Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ... Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

λούεσθαι, ῥύπος. ὑπαίθριος χειμῶνα διάγειν, κόψιχος, ὅ πέρ ἐστι κόσσυφος. πνῖγος ὑπομεῖναι καὶ μεσημβρίας λαλεῖν, τέττιξ. ἐλαίῳ μὴ χρῆσθαι, κονιορτός. ἀνυπόδητος ὄρθρου περιπατεῖν, γέρανος. καθεύδειν μηδὲ μικρὸν, νυκτερίς. εἰς τοῦτο δὲ χρήσιμον καὶ λαγωός. τούτοις προσθετέον ἐκεῖθεν καὶ 2.312 τὸ, τύπτεσθαι, μύδρος εἰμί. τύπτειν, κεραυνός. τυφλοῦν τινὰ, ἀστραπή. φέρειν τιν' ἄραντ', ἄνεμος. ἀποπνῖξαι, βρόχος. θύρας μοχλεύειν, σεισμός. εἰσπηδᾶν, ἀκρίς. δειπνεῖν ἀκλήτως, μυῖα. μὴ ἐξελθεῖν, φρέαρ. Καὶ οὕτω μὲν ἡδέος ἀστεϊσμοῦ τοῦδε ἡ νυκτερὶς ἀφορμή. (ῃερς. 6.) Θεσπέσιον δὲ ἄντρον οὐχ' ἁπλῶς οὕτω παρέῤῥιπται, ἀλλ' ὅτι θεῖα τὰ ἄντρα ἐνομίζοντο οἷα σύμβολα κόσμου κατὰ Πορφύριον, ὡς καὶ ἐν τοῖς περὶ τοῦ Ἰθακησίου ἄντρου εἴρηται, ὃ καὶ ἐπήρατον ἐῤῥέθη ἐκεῖ. (ῃερς. 11. σθθ.) Ὅτι Λευκάδα τινὰ πέτραν καὶ Ἡλίου πύλας καὶ δῆμον Ὀνείρων καὶ ἀσφοδελὸν λειμῶνα κἀνταῦθα πλάττει τόπον ταῖς ψυχαῖς ἐκεῖθεν τοῦ Ὠκεανοῦ. φησὶ γοῦν ὅτι παρῆλθον αἱ τῶν μνηστήρων ψυχαὶ Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην ἠδὲ παρ' Ἠελίοιο πύλας καὶ δῆμον Ὀνείρων·αἶψα δ' ἵκοντο κατ' ἀσφοδελὸν λειμῶνα, ἔνθα τε ναίουσι ψυχαὶ εἴδωλα καμόντων ἤτοι τεθνεώτων, ὡς καὶ ἡ πρώτη νεκυία δηλοῖ, ἔνθα καὶ περὶ ἀσφοδελοῦ λειμῶνος εἴρηται. (ῃερς. 11.) Ἰστέον δὲ ὅτι Λευκάδα μὲν πέτραν ὁ μῦθος πρὸς τῷ Ἅιδῃ πλάττει ἢ κατὰ ἀντίφρασιν, μέλας γὰρ ἐκεῖ σκότος, ἢ καὶ διὰ τοὺς ἐσχάτους τῆς ἐκεῖ γῆς τόπους, οὓς εἰκὸς τὸν ἥλιον ἔτι διαλευκαίνειν δυόμενον. ὅτι δὲ καθ' ἱστορίαν Λευκὰς τόπος Ἠπειρωτικὸς, ἧς οἱ ἐγχώριοι Λευκάδιοι, δῆλον ἐστί· καὶ ἔσται τις αὐτῆς μνεία καὶ ἐν τοῖς ἑξῆς. (ῃερς. 12.) Πύλας δὲ Ἡλίου λέγει τὰς οἷον συγκλειούσας ἐκεῖνον κρύψεις, γενόμενον πρὸς δυσμαῖς· ἃς δὴ πύλας εἰσδυόμενος ὡς ὑπὸ κευθμῶνας τινὰς γίνεται ἀφανής. Τὸ δὲ, δῆμον Ὀνείρων, ὡς ἐπὶ ἐμψύχων καὶ σωματοειδῶν εἶπε, νύκτωρ ἡμῖν ἐκεῖθεν δῆθεν ἐπιφοιτώντων. οἰκεῖον δὲ καὶ αὐτοῖς αἱ δυσμαὶ, οὐ μὴν ἡ ἀνατολή· τοῖς γὰρ νυκτὸς καὶ ἁπλῶς ἐν ὕπνῳ φαινομένοις προσφυὲς καὶ τὸ νυκτῶδες τοῦ τόπου. ∆οκεῖ δὲ ὁ μῦθος εὐτάκτως τοπογραφεῖν, τάττων μετὰ τὸν Ὠκεανὸν τὴν Λευκάδα, μεθ' ἣν τὰς Ἡλίου πύλας, εἶτα τοὺς Ὀνείρους καὶ μετ' αὐτοὺς τὸν ἀσφοδελὸν λειμῶνα, περὶ ὃν αἱ ψυχαὶ, ὁμοιότητά πως κατὰ τὸν μῦθον σώζουσαι τοῖς ὀνείροις κατὰ τὸ, ψυχὴ δ' ἀποπταμένη ἠΰτ' ὄνειρος πεπότηται. Ἰστέον δὲ καὶ ὅτι πιθανεύεται ὁ μῦθος Ὀνείροις τόπον εἶναι περί που τὰ κατὰ τὸν Ἅιδην οὗ οἱ τεθνεῶτες, ἐπεὶ καὶ ἀδελφοὶ θάνατος καὶ ὕπνος εἶναι λέγονται. (ῃερς. 15. σθθ.) Ὅτι πρός τε πλατυσμὸν πρός τε παραδοξοποιΐαν πρός τε ποικιλίαν ποιήσεως τεχνᾶταί τι κἀνταῦθα Ὅμηρος, ὧν καὶ ἐν τῇ πρώτῃ νεκυίᾳ πεποίηκε, καὶ πλάττει ὡς ἐν ἠθοποιΐᾳ εἰδωλοποιητικῇ Ἀχιλλέα τε τὸν αὐτῷ φίλον, ἔτι δὲ καὶ τὸν εὐρυκρείοντα Ἀγαμέμνονα, διομιλουμένους ἀλλήλοις τὰ εἰκότα βιωτικώτερον. ἐν οἷς ἄλλα τε κατορθοῖ ὁ ποιητὴς καὶ Τρωϊκαῖς ἱστορίαις ἀρτύει συνήθως τὴν ποίησιν καὶ μύθοις χρᾶται, ὧν στερουμένη ποίησις οὐκ ἂν εἴη ἔτι ποίησις. καὶ τέως μὲν λέγει ὡς αἱ ψυχαὶ τῶν μνηστήρων κάτω ἐλθοῦσαι εὗρον τὴν τοῦ Ἀχιλλέως, τὴν τοῦ Πατρόκλου, τὴν τοῦ ἀμύμονος Ἀντιλόχου, Αἴαντός τε ὃς ἄριστος ἔην, ὡς καὶ ἀλλαχοῦ ἐγράφη, εἶδός τε δέμας τε τῶν ἄλλων ∆αναῶν μετ' ἀμύμονα Πηλείωνα. καὶ αὐτοὶ μὲν περὶ τὸν Ἀχιλλέα ὡμίλουν· ἦλθε δ' ἐπὶ ψυχὴ Ἀγαμέμνονος ἀχνυμένη· περὶ δὲ αὐτὸν οἱ σὺν ἐκείνῳ θανόντες οἴκῳ ἐν Αἰγίσθου, καθὰ καὶ ἡ πρώτη νεκυία δηλοῖ. (ῃερς. 24. σθθ.) καὶ τὸ ἐντεῦθεν ἄρχεται διαλογική τις ἠθοποιΐα ἔχουσα οὕτως ὡς ἀπὸ τοῦ Ἀχιλλέως· Ἀτρείδη, περὶ μέν σε φάμεν ∆ιῒ ἀνδρῶν ἡρώων φίλον ἔμμεναι ἤματα πάντα, οὕνεκα πολλοῖσί τε καὶ ἰφθίμοισιν ἄνασσες δήμῳ ἐνὶ Τρώων ὅθι πάσχομεν ἄλγε' Ἀχαιοί. ἦ τ' ἄρα καὶ σοὶ πρῶτα, ἤγουν πρὸ καιροῦ κατὰ τοὺς Ἀττικοὺς, παραστήσεσθαι ἔμελλε Μοῖρ' ὀλοὴ, ἣν οὔ τις ἀλεύεται ὅς κε γένηται, τουτέστιν ἣν ὀλοὴν μοῖραν οὐδεὶς ἐκφεύγει τῶν ἐν γενέσει κἂν εὐδαιμονοίη, ὡς καὶ ἡ Ἰλιὰς λαλεῖ ἔν τε ἄλλοις καὶ ἐν τῷ περὶ τῶν δύο πίθων, οἳ ∆ιὸς ἐν οὔδει κατάκεινται. (ῃερς. 30.) εἶτα ἐπάγει, ὡς ὄφελες τιμῆς ἀπονήμενος, ἧς Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 356

περ ἄνασσες, δήμῳ ἐνὶ Τρώων θάνατον καὶ πότμον ἐπισπεῖν· τῷ κέν τοι, ἤγουν οὕτως ἄν σοι, τύμβον μὲν ἐποίησαν Παναχαιοὶ, καὶ σῷ δὲ ἂν παιδὶ μέγα κλέος ἤραο ὀπίσω· νῦν δ' ἄρα σε οἰκτίστῳ θανάτῳ ἐχρῆν ἁλῶναι. καὶ τοιαῦτα μὲν τὰ τοῦ Ἀχιλλέως. (ῃερς. 26.) ἐν οἷς ἔπαινός τέ τις κεῖται βασιλικὸς καὶ ἱστορία τοῦ εὐρυκρείοντα κατά γε τὰ Τρωϊκὰ μόνα εἶναι τὸν Ἀγαμέμνονα, ὡς δηλοῖ τὸ, πολλοῖσιν ἄνασσες δήμῳ ἐνὶ Τρώων. ἔτι δὲ καὶ φιλοσοφία τοῦ ἀπαθῆ κακομοιρίας εἶναι τὰ μὴ ὑπὸ γένεσιν καὶ ἠθικὴ διδασκαλία τοῦ αἱρετώτερον εἶναι καὶ γενναῖον ἄνδρα ἐν πολέμῳ θνήσκειν ἐνδόξως ἑαυτῷ τὸν τοῖς αὐτοῦ ἤ περ ὕστερον ἀκλεῶς. (ῃερς. 30.) ἐν οἷς καὶ τὸ, τιμῆς ἀπονήμενος ἧς περ ἄνασσες, εἴρηται ἀντὶ τοῦ κερδήσας καὶ ὄνησίν τινα σχὼν τῆς βασιλείας, δι' ἧς ἄνασσες ἢ ἧς ἕνεκεν ἄνασσες. οὐ γὰρ τιμῆς ἀνάσσει τις ἀλλὰ χάριν ἢ ἕνεκεν τιμῆς. (ῃερς. 26.) ἐν οἷς καὶ τὸ μὲν, 2.313 πολλοῖς ἄνασσες, πρὸς διαστολὴν μικροβασιλείας εἴρηται, τὸ δὲ, καὶ ἰφθίμοις, πρὸς ἔνδειξιν τῆς Ἑλληνικῆς γενναιότητος. καὶ τοιαύτη μὲν ἡ τοῦ Ἀχιλλέως εἰδωλοποιΐα. (ῃερς. 36–97.) ἡ δέ γε τοῦ βασιλέως ἐπὶ τῷ Ἀχιλλεῖ ἀντισεμνύνει μὲν τὸν Ἀχιλλέα μάλιστα διὰ μακροῦ λόγου. ἑαυτῷ δὲ ἀκερδὲς τὸ τοῦ Τρωϊκοῦ πολέμου δείκνυσι τέλος ἐν πάνυ ὀλιγίστῳ λόγῳ· ἔφθη γὰρ ἤδη ὁ Ἀχιλλεὺς ἐν τοῖς ῥηθεῖσι περὶ τῆς τοιαύτης πλατύτερον δυσπραγίας εἰπεῖν. ἔχει δὲ ὧδέ πως καὶ ἅ περ ἠθοποιεῖται κατὰ τὸν βασιλέα· ὄλβιε Πηλέος υἱὲ θεῷ ἐπιείκελ' Ἀχιλλεῦ, ὃς θάνες ἐν Τροίῃ ἑκὰς Ἄργεος, τοῦ Θετταλικοῦ δηλαδή· ἀμφὶ δέ σ' ἄλλοι κτείνοντο Τρώων καὶ Ἀχαιῶν ἄριστοι μαρνάμενοι περὶ σοῦ, σὺ δὲ στροφάλιγγι κονίης κεῖσο μέγας μεγαλωστὶ λελασμένος ἱπποσυνάων. ὃς δὴ ὁλοδάκτυλος στίχος κεῖταί που καὶ ἐν Ἰλιάδι. ἡμεῖς δὲ πρόπαν ἦμαρ ἐμαρνάμεθα, οὐδ' ἂν πάμπαν παυσάμεθα πολέμου, εἰ μὴ Ζεὺς λαίλαπι παῦσεν, ἢ δηλαδὴ τὸν ἀέρα στροφάλιγγι κονίης συγχέας ἢ καὶ ἄλλως ἐκφοβήσας κατά τι πάθος αἰγίδος τῆς πολλαχοῦ δηλουμένης. αὐτὰρ ἐπεί σ' ἐπὶ νῆας ἐνείκαμεν ἐκ πολέμοιο, κάτθεμεν ἐν λεχέεσσι καθήραντες χρόα καλὸν ὕδατί τε λιαρῷ καὶ ἀλείφατι, πολλὰ δέ σε ἀμφὶς δάκρυα θερμὰ χέον ∆αναοὶ κείροντό τε χαίτας. ἅ περ εἴωθεν ἐπὶ νεκροῖς γίνεσθαι, ὡς καὶ ἐν τοῖς κατὰ τὸν Πάτροκλον φαίνεται. εἶτα λέγει ἡ εἰδωλοποιΐα καὶ ὡς ἡ μήτηρ Θέτις μαθοῦσα ἐξ ἁλὸς ἦλθε σύν γε ταῖς Νηρηΐσιν, βοὴ δ' ἐπὶ πόντον ὀρώρει θεσπεσίη, ἡ ἐξ ἐκείνων, ὑπὸ δὲ τρόμος ἔλλαβε πάντας Ἀχαιούς. δι' ὧν φόβος θαλάττιος φράζεται. καὶ δή, φησιν, ἀναΐξαντες ἔβησαν ἂν οἱ Ἀχαιοὶ πεφοβημένοι, ὅ ἐστι πεφευγότες, ἐπὶ νῆας, εἰ μὴ ἀνὴρ κατέρυκε παλαιά τε πολλά τε εἰδὼς, Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλὴ, δηλώσας μὴ χρῆναι φεύγειν διὰ τὸ τὴν μητέρα Θέτιν ἐξ ἁλὸς ἔρχεσθαι οὗ παιδὸς ἀντιόωσαν. καὶ οἱ μὲν οὕτως ἔσχοντο φόβου ἤγουν φυγῆς, ἀμφὶ δέ σε, φησὶν, ἔστησαν αἱ Νηρηΐδες οἰκτρὰ ὀλοφυρόμεναι, περὶ δ' ἄμβροτα εἵματα ἕσσαν, τουτέστιν ἐνέδυσαν. Μοῦσαι δ' ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ θρήνεον· ἔνθα κεν οὔ τιν' ἀδάκρυτόν γε νοήσας Ἀργείων· τοῖον γὰρ ἐπώρορεν, ἢ ἐπόρνυε, Μοῦσα λίγεια. ἑπτακαίδεκα μέν σε ὁμῶς νύκτας τε καὶ ἦμαρ κλαίομεν, ἀθάνατοί τε θεοὶ θνητοί τ' ἄνθρωποι, ὀκτωκαιδεκάτῃ δ' ἔδομεν πυρὶ, πολλὰ δέ σε ἀμφὶς μῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς. καίεο δ' ἔν τ' ἐσθῆτι θεῶν καὶ ἀλείφατι πολλῷ καὶ μέλιτι γλυκερῷ, πολλοὶ δ' ἥρωες Ἀχαιοὶ τεύχεσιν ἐῤῥώσαντο πυρὴν περικαιομένοιο πεζοί θ' ἱππῆές τε, πολὺς δ' ὀρυμαγδὸς ὀρώρει. αὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν Ἡφαίστοιο, ἠῶθεν δή τοι λέγομεν, τουτέστι συνήγομεν, λευκὰ ὀστέα, Ἀχιλλεῦ, οἴνῳ ἐν ἀκρήτῳ καὶ ἀλείφατι· δῶκε δὲ μήτηρ χρύσεον ἀμφιφορῆα, ∆ιονύσοιο δὲ δῶρον φάσκ' ἔμεναι, ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο. τοῦτο μὲν διὰ τὸ ἐν πυρὶ τεχνικῶς κατειργάσθαι, ἐκεῖνο δὲ διὰ τὸ ἐπιτετηδεῦθαι ὑποδέχεσθαι οἶνον, εἰς ὃν ἀλληγορεῖται ∆ιόνυσος. ἐν τούτῳ σοι κεῖται λευκὰ ὀστέα, φαίδιμ' Ἀχιλλεῦ, μίγδα δὲ Πατρόκλοιο, χωρὶς δ' Ἀντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντων ἄλλων ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα. διὸ καὶ ἀναμὶξ μὲν ἔκειτο τὰ Πατρόκλου καὶ Ἀχιλλέως ὀστέα συγκεχυμένα, ἰδίᾳ δὲ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 357

λούεσθαι, ῥύπος. ὑπαίθριος χειμῶνα διάγειν, κόψιχος, ὅ πέρ ἐστι κόσσυφος. πνῖγος

ὑπομεῖναι καὶ μεσημβρίας λαλεῖν, τέττιξ. ἐλαίῳ μὴ χρῆσθαι, κονιορτός. ἀνυπόδητος

ὄρθρου περιπατεῖν, γέρανος. καθεύδειν μηδὲ μικρὸν, νυκτερίς. εἰς τοῦτο δὲ χρήσιμον

καὶ λαγωός. τούτοις προσθετέον ἐκεῖθεν καὶ 2.312 τὸ, τύπτεσθαι, μύδρος εἰμί.

τύπτειν, κεραυνός. τυφλοῦν τινὰ, ἀστραπή. φέρειν τιν' ἄραντ', ἄνεμος. ἀποπνῖξαι,

βρόχος. θύρας μοχλεύειν, σεισμός. εἰσπηδᾶν, ἀκρίς. δειπνεῖν ἀκλήτως, μυῖα. μὴ

ἐξελθεῖν, φρέαρ. Καὶ οὕτω μὲν ἡδέος ἀστεϊσμοῦ τοῦδε ἡ νυκτερὶς ἀφορμή. (ῃερς. 6.)

Θεσπέσιον δὲ ἄντρον οὐχ' ἁπλῶς οὕτω παρέῤῥιπται, ἀλλ' ὅτι θεῖα τὰ ἄντρα

ἐνομίζοντο οἷα σύμβολα κόσμου κατὰ Πορφύριον, ὡς καὶ ἐν τοῖς περὶ τοῦ Ἰθακησίου

ἄντρου εἴρηται, ὃ καὶ ἐπήρατον ἐῤῥέθη ἐκεῖ. (ῃερς. 11. σθθ.) Ὅτι Λευκάδα τινὰ

πέτραν καὶ Ἡλίου πύλας καὶ δῆμον Ὀνείρων καὶ ἀσφοδελὸν λειμῶνα κἀνταῦθα

πλάττει τόπον ταῖς ψυχαῖς ἐκεῖθεν τοῦ Ὠκεανοῦ. φησὶ γοῦν ὅτι παρῆλθον αἱ τῶν

μνηστήρων ψυχαὶ Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην ἠδὲ παρ' Ἠελίοιο πύλας καὶ

δῆμον Ὀνείρων·αἶψα δ' ἵκοντο κατ' ἀσφοδελὸν λειμῶνα, ἔνθα τε ναίουσι ψυχαὶ

εἴδωλα καμόντων ἤτοι τεθνεώτων, ὡς καὶ ἡ πρώτη νεκυία δηλοῖ, ἔνθα καὶ περὶ

ἀσφοδελοῦ λειμῶνος εἴρηται. (ῃερς. 11.) Ἰστέον δὲ ὅτι Λευκάδα μὲν πέτραν ὁ μῦθος

πρὸς τῷ Ἅιδῃ πλάττει ἢ κατὰ ἀντίφρασιν, μέλας γὰρ ἐκεῖ σκότος, ἢ καὶ διὰ τοὺς

ἐσχάτους τῆς ἐκεῖ γῆς τόπους, οὓς εἰκὸς τὸν ἥλιον ἔτι διαλευκαίνειν δυόμενον. ὅτι

δὲ καθ' ἱστορίαν Λευκὰς τόπος Ἠπειρωτικὸς, ἧς οἱ ἐγχώριοι Λευκάδιοι, δῆλον ἐστί·

καὶ ἔσται τις αὐτῆς μνεία καὶ ἐν τοῖς ἑξῆς. (ῃερς. 12.) Πύλας δὲ Ἡλίου λέγει τὰς οἷον

συγκλειούσας ἐκεῖνον κρύψεις, γενόμενον πρὸς δυσμαῖς· ἃς δὴ πύλας εἰσδυόμενος

ὡς ὑπὸ κευθμῶνας τινὰς γίνεται ἀφανής. Τὸ δὲ, δῆμον Ὀνείρων, ὡς ἐπὶ ἐμψύχων

καὶ σωματοειδῶν εἶπε, νύκτωρ ἡμῖν ἐκεῖθεν δῆθεν ἐπιφοιτώντων. οἰκεῖον δὲ καὶ

αὐτοῖς αἱ δυσμαὶ, οὐ μὴν ἡ ἀνατολή· τοῖς γὰρ νυκτὸς καὶ ἁπλῶς ἐν ὕπνῳ

φαινομένοις προσφυὲς καὶ τὸ νυκτῶδες τοῦ τόπου. ∆οκεῖ δὲ ὁ μῦθος εὐτάκτως

τοπογραφεῖν, τάττων μετὰ τὸν Ὠκεανὸν τὴν Λευκάδα, μεθ' ἣν τὰς Ἡλίου πύλας,

εἶτα τοὺς Ὀνείρους καὶ μετ' αὐτοὺς τὸν ἀσφοδελὸν λειμῶνα, περὶ ὃν αἱ ψυχαὶ,

ὁμοιότητά πως κατὰ τὸν μῦθον σώζουσαι τοῖς ὀνείροις κατὰ τὸ, ψυχὴ δ' ἀποπταμένη

ἠΰτ' ὄνειρος πεπότηται. Ἰστέον δὲ καὶ ὅτι πιθανεύεται ὁ μῦθος Ὀνείροις τόπον εἶναι

περί που τὰ κατὰ τὸν Ἅιδην οὗ οἱ τεθνεῶτες, ἐπεὶ καὶ ἀδελφοὶ θάνατος καὶ ὕπνος

εἶναι λέγονται. (ῃερς. 15. σθθ.) Ὅτι πρός τε πλατυσμὸν πρός τε παραδοξοποιΐαν πρός

τε ποικιλίαν ποιήσεως τεχνᾶταί τι κἀνταῦθα Ὅμηρος, ὧν καὶ ἐν τῇ πρώτῃ νεκυίᾳ

πεποίηκε, καὶ πλάττει ὡς ἐν ἠθοποιΐᾳ εἰδωλοποιητικῇ Ἀχιλλέα τε τὸν αὐτῷ φίλον,

ἔτι δὲ καὶ τὸν εὐρυκρείοντα Ἀγαμέμνονα, διομιλουμένους ἀλλήλοις τὰ εἰκότα

βιωτικώτερον. ἐν οἷς ἄλλα τε κατορθοῖ ὁ ποιητὴς καὶ Τρωϊκαῖς ἱστορίαις ἀρτύει

συνήθως τὴν ποίησιν καὶ μύθοις χρᾶται, ὧν στερουμένη ποίησις οὐκ ἂν εἴη ἔτι

ποίησις. καὶ τέως μὲν λέγει ὡς αἱ ψυχαὶ τῶν μνηστήρων κάτω ἐλθοῦσαι εὗρον τὴν

τοῦ Ἀχιλλέως, τὴν τοῦ Πατρόκλου, τὴν τοῦ ἀμύμονος Ἀντιλόχου, Αἴαντός τε ὃς

ἄριστος ἔην, ὡς καὶ ἀλλαχοῦ ἐγράφη, εἶδός τε δέμας τε τῶν ἄλλων ∆αναῶν μετ'

ἀμύμονα Πηλείωνα. καὶ αὐτοὶ μὲν περὶ τὸν Ἀχιλλέα ὡμίλουν· ἦλθε δ' ἐπὶ ψυχὴ

Ἀγαμέμνονος ἀχνυμένη· περὶ δὲ αὐτὸν οἱ σὺν ἐκείνῳ θανόντες οἴκῳ ἐν Αἰγίσθου,

καθὰ καὶ ἡ πρώτη νεκυία δηλοῖ. (ῃερς. 24. σθθ.) καὶ τὸ ἐντεῦθεν ἄρχεται διαλογική

τις ἠθοποιΐα ἔχουσα οὕτως ὡς ἀπὸ τοῦ Ἀχιλλέως· Ἀτρείδη, περὶ μέν σε φάμεν ∆ιῒ

ἀνδρῶν ἡρώων φίλον ἔμμεναι ἤματα πάντα, οὕνεκα πολλοῖσί τε καὶ ἰφθίμοισιν

ἄνασσες δήμῳ ἐνὶ Τρώων ὅθι πάσχομεν ἄλγε' Ἀχαιοί. ἦ τ' ἄρα καὶ σοὶ πρῶτα, ἤγουν

πρὸ καιροῦ κατὰ τοὺς Ἀττικοὺς, παραστήσεσθαι ἔμελλε Μοῖρ' ὀλοὴ, ἣν οὔ τις

ἀλεύεται ὅς κε γένηται, τουτέστιν ἣν ὀλοὴν μοῖραν οὐδεὶς ἐκφεύγει τῶν ἐν γενέσει

κἂν εὐδαιμονοίη, ὡς καὶ ἡ Ἰλιὰς λαλεῖ ἔν τε ἄλλοις καὶ ἐν τῷ περὶ τῶν δύο πίθων, οἳ

∆ιὸς ἐν οὔδει κατάκεινται. (ῃερς. 30.) εἶτα ἐπάγει, ὡς ὄφελες τιμῆς ἀπονήμενος, ἧς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

356

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!