18.07.2013 Views

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

κοιτῶνος κατὰ τὸ, ἣ νῶϊν εἴρυτο θύρας θαλάμοιο. εἰ δὲ ἐν τοῖς ἑξῆς Εὐρυνόμη

θαλαμηπόλος ἡγεμόνευε τοῖς δεσπόταις ἐρχομένοις λέχοσδε, ἀλλ' ἐκείνη μὲν εἰς

θάλαμον ἀγαγοῦσα πάλιν κίεν ἤγουν ὀπίσω ἦλθεν· ἡ δὲ Ἀκτορὶς παραμένει κατὰ

τοὺς παλαιούς. διὸ οἶδε τὸ τῆς κλίνης μυστήριον κατευνάστρια τῶν βασιλέων οὖσα.

ἧς καὶ σημειωτέον τὴν πίστιν καὶ εὔνοιαν, εἰ μηδέ ποτε μηδενὶ ἐξεῖπε τὸ τῆς κλίνης

ἀπόῤῥητον, ἀλλ' ἕως ἄρτι αὐτὴ μόνη οἶδε τὸ κρύφιον. εἰ δὲ καὶ Εὐρυνόμη ἠδὲ

τροφὸς Εὐρύκλεια ἔντυον εὐνὴν, ὡς ὁ ποιητὴς ἐρεῖ, ἀλλὰ τὸ τῆς κλίνης μυστήριον

ἀπεκέκρυπτο αὐταῖς, ἢ τὸ ὅλον ἤγουν ἀλλ' ὅπως ἐσκεύαστο. (ῃερς. 189.) Ὅρα δ' ἐν

τούτοις καὶ μίαν τῶν τοῦ πολυμηχάνου Ὀδυσσέως τεχνῶν τὴν τεκτονικὴν, καθ' ἣν

τὴν κλίνην ἔτευξεν ὁ ἐν τοῖς φθάσασι καὶ ναυπηγεῖν ἐπιστάμενος. (ῃερς. 192.)

φαίνεται δὲ δεξιὸς εἶναι καὶ οἰκοδομεῖν, ὡς δηλοῖ τὸ, θάλαμον ἔδεμον λίθοις καὶ

ἑξῆς, εἰ μὴ ἄρα ἴσως τοῦτο οὐχ' ὡς αὐτὸς χειρουργῶν εἶπεν, ἀλλ' ἐπὶ τῷ ἔργῳ

ἀρχιτεκτονῶν· καὶ ἔστιν οὐδὲ τοῦτο μακρὰν τέχνης οἰκοδομικῆς. Ἔτι σημείωσαι καὶ

ὅτι ἡ ῥηθεῖσα στεῤῥότης τοῦ ἡρωϊκοῦ κοιτῶνος αἰνίττεται συμβολικῶς, ἀδιάλυτον

δεῖν εἶναι καὶ ἀμετάθετον τὴν γαμικὴν εὐνὴν καὶ ἀσφαλεστάτην καὶ ἔμπεδον ἤτοι

βεβαίαν, ὁποίαν καὶ ἡ Πηνελόπη αὐτὴν διετήρησε, καὶ μηδενὶ δὲ ἑτέρῳ

γινωσκομένην, ἀλλὰ μονάζουσαν κατὰ τὸ, (ῃερς. 226.) εὐνῆς ἡμετέρης, ἣν οὐ βροτὸς

ἄλλος ὀπώπει, ἀλλ' ἡμεῖς μόνοι. (ῃερς. 190.) ἔστι δὲ ἐννοήσασθαι καὶ ὡς διὰ τὴν

Ἀθηνᾶν χαίρει Ὀδυσσεὺς τῷ φυτῷ τῆς ἐλαίας, ὃ πολλαχοῦ φαίνεται ἀνεῖσθαι αὐτῇ.

ἐθέλει δὲ συμβολικῶς Ὀδυσσεὺς διὰ τοῦ τοιούτου τηλεθόωντος καὶ λιπαροῦ φυτοῦ

εὐχὴν ἔχειν, θαλέθειν κατὰ τὸν βίον καὶ εἰς γῆρας ἐλθεῖν λιπαρόν· ἄλλως γὰρ εἶχεν

ὁ ποιητὴς ἑτέραν τινὰ κατασκευὴν κλίνης πλάσασθαι, εἰ μὴ τοιαῦτα τινὰ ᾐνίττετο.

ἔοικε δὲ καὶ ἵμερος εἶναι ἡ τοιαύτη ἐλαία ἐντὸς οὖσα οἴκου· καὶ ἦν καὶ αὐτὸ

σύμβολον τῆς κατὰ τὸν βίον εὐνοίας, ἔνθα σημειωτέον καὶ ὅτι ἡ μὲν τοιαύτη

θηλυκῶς ἐλαία ἐλέγετο, ἡ μέντοι ἀγρία ἔλαιος κατὰ Αἴλιον ∆ιονύσιον καὶ οὐκ

ἀγριέλαιος. λέγει δὲ ὁ αὐτὸς καὶ ὅτι ἐλαίας καὶ ἐλάας Ἀττικοὶ τὸν καρπὸν ἔλεγον καὶ

ἐλᾶς δισυλλάβως καὶ ἐλαολογεῖν τὸ συλλέγειν ἐλαίας. ἦν δέ, φησι, καὶ Ἐλαία πόλις

ἐν Ἰταλίᾳ· ἐν μέντοι ἑτέρῳ ῥητορικῷ λεξικῷ γράφει, ὅτι Ἐλαία Αἰολὶς πόλις, Ἐλέα

δὲ ἐν Ἰταλίᾳ· καὶ ζητητέον ποία γραφὴἀκριβεστέρα ἐστίν. ὅτι μέντοι Ἐλαία διὰ

διφθόγγου ἐστὶν ἡ Αἰολὶς, ἐμφαίνεται παρὰ Στράβωνι εἰπόντι οὕτως· Κάνη

ἀκρωτήριον ἀνταῖρον τῷ λεκτῷ καὶ ποιοῦν τὸν Ἀδραμυτινὸν κόλπον, οὗ μέρος ὁ

Ἐλαϊτικὸς καλούμενος ἀπὸ Ἐλαίας πόλεως Αἰολικῆς, ἥ τις Περγαμηνῶν μέν ἐστιν

ἐπίνειον ἑκατὸν σταδίους διέχουσα τοῦ Περγάμου, δώδεκα δὲ τοῦ Καΐκου ποταμοῦ·

οὗ ἐν τοῖς τόποις φαίνεται βασιλεύειν ὁ Ὁμηρικὸς Εὐρύπυλος. καὶ οὕτω μὲν ὁ

Στράβων. ἐν δὲ ῥητορικῷ λεξικῷ φέρεται καὶ ὅτι ἔλαιον τὴν ἄῤῥενα καὶ ἀγρίαν

ἐλαίαν φασὶν Ἴωνες. (ῃερς. 185.) Ἐν δὲ τῷ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν θείη

ἀλλαχοῦ, σεισίχθονά τινα ἐκεῖνον ὑπαινίττεται, ὃς ῥεῖα μετοχλίσας θήσει τὸ λέχος

ἄλλῃ ἐνὶ χώρῃ. αὐτὸ δὲ τὸ, ὅτε μὴ θεὸς αὐτὸς, ὅμοιόν ἐστι τῷ, εἰ μὴ θεὸς αὐτὸς, καὶ

τῷ, ὅτι μὴ θεὸς αὐτός, τριχῶς γὰρ τὸ τοιοῦτον οἱ ῥήτορες φράζουσιν. ἔστι δὲ

κοινότερον μὲν τὸ, εἰ μὴ τόδε γένηται, Ἀττικώτερον δὲ τὸ, ὅτι μὴ τόδε καὶ ὅτε μὴ

τόδε. (ῃερς. 184.) Λέχος δὲ δῆλον ὅτι τὴν κλίνην λέγει, ἣν οἱ ὕστερον καὶ ἀσκάντην

καὶ σκίμποδα ἔλεγον, ὡς δηλοῖ ὁ γράψας οὕτως· ἀσκάντης Ἀττικῶς, συνηθέστερον

δὲ ὁ σκίμπους, ὁ δὲ κράββατός φησι παρ' οὐδενί. (ῃερς. 187.) Τὸ δὲ, οὐ μάλ' ἡβῶν,

γράφεται καὶ, οὐδὲ γυναικῶν, ἵνα λέγῃ ὅτι τὸ τοιοῦτον λέχος οὔτε ἀνδράσιν οὔτε

γυναιξὶ μεταθέσθαι δυνατόν. 2.303 (ῃερς. 188.) Τοῦ δὲ μετοχλίσειε πρωτότυπον τὸ

ὀχλεῖν, οὗ παράγωγον τὸ ὀχλίζειν ὁμοίως τῷ πολεμῶ πολεμίζω. δοκεῖ δὲ γίνεσθαι

τό τε ὀχλεῖν καὶ τὸ ὀχλίζειν ἀπὸ τοῦ τῆς ὀχῆς, ὅ ἐστι συνοχῆς, λιάζειν ἢ λύειν· τὸ

γὰρ ὀχλιζόμενον ἤτοι μετακινούμενον ἐκκλίνει τὴν ἔνθα ἔκειτο συνοχήν. ἐκ δὲ τοῦ

ὀχλίζειν γίνεται καὶ ἀνοχλίζειν τὸ ἀνακινεῖν· δοκεῖ δὲ ἐκ τοῦ τοιούτου ὀχλεῖν καὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

345

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!