἀντίνοον πρῶτον, φησὶν, ἐνήρατο δῖος Ὀδυσσεὺς, ἀνσόβησε κατὰ τοῦ Ὀδυσσέως τοὺς Ἰθακησίους οἷα εἰκὸς εἰπὼν τοιαῦτα πάνυ δυνατῶς καὶ δεινῶς καὶ οἰκτρῶς, ὦ φίλοι, ἦ μέγα ἔργον ἀνὴρ ὅδε μήσατ' Ἀχαιοῖς· τοὺς μὲν ἐν νήεσσιν ἄγων πολέας τε καὶ ἐσθλοὺς, ὤλεσε μὲν νῆας ἀπὸ δ' ὤλεσε λαούς· τοὺς δ' ἐλθὼν ἔκτεινε Κεφαλλήνων ὄχ' ἀρίστους. ἀλλ' ἄγετε πρὶν τοῦτον ἢ ἐς Πύλον ἱκέσθαι ἢ ἐς τὴν τῶν Ἐπειῶν Ἤλιδα, ἴομεν κατ' αὐτοῦ δηλαδή. ἢ καὶ ἔπειτα κατηφέες ἐσσόμεθ' αἰεί· λώβη γὰρ τάδε γ' ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι. εἰ δὴ μὴ παίδων τε κασιγνήτων τε φονῆας τισόμεθ', οὐκ ἂν ἔμοιγε μετὰ φρεσὶ γένοιτο ζωέμεν, ἀλλὰ τάχιστα θανὼν φθιμένοισι μετείην. ἀλλ' ἴομεν μὴ φθέωσι περαιωθέντες ἐκεῖνοι, εἰς Πύλον δηλαδὴ ἢ καὶ ἐς Ἤλιδα. ἐφ' οἷς πλείονα οἶκτον ἀνακινῶν δακρυχέει, οἶκτος δ' ἕλε πάντας Ἀχαιοὺς ἔλεον εἰσδεδεγμένους. καὶ οὕτω μὲν ὁ Εὐπείθης. ἐπὶ δὲ τούτοις, ὁποῖα πολλὰ γίνεται, ἀναφύεταί ποθεν ὁ κῆρυξ Μέδων καὶ ὁ θεῖος ἀοιδὸς, ἀγχίμολον ἐλθόντες ἐκ μεγάρων Ὀδυσσέως, ἐπεί περ αὐτοὺς ὕπνος ἀνῆκε. καὶ ὁ Φήμιος μὲν λαλεῖ οὐδὲν, Μέδων δὲ πεπνυμένα εἰδὼς ἀποδίδωσιν οἷον λύτρα τῷ Ὀδυσσεῖ· καὶ ὑπερηγορῶν ἐκείνου λαλεῖ τι ἐκφοβητικὸν περὶ θείας ἐναργείας, εἰπὼν, οὐκ ἀέκητι θεοῦ τὸν Ὀδυσσέα τάδε μήσασθαι ἔργα· αὐτὸς γάρ, φησιν, ἐγὼν εἶδον θεὸν ἄμβροτον, ὃς Ὀδυσῆι ἐγγύθεν εἱστήκει καὶ Μέντορι πάντα ἐῴκει. ἀθάνατος δὲ θεὸς τότε μὲν, ἢ μᾶλλον τοτὲ μὲν, προπάροιθεν Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 375

Καρνάνων οὖσαν ὡς καὶ τὸ Ἀμφιλοχικὸν Ἄργος. καὶ χερόννησόν φησί ποτε εἶναι, ἧς

μέρος ἦν καὶ ἡ Νήρικος. διορυγέντος δὲ ὕστερον τοῦ κατὰ τὴν χερόννησον ταύτην

ἰσθμοῦ Κορινθίων διακοψάντων ἐγένετό, φησι, νῆσος ἡ Λευκὰς, ἀπὸ Λευκαδίου

κληθεῖσα υἱοῦ Ἰκαρίου πατρὸς Πηνελόπης. (ῃερς. 378.) Ὅτι δὲ Ἤπειρος ἐλέγετο ἡ

περαία τῆς Ἰθάκης καὶ τῆς ὑπὸ τῷ Ὀδυσσεῖ Κεφαλληνίας, ὡμολόγηται.(ῃερς. 376. 9.)

Κεῖται δ' ἐν τοῖς ῥηθεῖσι καὶ εὐχὴ συνήθης Ὁμήρῳ κατὰ ἀπόδοσιν ἀπαρεμφάτου τὸ,

αἲ γὰρ θεὲ τοῖος ἐὼν ἐφεστάναι καὶ ἀμύνειν. λείπει δὲ πάντως ῥῆμα καὶ νῦν τὸ εἶχον

ἤ τι τοιοῦτον, ἵνα λέγῃ, εἴθε εἶχον χθὲς ἀμύνειν, ἢ εἴθε ἐξεχωρήθην ἀμύνειν. (ῃερς.

380.) αἰτιατικῇ δὲ νῦν συντάσσεται τὸ ἀμύνειν οἷα ληφθὲν ἀντὶ τοῦ ἀποσοβεῖν·

ἀμύνειν γὰρ ἔφη ἄνδρας μνηστῆρας. Ἰστέον δὲ ὡς, εἰ καὶ δοκεῖ ὁ Λαέρτης οὐδὲν, ὅ

φασι, πρὸς ἔπος λαλεῖν τῷ υἱῷ οἷα μὴ λέγων πρὸς ἅ περ ἤκουσεν, ἀλλ' ὅμως ἔστιν

αὐτῷ συμβιβάσαι οὕτω τὸν λόγον· ἐθαύμασεν Ὀδυσσεὺς πατέρα νῦν τοῦ αἴφνης

ἐπιφανέντος εἴδους τε καὶ μεγέθους. ὁ δὲ μᾶλλον ἂν φρένας ἔνδον ἰανθῆναι φησὶν

αὐτὸν, εἴ περ ἦν δυνατὸν ἀνακάμψαι τὸν πατέρα εἰς ἡλικίαν καὶ ἰσχὺν καθ' ἣν εἷλε

τὸ Νήρικον. (ῃερς. 386.) Ὅτι τὸ ἄρξασθαι δειπνεῖν, δείπνῳ ἐπιχειρεῖν λέγει,

περιφραστικῶς εἰπών· ἔνθα οἱ μὲν δείπνῳ ἐπεχείρεον, καὶ μετ' ὀλίγα, (ῃερς. 395.)

σίτῳ ἐπιχειρήσειν μεμαῶτες. καὶ ἔστιν ἐνταῦθα ἐπιχειρεῖν τὸ χεῖρας ἐπιβάλλειν κατὰ

τὸ, ἐπὶ χεῖρας ἴηλαν. (ῃερς. 390.) Ὅτι τὸ, κομέεσκεν ἐπεὶ κατὰ γῆρας ἔμαρπτεν, ἤγουν

ἐπιμελείας ἠξίου τὸν ∆ολίον ἢ τὸν Λαέρτην ἡ Σικελὴ γραῦς ἐπεὶ ἐγήρασε, τὴν

ὕστερον γηρωκομίαν 2.328 συνέθετο· δῆλον γὰρ ὡς γηρωκομεῖν ἐστὶ τὸ κομεέσκειν

κατὰ γῆρας ἤγουν κομεῖν τοὺς γηρῶντας. (ῃερς. 393.) Ὅτι καὶ ἐνταῦθα κεῖται τὸ,

μειλιχίοις ἐπέεσσι καθαπτόμενος Ὀδυσσεὺς, πρὸς διαστολὴν τοῦ ἄλλως

καθάπτεσθαι. (ῃερς. 394.) Ὅτι μετὰ ἐνδημίαν τὴν ἐξ ἀλλοτρίας γῆς παύων μὲν τὸ ἔκ

τινων θάμβος, προκαλούμενος δὲ αὐτοὺς εἰς βρῶσιν εἴποι ἂν τὸ, ὦ δεῖνα, ἷζ' ἐπὶ

δεῖπνον, ἀπεκλελάθεσθε δὲ θάμβευς ἤτοι θάμβους· δηρὸν γὰρ σίτῳ ἐπιχειρήσειν

μεμαῶτες μίμνομεν ἐν μεγάροισιν, ὑμέας ποτιδέγμενοι αἰεί. Ὀδυσσεὺς δὲ τοῦτο πρὸς

τὸν γέροντα ∆ολίον φησὶ, μαθόντα περὶ Ὀδυσσέως καὶ ἑστῶτα καὶ θαυμάζοντα σὺν

καὶ τοῖς υἱοῖς, οὓς καὶ αὐτοὺς ἐπίτηδες ὁ ποιητὴς προεκτίθεται διὰ τὸ εἰσέπειτα

χρήσιμον· χρείαν γὰρ ἔχει καὶ αὐτῶν διὰ πληθυσμὸν εἰς τὴν ἐφεξῆς τῶν πολιτῶν

ἐπέλευσιν. Ὅρα δὲ ὡς δυνάμενος εἰπεῖν καὶ ἐκλελάθεσθε θάμβους, ὅμως εἵλετο

θάμβευς εἰπεῖν ποιητικώτερον. (ῃερς. 397–407.) Ὅτι ∆ολίος ὁ ἀλλαχοῦ προδηλωθεὶς

δοῦλος ἀγρότης τῆς Πηνελόπης, γνοὺς τὸν δεσπότην, ἰθὺς κίε χεῖρε πετάσσας, ἤγουν

ἐξαπλώσας, ἀμφοτέρας. Ὀδυσσεῦς δὲ λαβὼν κύσε χεῖρ' ἐπὶ καρπῷ καὶ, ὦ φίλε,

φησὶν, ἐπεὶ νοστήσας ἐελδομένοισι μάλα ἡμῖν οὐδὲ ὀϊομένοις, θεὸς δέ σε ἤγαγεν

αὐτὸς, οὖλέ τε καὶ μάλα ἢ μέγα χαῖρε, θεὸς δέ τοι ὄλβια δοίη. καὶ ἐρωτᾷ εἰ ἔμαθεν

αὐτὸν ἡ γυνὴ ἐπανελθεῖν, ἵνα, εἰ μὴ ἔγνω, σταλείη τις ἄγγελος. ὁ δὲ, ὦ γέρον, φησὶν,

ἤδη οἶδε· τί σε χρὴ ταῦτα πένεσθαι; ὅ περ ἀγγελίας ἐστὶ κώλυμα τῆς ἐπὶ γνωρίμῳ

πράγματι. (ῃερς. 397.) Ἰστέον δὲ ὅτι τὸ, χεῖρε πετάσας, ἐκ μεταφορᾶς εἴρηται τῆς τῶν

ζωϊκῶν πτερύγων ἐκπετάσεως. (ῃερς. 398.) Τὸ δὲ, Ὀδυσσεῦς δὲ λαβὼν κύσε χεῖρα, οὐ

μακράν ἐστιν αἰνίγματος κατὰ τὸ Ὀδυσσεῦς· δόξοι μὲν γὰρ ἂν τῷ ἀπεριέργως

ἀκούοντι, ὅτι ὁ Ὀδυσσεὺς ἔκυσε τὴν τοῦ δούλου χεῖρα. ἔστι δὲ οὐχ' οὕτως ἔχον,

ἀλλὰ ἐν γενικῇ Αἰολικῇ ἢ ∆ωρικῇ εἴρηται κατὰ κρᾶσιν μετὰ περισπωμένου τόνου τὸ

Ὀδυσσεῦς, καὶ δηλοῖ ὅτι ὁ ∆ολίος τὴν τοῦ Ὀδυσσέως λαβὼν ἐφίλησε χεῖρα. ὡς γὰρ

πρὸ ὀλίγων (ῃερς. 394.) τὸ, ἐκλελάθεσθε θάμβεος, θάμβευς εἶπεν, οὕτω καὶ ἐνταῦθα

τὸ Ὀδυσσέος Ἰωνικὸν συνεῖλεν εἰς τὸ Ὀδυσσεῦς. οὕτω γὰρτὸ ἕο ἀντὶ τοῦ αὐτοῦ, εὗ

ἐν τῇ Ἰλιάδι κεῖται, πολλὰ δὲ καὶ ἄλλα δείγματα τῆς τοῦ ˉε καὶ ˉο εἰς τὴν εˉυ

δίφθογγον κράσεως. (ῃερς. 402.) Τὸ δὲ οὖλε καὶ νῦν ἀντὶ τοῦ ὑγίαινε, τουτέστιν ὅλος

καὶ ὑγιὴς ἔσο. ἐκ δὲ τοῦ τοιούτου ῥήματος καὶ ἡ τοῦ τραύματος οὐλὴ, ὁλότης οὖσα

καὶ αὐτὴ σώματος. ἅπαξ δὲ εἴρηται καὶ τὸ οὖλε. (ῃερς. 410.) Ὅτι τὸ ἐν ἄλλοις

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

374

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!