18.07.2013 Views

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

δικαίῳ ἐστί. (ῃερς. 209.) Τὸ δὲ, ἐπεὶ τά περ ἄλλα μάλιστα ἀνθρώπων πέπνυσο καὶ

ἑξῆς, ἔπαινος ἀνθρώπου συνετοῦ μὲν, δυστυχοῦς δέ. Περὶ δὲ τοῦ σκύζεσθαι

προγέγραπται· ἀφ' οὗ καὶ τὸ ἐπισκύνιον. (ῃερς. 211.) Τὸ δὲ ἀγάσατο οὐ μακρὰν

ἐνταῦθα ἐστὶ τοῦ ἐφθόνησεν ἢ ἐμέμψατο. καινὸν δ' ἐνταῦθα σχῆμα ἡ ἀπὸ δοτικῆς εἰς

αἰτιατικὴν ἀνακόλουθος μετάβασις ἐν τῷ, ὃς νῶϊν ἀγάσσατο καὶ ἑξῆς· ἦν μὲν γὰρ

ἀκόλουθον εἰπεῖν, ὃς ἡμῖν ἐφθόνησε παρ' ἀλλήλοισι μένουσι τέρπεσθαι, ἵνα ἦν

ὁμοιόπτωτον τὸ ἡμῖν καὶ τὸ μένουσιν· ἡ δὲ Ὁμηρικὴ γυνὴ τὸ σχῆμα ἤλλαξε

καινότερον μὲν, ἀσολοίκως δὲ, καθὰ πολλαχοῦ γίνεται, εἰποῦσα ὅτι θεοὶ ἡμῖν

ἐφθόνησαν τοῦ τέρπεσθαι, δηλαδὴ ἡμᾶς, μένοντας παρ' ἀλλήλοις, ὡς καὶ εἴ τις εἴποι,

παραινῶ σοι ζῶντα σπουδαίως διάγειν τὸν βίον· καλὸν μὲν γὰρ καὶ τὸ, παραινῶ σοι

ζῶντι σπουδαίως ποιεῖν 2.305 τόδε. ἀσόλοικον ὁμοίως καὶ τὸ, παραινῶ σοι διάγειν σε

τὸν βίον ζῶντα σπουδαίως. αἴτιον δὲ τῆς τοιαύτης ἀσφάλτου ἐναλλαγῆς τὸ μετὰ τὴν

δοτικὴν ῥῆμα, ὃ προκαλεῖται τὴν ἐπαγομένην αἰτιατικήν. τοιοῦτον καὶ τὸ, χαίρω τῷ

λόγῳ ᾧ εἶπας καὶ ὃν εἶπας, καὶ ἄλλα δὲ μυρία. παραδείγματα δὲ οὐκ ὀλίγα καὶ ἐν

Ἰλιάδι κεῖται τοῦ τοιούτου σχήματος. (ῃερς. 212.) Τὸ δὲ ταρπῆναι συνήθως καὶ νῦν

γενικῇ συνέταξεν ἢ κατ' ἔλλειψιν τῆς διˉα προθέσεως ἢ διὰ τὸ ληφθῆναι τὸ

ταρπῆναι ἀντὶ τοῦ κορεσθῆναι. (ῃερς. 209. 13.) δῆλον δὲ ὅτι ταυτὰ ἐν τοῖς ῥηθεῖσι τὸ

σκύζεσθαι καὶ τὸ χώεσθαι, ἤδη δέ πως καὶ τὸ νεμεσᾶν, ὃ καὶ αὐτὸ οὐδὲν ἄλλο ἐστὶν ἢ

σκύζεσθαι καὶ χώεσθαι, δικαίως μέντοι. (ῃερς. 214.) Τὸ δὲ ἀγάπησα ἀντὶ τοῦ

ἐφιλοφρονησάμην, καὶ ἔστιν ὅμοιον τῷ ἀμφαγαπάζειν. (ῃερς. 216.) Τὸ δὲ ἐῤῥίγει

ἐπίτασίς ἐστι προσοχῆς· οὐ γὰρ ἁπλῶς εὐλαβεῖτο τὴν ἐξ ἀνδρὸς ἀπάτην ἡ σώφρων

Πηνελόπη, ἀλλὰ ἐῤῥίγει καὶ οὐ κατὰ τὴν ἄλλως ῥιγεδανὴν Ἑλένην ἀπεριμερίμνως

διέκειτο. παρακείμενος δὲ μέσος τοῦ ἐῤῥίγει τὸ ἔῤῥιγα. (ῃερς. 218.) Τὸ δὲ, οὐδ' ἂν

Ἀργείη Ἑλένη ἀνδρὶ ἀλλοδαπῷ ἐμίγη, εἰ ᾔδη, ὅ μιν αὖτις Ἀχαιοὶ ἐπαναγαγεῖν

ἔμελλον οἴκαδε, τοιοῦτον ἔχει νοῦν τελείας τιθεμένης στιγμῆς ἐν τῷ εἰ ᾔδη· οὐκ ἄν

φησιν οὐδὲ ἡ Ἑλένη παρ' ἀνδρὶ ἀλλοδαπῷ ἐγένετο, εἴ περ ἠπίστατο αὐτὸ δὴ τοῦτο τὸ

παρ' ἐμοῦ λεχθὲν γνωμικὸν τὸ, πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσιν ἤτοι

βουλεύονται ἀπατητικῶς. διό φησιν ἔμελλον οἱ Ἀχαιοὶ ἄξειν αὐτὴν οἴκαδε ὡς

ἀπατηθεῖσαν καὶ μεταμελομένην καθὰ δηλοῖ τὸ, τίσασθαι δ' Ἑλένης ὁρμήματά τε

στοναχάς τε, κείμενον ἐν Ἰλιάδι. καὶ φασὶν οἱ παλαιοὶ περὶ τῆς ῥηθείσης ἀπάτης, ἣν

ἔπαθεν ἡ Ἑλένη, ὅτι Ἀφροδίτη Μενελάῳ τὸν Ἀλέξανδρον εἰκάσασα παρήγαγεν ἤτοι

ἠπάτησε τὴν Ἑλένην, παραλογισαμένη τῇ ὁμοιότητι, ὡς εὐλόγως λοιπὸν καὶ τὴν

Πηνελόπην δεδοικέναι μὴ πάθοι τι ὅμοιον. καὶ οὕτω μέν τινες καλῶς τὸ ῥηθὲν

ἡρμήνευσαν νόημα. Ἕτεροι δὲ τὴν ῥηθεῖσαν στιγμὴν ἀπάγοντες καὶ συνάπτοντες τὸ

ὅλον εἰς νόημα ἓν, λέγουσι μὲν ὅτι οὐκ ἂν ἡ Ἑλένη ἐμίγη ἀλλοδαπῷ, εἴ περ ᾔδη ὅτι

αὐτὴν ἐπανάξειν οἱ Ἀχαιοὶ ἔμελλον. κρίνονται δὲ μεμπτέοι τοῖς παλαιοῖς διὰ τὸ

κακοσυμβίβαστον τῆς ἐννοίας· ἀδιανόητον γὰρ τὸ λέγειν τὴν Πηνελόπην ὡς

ἐδεδίειν μή πως ἀπατηθῶ· οὐδὲ γὰρ ἡ Ἑλένη συναπῆλθεν ἂν τῷ ἐκ Τροίας μείρακι,

ἐὰν ἐγίνωσκεν ὅτι ἐπανακομισθήσεται εἰς τὴν πατρίδα· λέγοι γὰρ ἂν, ὅτι οὐ πόθῳ

τοῦ ἀνδρὸς ἀλλὰ φόβῳ τοῦ ἐπανακάμψαι εἰς αὐτὸν ἐπεῖχον τὸν γάμον. ἴσως δὲ καὶ

οὕτω πως καθίσταται τὰ τῆς ἐννοίας ταύτης· ἐδεδίειν, φησὶ, τὴν ἀπάτην, μεθ' ἣν

ἀνάγκη πάντως ἦν ἐπανασωθῆναί με ζῶντι τῷ κουριδίῳ ἀνδρί. ὃ δὴ νόημα εἴ περ

ἔσχε καὶ ἡ Ἑλένη, οὐκ ἂν ἡρπάγη. ἐπαινεῖ δὲ ἡ Πηνελόπη τὴν Ἑλένην ἢ διὰ

συγγένειαν ἢ καὶ ἵνα μὴ δόξῃ φιλοσκώμμων εἶναι, εἰς ὃ δὴ μάλιστα τὸ γυναικεῖον

φῦλον ῥέπει, ἢ καὶ χάριν ἑαυτῆς εἰς οἰκεῖον ἔπαινον· εἰ γὰρ ἐκείνη εὐλογεῖται

τοιαύτη τῷ ἀνδρὶ γενομένη, πολλῷ πλέον αὕτη ἡ οὕτω σώφρων. (ῃερς. 220.) Περὶ δὲ

τοῦ ᾔδη, ὅ πέρ ἐστιν ἠπίστατο, εἴρηται μὲν καὶ ἐν τῇ ἄλφα τῆς Ἰλιάδος. διαρθρωτέον

δὲ μᾶλλον ἐνταῦθα, ὅτι οὐχ' ἁπλῶς τὸ ᾔδειν καὶ ἐνενοήκειν καὶ ἐπεποιήκειν διαλύει

τὸ ᾔδεα καὶ ἐνενοήκεα καὶ ἐπεποιήκεα, ἀλλὰ τὰ ἐξ αὐτῶν Ἀττικὰ τὰ διὰ τοῦ ἦτα.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

348

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!