Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ... Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

ἀναθημάτων πολλῶν καὶ ἐσθλῶν, εἰ περισωθῶσιν οἴκαδε. (ῃερς. 385.) Ἰστέον δὲ ὅτι ὁπηνίκα λαμπρός τις ἀνὴρ καὶ πολύχρηστος λελυπημένος ἀπαγαγεῖν ἑαυτὸν ἐκ τοῦ μέσου μελετᾷ εἰς παράβυστον, εἰκὸς ἐπ' αὐτῷ προσαρμόσαι ἢ κατὰ παρῳδίαν ἢ καθ' ἕτερόν τινα τρόπον ῥητορικῶς τὴν τοῦ Ἡλίου τε ἀπειλὴν καὶ τὴν τοῦ ∆ιὸς παραμυθίαν, ἵνα τις δυσχεραίνων εἴπῃ περὶ τοῦ τοιούτου, μὴ χρῆναι δῦναι τοιοῦτον Ἥλιον καὶ ἀποκρύψαι τηλικοῦτον φῶς καὶ ἀλαμπῆ τὰ κατὰ τὸν τόπον ἐκεῖνον ἐάσαι, ἀλλὰ φαείνειν ἐπὶ ζείδωρον ἄρουραν, καὶ εἴ τι ἕτερον τοιοῦτον ὑποβαλεῖ ἡ κατὰ τέχνην μέθοδος. (ῃερς. 389.) Ἰστέον δὲ καὶ ὅτι χαίρων μὲν τοῖς μύθοις ὁ ποιητὴς, ὑπειδόμενος δὲ ἀπορίαν ἐνταῦθα, ὡς ἐροῦντος τινὸς πόθεν Ὀδυσσεὺς εἰδὼς, λέγει τὰ κατὰ τὸν Ἥλιον καὶ τὸν ∆ία οἷς αὐτὸς οὐ παρέτυχε, τὸν μὲν μῦθον οὐκ ἀνατρέπει, τὸ δὲ ἀπορούμενον ἀπίθανον θεραπεύων λύει, εἰπόντος Ὀδυσσέως οὕτως· ταῦτα δ' ἐγὼν ἤκουσα Καλυψοῦς, ἡ δ' ἔφη Ἑρμείαο αὐτὴ ἀκοῦσαι. δῆλον δ' ἐκ τούτου, ὅτι τε ἡ Καλυψὼ καὶ ὅσαι κατ' αὐτὴν οὐδήεσσαι οὐκ οἴδασι τὰ τῶν θεῶν εἰ μή τις ἐκεῖθεν ἐλθὼν αὐτὰ εἴπῃ, καὶ ὅτι καὶ τὰ ἄλλα, ὅσα εἰκὸς μὴ αὐτόθεν εἰδέναι τὸν Ὀδυσσέα, ἐκ τῆς Καλυψοῦς καὶ τῆς Κίρκης ἔχει μαθών. οὕτω γὰρ καὶ τὴν Ἀρτακίαν ἐῤῥέθη κρήνην εἰδέναι καὶ τὸν Ἀντιφάτην Λαιστρυγόνα καὶ ὡς θυγατέρα ἐκεῖνος εἶχε, καὶ ὅτι δὲ οἱ Κύκλωπες παίδων καὶ γυναικῶν ἐθεμίστευον, καὶ εἴ τι δὲ ἄλλο τοιοῦτον. (ῃερς. 385.) Περὶ δὲ τοῦ φαείνω καὶ τῶν κατ' αὐτὸ, εἰ καὶ σποράδην πολλὰ δηλοῦνται, ὅμως οὐκ ἄχαρι συλλαβεῖν ἐνταῦθα τὰ πλείω εὐκρινῶς ὡς οἷόν τε οὕτω. τοῦ φαείνω, ἐξ οὗ δύναται εἶναι καὶ τὸ φαεινὸν, πρωτότυπόν ἐστι τὸ φάω. οὗ εὕρηται παρατατικὸς ἐν χρήσει. ἐκεῖθεν δὲ πλεονασμῷ τοῦ ˉυ φαύω Αἰολικῶς, ὅθεν ἡ φαῦσις. τοῦ δὲ τοιούτου φάω παράγωγον ῥῆμα μὲν φαέθω, ἐξ οὗ καὶ Φαέθων τὸ κύριον, ὄνομα δὲ τὸ φάος καὶ τὰ παρ' αὐτὸ, ὧν καὶ ἡ Πασιφάη. ἐν οἷς καὶ τὸ φάλιον, ὅ πέρ ἐστι λαμπρὸν, καὶ ὅσα 2.32 παρ' αὐτό. ἐκ δὲ τοῦ, ὡς ἐῤῥέθη, φάω ῥήματος συνῄρηται τὸ φῶ τὸ σύστοιχον τῷ φωτὶ, δοκοῦν αὐτὸ τρίτης εἶναι συζυγίας τῶν περισπωμένων, ὡς ἀπὸ τοῦ φάσκω φαίνεται. καὶ τοιοῦτον μὲν τὸ δεδηλωμένον φάω καὶ φῶ. ἔστι δὲ καὶ ἕτερον φῶ, κατάρχον τοῦ φένω καὶ τοῦ φόνος καὶ τῶν ὅσα ἐκ τούτων. μυρία δὲ ἐκεῖνα. τὸ δὲ φῶ τοῦτο, προσλήψει τοῦ ˉθ γενόμενον φθῶ, γεννᾷ τὸ φθείρω καὶ τὸ φθίνω καὶ τὰ τούτων παράγωγα, πολλὰ καὶ αὐτὰ ὄντα. τοῦ δ' αὐτοῦ φῶ παράγωγον τὸ φάζω. ἐξ οὗ ἀρηΐφατος ὁ ἐν μάχῃ φονευθεὶς, καὶ ἐπίσφατος πλεονασμῷ συνήθει τοῦ ˉσ, ὁ ὀλέθριος παρὰ τὸ πεφάσθαι, οὗ χρῆσις ἐν τῷ, τρεῖς ἑνὸς ἀντιπεφάσθαι, καὶ νεκρὸς πρόσφατος ὁ ἐγγὺς χρόνῳ ἤγουν ἐκ νέου πεφονευμένος. αὐτοῦ δὲ καὶ δύο παθητικοὶ παρακείμενοι, ὁ μὲν εἷς μετὰ τοῦ ˉσ, οὗ μετοχὴ πεφασμένος ταῦρος ὁ παρὰ Λυκόφρονι, καὶ ἕτερος δίχα τοῦ ˉσ ἔχων τρίτον πληθυντικὸν, τὸ πέφανται, οἷον, πλέοντες σόοι ἠὲ πέφανται ἤγουν ἐφονεύθησαν. ὅτι δὲ τὸ δηλωθὲν φάζω προσθέσει τοῦ ˉσ σφάζω γίνεται, καὶ ὡς ἐξ αὐτοῦ σὺν ἄλλοις μυρίοις καὶ ἡ διασφὰξ, δῆλον ἐκ τῶν παλαιῶν. ἔτι φάω φῶ λέγεται καὶ τὸ λαλῶ τὸ πρωτότυπον τοῦ φημί. ἐκεῖθεν δὲ φάσις ὁ λόγος καὶ πρόφασις καὶ τὰ ἐξ αὐτῶν. καὶ φατὸς καὶ φατειὸς ὁ λεκτός, καὶ πρόφατος ὁ πρὸ ὀλίγου φατὸς, ἄλλος οὗτος παρὰ τὸν δεδηλωμένον πρόσφατον νεκρόν. τοῦ δὲ φῶ ἤτοι λέγω πρόεισι καὶ τὸ φαίνω τὸ ἁπλοῦν τοῦ ἀποφαίνω καὶ τῆς ἀποφάνσεως, ἕτερον ὂν αὐτὸ παρὰ τὸ φαίνω τὸ λάμπω, οὗ τρίτον ἑνικὸν παθητικοῦ παρακειμένου τὸ, τέλος δ' οὔπω τι πέφανται, ἤγουν ἐφάνη, ἐξέλαμψεν. οὗ διαφέρει πάντως τὸ, κλεινὸν ἔπος πέφανται παρὰ Σοφοκλεῖ ἀντὶ τοῦ ἀπεφάνθη ἐγνωματεύθη. ἔτι τοῦ φῶ τὸ λέγω παράγωγον τὸ φάσσω ὡς βράσσω· χρῆσις δὲ αὐτοῦ σύνθετος ἐν τῷ ἀλλοφάσσειν, ὅ περ ἐν τῷ Ἰλιακῷ ἐπιταφίῳ παρασεσημείωται. ἔτι ἐκ τοῦ φῶ τὸ φαίνω καὶ τοῦ φῶ τὸ λέγω παράγωγα φάσκω, καὶ ἐπενθέσει τοῦ ˉυ φαύσκω, καὶ ἀναδιπλασιασμῷ φιφάσκω, καὶ μεταβολῇ τοῦ δασέως εἰς τὸ ἀντίστοιχον αὐτοῦ ψιλὸν πιφαύσκω, ἤγουν φαίνω ἐπιδεικνύμενος, ἢ λέγω. χρῆσις δὲ ἀμφοῖν πολλαχοῦ. ὡς δὲ ἐκ τοῦ φῶ καὶ τὸ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 36

φράζειν ἐστὶ, προδεδήλωται ἐν τῇ ˉα ῥαψῳδίᾳ. (ῃερς. 392.) Ὅτι ἐν τῷ, Νείκεον ἄλλοθεν ἄλλον ἐπισταδὸν, ἀντὶ τοῦ ἑστηκότως, εἴ πέρ ἐστιν οὕτω ἓν ἀνθ' ἑνὸς φράσαι. πλείων δὲ ἐν ἄλλοις ἡ χρῆσις τοῦ ἐπισταδὸν ἀντὶ τοῦ ἐπιστημόνως. ἔστι δὲ τοῦτο μὲν ἐκ τοῦ ἐφίστασθαι, ἐκεῖνο δὲ ἐκ τοῦ ἐπίσταθαι. (ῃερς. 393.) Ὅτι ἀμηχανίας δηλωτικὸν τὸ, οὐδέ τι μῆχος εὑρέμεναι δυνάμεθα. κεῖται δ' ἐνταῦθα καὶ τὸ τεθνάναι ἐπὶ βοῶν. ἐπάγει γάρ· βόες δ' ἀποτέθνασαν ἤδη. (ῃερς. 394.) Ὅτι τέρατα προὐφαίνοντο τοῖς Ὀδυσσέως ἑταίροις ἐν τῇ τῶν βοῶν τοῦ Ἡλίου σφαγῇ τοιαῦτα· εἷρπον μὲν ῥινοί. κρέα δ' ἀμφ' ὀβελοῖς ἐμεμύκει ὀπταλέα τε καὶ ὠμά. (ῃερς. 396.) εἶτα ἑρμηνεύων τὸ ἐμεμύκει καὶ διαστέλλων αὐτὸ ἀπὸ τοῦ δηλοῦντος τὸ ἔμυσεν ἐπάγει· βοῶν δ' ὣς γίνετο φωνή. ἔστι γὰρ μυκηθμὸς φωνὴ βοός. Ὅρα δὲ ὡς καὶ ὁ ποιητὴς παρασημειοῦται τέρατα εἶναι τὰ ῥηθέντα. διὸ καὶ ὡς πάνυ τερατώδη λαβὰς γελοιασμοῦ δέδωκε τοῖς παίζειν ἐθέλουσιν. δῆλον δὲ ὅτι τὸν τοῦ συνειδότος ἔλεγχον ταῦτα ἐμφαίνουσι. καθ' ὃν ἀνειδωλοποιοῦντες τὰ γεγονότα οἱ τοῦ Ὀδυσσέως ἑταῖροι τὰ ῥηθέντα φαντάζονται. ἡ δὲ καθ' Ἡρόδοτον ἱστορία δηλοῖ ὅμοιόν τι τέρας καὶ αὐτὴ, φαμένη ὅτι ἐν τοῖς Περσικοῖς τάριχοι που ἐπὶ τῷ πυρὶ κείμενοι ἐπάλλοντο καὶ ἤσπερον ὡς νεάλωτοι ἰχθύες. ἐδήλουν δέ, φησιν, ἐκεῖνοι περὶ τὸν τόπον ἔνθα τὸ τέρας ἦν, ὅτι Πρωτεσίλαος καὶ τεθνεὼς καὶ τάριχος ὢν δύναται βλάψαι τὸν ἀδικοῦντα. οὐ τοιαύτη μέντοι καὶ νῦν δήλωσις τῶν τεράτων ἐστὶν, ἀλλ' ἔνδειξις ποινῆς τῆς ὑπὲρ τῶν βοῶν. ἐν τούτοις δὲ φαίνεται Ὀδυσσεὺς μὴ ἀπογεύσασθαι καὶ αὐτὸς τῶν βοῶν, διὸ καὶ περιεσώθη. (ῃερς. 398.) ἐρεῖ γάρ· ἑξῆμαρ μὲν ἑτάροι δαίνυντο, οὐ μὴν δαινύμεθα. (ῃερς. 400.) Ὅτι ἀνάπλου εὐδιεινοῦ φράσις τὸ, καὶ τότ' ἔπειτ' ἄνεμος μὲν ἐπαύσατο λαίλαπι θύων. ἡμεῖς δ' αἶψ' ἀναβάντες ἐνήκαμεν εὐρέϊ πόντῳ, ἱστὸν στησάμενοι, ἀνά θ' ἱστία λεύκ' ἐρύσαντες. (ῃερς. 401.) Τοῦ δὲ ἐνήκαμεν ὁ μέλλων πρὸ βραχέων ἐῤῥέθη ἐν τῷ, ἐνήσομεν εὐρέϊ πόντῳ. Ὅτι ἀχανὲς ὑπογράφων πέλαγος ὁ ποιητὴς καὶ πλοῦν κινδυνώδη, φησίν· (ῃερς. 403.) ἀλλ' ὅτε δὴ τὴν νῆσον ἐλείπομεν οὐδέ τις ἄλλη φαίνετο γαιάων ἀλλ' οὐρανὸς ἠδὲ θάλασσα, δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων νηὸς ὑπὲρ γλαφυρῆς. (ῃερς. 406.) ἤχλυσε πόντος ὑπ' αὐτῆς, τουτέστιν, ἀχλύος ἐπλήσθη. (ῃερς. 407.) ἡ δ' ἔθει, τουτέστιν ἔθεεν, οὐ μάλα πολλὸν ἐπὶ χρόνον. αἶψα γὰρ ἦλθε κεκληγὼς Ζέφυρος μεγάλῃ σὺν λαίλαπι θύων. ἱστοῦ δὲ προτόνους ἔῤῥηξεν ἀνέμοιο θύελλα ἀμφοτέρους. ἱστὸς δ' ὀπίσω πέσεν, ὅπλα τε πάντα εἰς ἄντλον κατέχυντο. ὁ δ' ἄρα πρύμνῃ ἐνὶ νηῒ πλῆξε κυβερνήτεω κεφαλήν. σὺν 2.33 δ' ὀστέ' ἄραξε πάντ' ἄμυδις κεφαλῆς. ὁ δ' ἂρ ἀρνευτῆρι ἐοικὼς κάππεσ' ἀπ' ἰκριόφιν, λίπε δ' ὀστέα θυμὸς ἀγήνωρ. Ζεὺς δ' ἄμυδις βρόντησε καὶ ἔμβαλε νηῒ κεραυνόν. δ' ἐλελίχθη πᾶσα ∆ιὸς πληγεῖσα κεραυνῷ. ἐν δὲ θεείου πλῆτο. πέσον δ' ἐκ νηὸς ἑταῖροι. (ῃερς. 418.) οἱ δὲ κορώνῃσιν ἴκελοι κύμασιν ἐφορέοντο. Θαλασσίας δὲ κορώνας ἐνταῦθα λέγει, ὁποίων καὶ ἐν τοῖς πρὸ τούτων ἐμνήσθη. προϊὼν δὲ ἐρεῖ καὶ ὅτι ἀπὸ τοίχους λῦσε κλύδων τρόπιος. (ῃερς. 404.) Ὅρα δὲ ὅτι γαιάων ἔφη πληθυντικῶς, εἰ καὶ ἀρέσκει τοῖς παλαιοῖς μὴ εἶναι πληθυντικὸν τῆς γῆς, ὥς περ οὐδὲ τῆς ἁλός. δοκεῖ δὲ τὰς νήσους οὕτω λέγειν, ὡς δηλοῖ καὶ τὸ, Κρήτη τίς ἐστι γαῖα μέσῳ ἐν πόντῳ. (ῃερς. 405.) ἡ δὲ ὑπὲρ τῆς νηὸς σταθεῖσα νεφέλη ἐκνεφίαν εἶναι παραδηλοῖ τὸν πνεύσαντα ἄνεμον. βίαιοι δὲ οἱ τοιοῦτοι καὶ μεγάλην κινοῦντες θύελλαν. (ῃερς. 409.) Ἐν δὲ τῷ, προτόνους ἀμφοτέρους, ὅρα ὅτι τε ἀρσενικῶς οἱ πρότονοι, ὡς καὶ Ὀππιανὸς δηλοῖ, πρότονος νηὸς εἰπὼν ὁμοίως τῷ ἐπίτονος, καὶ ὅτι οὐχ' ἁπλῶς πρότονος ἅπαν σχοινίον, ἀλλὰ δύο τινὰ, περὶ ὧν καὶ προδεδήλωται. εἰ δὲ ῥαγέντων τῶν προτόνων ἱστὸς ὀπίσσω ἔπεσε, δῆλον ὅτι συνεκτικοὶ τοῦ ἱστοῦ οἱ πρότονοι. (ῃερς. 410.) ὁ δὲ ὀπίσω πεσὼν ἱστὸς, (ῃερς. 411.) ὃς καὶ τὴν τοῦ κυβερνήτου κατέαξε κεφαλὴν, ἀντίπρωρον πνεῦσαι δηλοῖ ἄνεμον. (ῃερς. 412.) ἄντλον δὲ ὁ τόπος ἔνθα ὕδωρ συῤῥέει τό, τε ἄνωθεν καὶ τὸ ἐκ τῶν ἁρμονιῶν. (ῃερς. 411.) ὃ δὴ ἀντλίαν ἡ κοινὴ γλῶσσα φησὶν, ἔτι δὲ καὶ ἡ παλαιὰ, ὡς Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 37

φράζειν ἐστὶ, προδεδήλωται ἐν τῇ ˉα ῥαψῳδίᾳ. (ῃερς. 392.) Ὅτι ἐν τῷ, Νείκεον

ἄλλοθεν ἄλλον ἐπισταδὸν, ἀντὶ τοῦ ἑστηκότως, εἴ πέρ ἐστιν οὕτω ἓν ἀνθ' ἑνὸς

φράσαι. πλείων δὲ ἐν ἄλλοις ἡ χρῆσις τοῦ ἐπισταδὸν ἀντὶ τοῦ ἐπιστημόνως. ἔστι δὲ

τοῦτο μὲν ἐκ τοῦ ἐφίστασθαι, ἐκεῖνο δὲ ἐκ τοῦ ἐπίσταθαι. (ῃερς. 393.) Ὅτι ἀμηχανίας

δηλωτικὸν τὸ, οὐδέ τι μῆχος εὑρέμεναι δυνάμεθα. κεῖται δ' ἐνταῦθα καὶ τὸ τεθνάναι

ἐπὶ βοῶν. ἐπάγει γάρ· βόες δ' ἀποτέθνασαν ἤδη. (ῃερς. 394.) Ὅτι τέρατα

προὐφαίνοντο τοῖς Ὀδυσσέως ἑταίροις ἐν τῇ τῶν βοῶν τοῦ Ἡλίου σφαγῇ τοιαῦτα·

εἷρπον μὲν ῥινοί. κρέα δ' ἀμφ' ὀβελοῖς ἐμεμύκει ὀπταλέα τε καὶ ὠμά. (ῃερς. 396.)

εἶτα ἑρμηνεύων τὸ ἐμεμύκει καὶ διαστέλλων αὐτὸ ἀπὸ τοῦ δηλοῦντος τὸ ἔμυσεν

ἐπάγει· βοῶν δ' ὣς γίνετο φωνή. ἔστι γὰρ μυκηθμὸς φωνὴ βοός. Ὅρα δὲ ὡς καὶ ὁ

ποιητὴς παρασημειοῦται τέρατα εἶναι τὰ ῥηθέντα. διὸ καὶ ὡς πάνυ τερατώδη λαβὰς

γελοιασμοῦ δέδωκε τοῖς παίζειν ἐθέλουσιν. δῆλον δὲ ὅτι τὸν τοῦ συνειδότος ἔλεγχον

ταῦτα ἐμφαίνουσι. καθ' ὃν ἀνειδωλοποιοῦντες τὰ γεγονότα οἱ τοῦ Ὀδυσσέως ἑταῖροι

τὰ ῥηθέντα φαντάζονται. ἡ δὲ καθ' Ἡρόδοτον ἱστορία δηλοῖ ὅμοιόν τι τέρας καὶ

αὐτὴ, φαμένη ὅτι ἐν τοῖς Περσικοῖς τάριχοι που ἐπὶ τῷ πυρὶ κείμενοι ἐπάλλοντο καὶ

ἤσπερον ὡς νεάλωτοι ἰχθύες. ἐδήλουν δέ, φησιν, ἐκεῖνοι περὶ τὸν τόπον ἔνθα τὸ

τέρας ἦν, ὅτι Πρωτεσίλαος καὶ τεθνεὼς καὶ τάριχος ὢν δύναται βλάψαι τὸν

ἀδικοῦντα. οὐ τοιαύτη μέντοι καὶ νῦν δήλωσις τῶν τεράτων ἐστὶν, ἀλλ' ἔνδειξις

ποινῆς τῆς ὑπὲρ τῶν βοῶν. ἐν τούτοις δὲ φαίνεται Ὀδυσσεὺς μὴ ἀπογεύσασθαι καὶ

αὐτὸς τῶν βοῶν, διὸ καὶ περιεσώθη. (ῃερς. 398.) ἐρεῖ γάρ· ἑξῆμαρ μὲν ἑτάροι

δαίνυντο, οὐ μὴν δαινύμεθα. (ῃερς. 400.) Ὅτι ἀνάπλου εὐδιεινοῦ φράσις τὸ, καὶ τότ'

ἔπειτ' ἄνεμος μὲν ἐπαύσατο λαίλαπι θύων. ἡμεῖς δ' αἶψ' ἀναβάντες ἐνήκαμεν εὐρέϊ

πόντῳ, ἱστὸν στησάμενοι, ἀνά θ' ἱστία λεύκ' ἐρύσαντες. (ῃερς. 401.) Τοῦ δὲ ἐνήκαμεν

ὁ μέλλων πρὸ βραχέων ἐῤῥέθη ἐν τῷ, ἐνήσομεν εὐρέϊ πόντῳ. Ὅτι ἀχανὲς

ὑπογράφων πέλαγος ὁ ποιητὴς καὶ πλοῦν κινδυνώδη, φησίν· (ῃερς. 403.) ἀλλ' ὅτε δὴ

τὴν νῆσον ἐλείπομεν οὐδέ τις ἄλλη φαίνετο γαιάων ἀλλ' οὐρανὸς ἠδὲ θάλασσα, δὴ

τότε κυανέην νεφέλην ἔστησε Κρονίων νηὸς ὑπὲρ γλαφυρῆς. (ῃερς. 406.) ἤχλυσε

πόντος ὑπ' αὐτῆς, τουτέστιν, ἀχλύος ἐπλήσθη. (ῃερς. 407.) ἡ δ' ἔθει, τουτέστιν ἔθεεν,

οὐ μάλα πολλὸν ἐπὶ χρόνον. αἶψα γὰρ ἦλθε κεκληγὼς Ζέφυρος μεγάλῃ σὺν λαίλαπι

θύων. ἱστοῦ δὲ προτόνους ἔῤῥηξεν ἀνέμοιο θύελλα ἀμφοτέρους. ἱστὸς δ' ὀπίσω

πέσεν, ὅπλα τε πάντα εἰς ἄντλον κατέχυντο. ὁ δ' ἄρα πρύμνῃ ἐνὶ νηῒ πλῆξε

κυβερνήτεω κεφαλήν. σὺν 2.33 δ' ὀστέ' ἄραξε πάντ' ἄμυδις κεφαλῆς. ὁ δ' ἂρ

ἀρνευτῆρι ἐοικὼς κάππεσ' ἀπ' ἰκριόφιν, λίπε δ' ὀστέα θυμὸς ἀγήνωρ. Ζεὺς δ' ἄμυδις

βρόντησε καὶ ἔμβαλε νηῒ κεραυνόν. δ' ἐλελίχθη πᾶσα ∆ιὸς πληγεῖσα κεραυνῷ. ἐν δὲ

θεείου πλῆτο. πέσον δ' ἐκ νηὸς ἑταῖροι. (ῃερς. 418.) οἱ δὲ κορώνῃσιν ἴκελοι κύμασιν

ἐφορέοντο. Θαλασσίας δὲ κορώνας ἐνταῦθα λέγει, ὁποίων καὶ ἐν τοῖς πρὸ τούτων

ἐμνήσθη. προϊὼν δὲ ἐρεῖ καὶ ὅτι ἀπὸ τοίχους λῦσε κλύδων τρόπιος. (ῃερς. 404.) Ὅρα

δὲ ὅτι γαιάων ἔφη πληθυντικῶς, εἰ καὶ ἀρέσκει τοῖς παλαιοῖς μὴ εἶναι πληθυντικὸν

τῆς γῆς, ὥς περ οὐδὲ τῆς ἁλός. δοκεῖ δὲ τὰς νήσους οὕτω λέγειν, ὡς δηλοῖ καὶ τὸ,

Κρήτη τίς ἐστι γαῖα μέσῳ ἐν πόντῳ. (ῃερς. 405.) ἡ δὲ ὑπὲρ τῆς νηὸς σταθεῖσα νεφέλη

ἐκνεφίαν εἶναι παραδηλοῖ τὸν πνεύσαντα ἄνεμον. βίαιοι δὲ οἱ τοιοῦτοι καὶ μεγάλην

κινοῦντες θύελλαν. (ῃερς. 409.) Ἐν δὲ τῷ, προτόνους ἀμφοτέρους, ὅρα ὅτι τε

ἀρσενικῶς οἱ πρότονοι, ὡς καὶ Ὀππιανὸς δηλοῖ, πρότονος νηὸς εἰπὼν ὁμοίως τῷ

ἐπίτονος, καὶ ὅτι οὐχ' ἁπλῶς πρότονος ἅπαν σχοινίον, ἀλλὰ δύο τινὰ, περὶ ὧν καὶ

προδεδήλωται. εἰ δὲ ῥαγέντων τῶν προτόνων ἱστὸς ὀπίσσω ἔπεσε, δῆλον ὅτι

συνεκτικοὶ τοῦ ἱστοῦ οἱ πρότονοι. (ῃερς. 410.) ὁ δὲ ὀπίσω πεσὼν ἱστὸς, (ῃερς. 411.) ὃς

καὶ τὴν τοῦ κυβερνήτου κατέαξε κεφαλὴν, ἀντίπρωρον πνεῦσαι δηλοῖ ἄνεμον.

(ῃερς. 412.) ἄντλον δὲ ὁ τόπος ἔνθα ὕδωρ συῤῥέει τό, τε ἄνωθεν καὶ τὸ ἐκ τῶν

ἁρμονιῶν. (ῃερς. 411.) ὃ δὴ ἀντλίαν ἡ κοινὴ γλῶσσα φησὶν, ἔτι δὲ καὶ ἡ παλαιὰ, ὡς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

37

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!