18.07.2013 Views

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

περ ἄνασσες, δήμῳ ἐνὶ Τρώων θάνατον καὶ πότμον ἐπισπεῖν· τῷ κέν τοι, ἤγουν

οὕτως ἄν σοι, τύμβον μὲν ἐποίησαν Παναχαιοὶ, καὶ σῷ δὲ ἂν παιδὶ μέγα κλέος ἤραο

ὀπίσω· νῦν δ' ἄρα σε οἰκτίστῳ θανάτῳ ἐχρῆν ἁλῶναι. καὶ τοιαῦτα μὲν τὰ τοῦ

Ἀχιλλέως. (ῃερς. 26.) ἐν οἷς ἔπαινός τέ τις κεῖται βασιλικὸς καὶ ἱστορία τοῦ

εὐρυκρείοντα κατά γε τὰ Τρωϊκὰ μόνα εἶναι τὸν Ἀγαμέμνονα, ὡς δηλοῖ τὸ,

πολλοῖσιν ἄνασσες δήμῳ ἐνὶ Τρώων. ἔτι δὲ καὶ φιλοσοφία τοῦ ἀπαθῆ κακομοιρίας

εἶναι τὰ μὴ ὑπὸ γένεσιν καὶ ἠθικὴ διδασκαλία τοῦ αἱρετώτερον εἶναι καὶ γενναῖον

ἄνδρα ἐν πολέμῳ θνήσκειν ἐνδόξως ἑαυτῷ τὸν τοῖς αὐτοῦ ἤ περ ὕστερον ἀκλεῶς.

(ῃερς. 30.) ἐν οἷς καὶ τὸ, τιμῆς ἀπονήμενος ἧς περ ἄνασσες, εἴρηται ἀντὶ τοῦ

κερδήσας καὶ ὄνησίν τινα σχὼν τῆς βασιλείας, δι' ἧς ἄνασσες ἢ ἧς ἕνεκεν ἄνασσες.

οὐ γὰρ τιμῆς ἀνάσσει τις ἀλλὰ χάριν ἢ ἕνεκεν τιμῆς. (ῃερς. 26.) ἐν οἷς καὶ τὸ μὲν,

2.313 πολλοῖς ἄνασσες, πρὸς διαστολὴν μικροβασιλείας εἴρηται, τὸ δὲ, καὶ ἰφθίμοις,

πρὸς ἔνδειξιν τῆς Ἑλληνικῆς γενναιότητος. καὶ τοιαύτη μὲν ἡ τοῦ Ἀχιλλέως

εἰδωλοποιΐα. (ῃερς. 36–97.) ἡ δέ γε τοῦ βασιλέως ἐπὶ τῷ Ἀχιλλεῖ ἀντισεμνύνει μὲν

τὸν Ἀχιλλέα μάλιστα διὰ μακροῦ λόγου. ἑαυτῷ δὲ ἀκερδὲς τὸ τοῦ Τρωϊκοῦ πολέμου

δείκνυσι τέλος ἐν πάνυ ὀλιγίστῳ λόγῳ· ἔφθη γὰρ ἤδη ὁ Ἀχιλλεὺς ἐν τοῖς ῥηθεῖσι

περὶ τῆς τοιαύτης πλατύτερον δυσπραγίας εἰπεῖν. ἔχει δὲ ὧδέ πως καὶ ἅ περ

ἠθοποιεῖται κατὰ τὸν βασιλέα· ὄλβιε Πηλέος υἱὲ θεῷ ἐπιείκελ' Ἀχιλλεῦ, ὃς θάνες ἐν

Τροίῃ ἑκὰς Ἄργεος, τοῦ Θετταλικοῦ δηλαδή· ἀμφὶ δέ σ' ἄλλοι κτείνοντο Τρώων καὶ

Ἀχαιῶν ἄριστοι μαρνάμενοι περὶ σοῦ, σὺ δὲ στροφάλιγγι κονίης κεῖσο μέγας

μεγαλωστὶ λελασμένος ἱπποσυνάων. ὃς δὴ ὁλοδάκτυλος στίχος κεῖταί που καὶ ἐν

Ἰλιάδι. ἡμεῖς δὲ πρόπαν ἦμαρ ἐμαρνάμεθα, οὐδ' ἂν πάμπαν παυσάμεθα πολέμου, εἰ

μὴ Ζεὺς λαίλαπι παῦσεν, ἢ δηλαδὴ τὸν ἀέρα στροφάλιγγι κονίης συγχέας ἢ καὶ

ἄλλως ἐκφοβήσας κατά τι πάθος αἰγίδος τῆς πολλαχοῦ δηλουμένης. αὐτὰρ ἐπεί σ'

ἐπὶ νῆας ἐνείκαμεν ἐκ πολέμοιο, κάτθεμεν ἐν λεχέεσσι καθήραντες χρόα καλὸν

ὕδατί τε λιαρῷ καὶ ἀλείφατι, πολλὰ δέ σε ἀμφὶς δάκρυα θερμὰ χέον ∆αναοὶ κείροντό

τε χαίτας. ἅ περ εἴωθεν ἐπὶ νεκροῖς γίνεσθαι, ὡς καὶ ἐν τοῖς κατὰ τὸν Πάτροκλον

φαίνεται. εἶτα λέγει ἡ εἰδωλοποιΐα καὶ ὡς ἡ μήτηρ Θέτις μαθοῦσα ἐξ ἁλὸς ἦλθε σύν

γε ταῖς Νηρηΐσιν, βοὴ δ' ἐπὶ πόντον ὀρώρει θεσπεσίη, ἡ ἐξ ἐκείνων, ὑπὸ δὲ τρόμος

ἔλλαβε πάντας Ἀχαιούς. δι' ὧν φόβος θαλάττιος φράζεται. καὶ δή, φησιν, ἀναΐξαντες

ἔβησαν ἂν οἱ Ἀχαιοὶ πεφοβημένοι, ὅ ἐστι πεφευγότες, ἐπὶ νῆας, εἰ μὴ ἀνὴρ κατέρυκε

παλαιά τε πολλά τε εἰδὼς, Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλὴ, δηλώσας

μὴ χρῆναι φεύγειν διὰ τὸ τὴν μητέρα Θέτιν ἐξ ἁλὸς ἔρχεσθαι οὗ παιδὸς ἀντιόωσαν.

καὶ οἱ μὲν οὕτως ἔσχοντο φόβου ἤγουν φυγῆς, ἀμφὶ δέ σε, φησὶν, ἔστησαν αἱ

Νηρηΐδες οἰκτρὰ ὀλοφυρόμεναι, περὶ δ' ἄμβροτα εἵματα ἕσσαν, τουτέστιν ἐνέδυσαν.

Μοῦσαι δ' ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ θρήνεον· ἔνθα κεν οὔ τιν' ἀδάκρυτόν

γε νοήσας Ἀργείων· τοῖον γὰρ ἐπώρορεν, ἢ ἐπόρνυε, Μοῦσα λίγεια. ἑπτακαίδεκα μέν

σε ὁμῶς νύκτας τε καὶ ἦμαρ κλαίομεν, ἀθάνατοί τε θεοὶ θνητοί τ' ἄνθρωποι,

ὀκτωκαιδεκάτῃ δ' ἔδομεν πυρὶ, πολλὰ δέ σε ἀμφὶς μῆλα κατεκτάνομεν μάλα πίονα

καὶ ἕλικας βοῦς. καίεο δ' ἔν τ' ἐσθῆτι θεῶν καὶ ἀλείφατι πολλῷ καὶ μέλιτι γλυκερῷ,

πολλοὶ δ' ἥρωες Ἀχαιοὶ τεύχεσιν ἐῤῥώσαντο πυρὴν περικαιομένοιο πεζοί θ' ἱππῆές

τε, πολὺς δ' ὀρυμαγδὸς ὀρώρει. αὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν Ἡφαίστοιο, ἠῶθεν δή

τοι λέγομεν, τουτέστι συνήγομεν, λευκὰ ὀστέα, Ἀχιλλεῦ, οἴνῳ ἐν ἀκρήτῳ καὶ

ἀλείφατι· δῶκε δὲ μήτηρ χρύσεον ἀμφιφορῆα, ∆ιονύσοιο δὲ δῶρον φάσκ' ἔμεναι,

ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο. τοῦτο μὲν διὰ τὸ ἐν πυρὶ τεχνικῶς κατειργάσθαι,

ἐκεῖνο δὲ διὰ τὸ ἐπιτετηδεῦθαι ὑποδέχεσθαι οἶνον, εἰς ὃν ἀλληγορεῖται ∆ιόνυσος. ἐν

τούτῳ σοι κεῖται λευκὰ ὀστέα, φαίδιμ' Ἀχιλλεῦ, μίγδα δὲ Πατρόκλοιο, χωρὶς δ'

Ἀντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντων ἄλλων ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα.

διὸ καὶ ἀναμὶξ μὲν ἔκειτο τὰ Πατρόκλου καὶ Ἀχιλλέως ὀστέα συγκεχυμένα, ἰδίᾳ δὲ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

357

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!