18.07.2013 Views

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

γυναῖκα τοῦ ἐλπιζομένου ἐπανελθεῖν. (ῃερς. 153. σθθ.) Ὅτι Εὐρυνόμη ταμίη λοῦσε

καὶ χρῖσεν ἐλαίῳ τὸν Ὀδυσσέα ὡς ἔθος, ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα.

αὐτὰρ κὰκ κεφαλῆς χεῦε πολὺ κάλλος Ἀθήνη, ὅ περ ἐν τοῖς πρὸ τούτων χάριν ἔφη,

εἰπών· κατέχευε δὴ χάριν κεφαλῇ τε καὶ ὤμοις. μείζονά τ' εἰσιδέειν καὶ πάσσονα καὶ

ἑξῆς τὰ ἓξ ἔπη, ἅ περ ἐγράφη καὶ ὅτε Ὀδυσσεὺς ἐν τῷ Φαίακι ποταμῷ λουσάμενος

ἐξηλλάγη εἰς κάλλος ἀργύρου δίκην, ὃς φύσει καλὸς ὢν καλλίων γίνεται δι'

ἐπιχρώσεως χρυσοῦ. Σημείωσαι δὲ καὶ ὅτι ἐκεῖ μὲν τὸ, μείζονά τε εἰσιδέειν καὶ

πάσσονα, εἶχε καὶ ῥῆμα τὸ θῆκε, καὶ ἔλεγεν ὅτι ἔθηκεν αὐτὸν ἡ Ἀθηνᾶ καὶ μείζονα

ἰδέσθαι καὶ παχύτερον· ἐνταῦθα δὲ οὐ κεῖται ὅλως ῥῆμα προκλητικὸν τοῦ, μείζονα

καὶ πάσσονα, καὶ ἔστιν ἡ σύνταξις κατ' ἔλλειψιν, ἵνα νοῆται οὕτω πως, ὥστε εἶναι

τὸν Ὀδυσσέα μείζονά τε καὶ πάσσονα. καὶ ἄλλως δέ· εἰπὼν κατέχευε χάριν, διασαφεῖ

αὐτὴν ἐπαγαγὼν τὸ, μείζονά τε εἰσιδέειν καὶ ἑξῆς, ἵνα λέγῃ χάριν εἶναι τὸ μέγεθος

τῷ Ὀδυσσεῖ καὶ τὸ εὐλιπὲς καὶ τὸ περικαλλὲς, ἐξ ὧν γέγονεν ἀριπρεπής. Ἰστέον δὲ

ὅτι λουτροῦ καὶ νῦν ἔπαινος τὰ ἐνταῦθα κείμενα περί τε κάλλους καὶ μεγέθους καὶ

πάχους, ὡς τοιούτων δῆθεν γινομένων τῶν λουομένων. (ῃερς. 158.) λέγει δὲ καὶ

ἐνταῦθα ὑακινθίνῳ ἄνθει ὁμοίας τὰς τοῦ Ὀδυσσέως τρίχας, ὡς καὶ ἐν ἐκείνῳ τῷ

κατὰ τοὺς Φαίακας αὐτοσχεδίῳ λουτρῷ. (ῃερς. 166.) Ὅτι καθὰ πρὸ ὀλίγων ὁ

Τηλέμαχος, οὕτω καὶ νῦν ὁ μεμφόμενος τὴν Πηνελόπην ἐπὶ σκληρότητι ψυχῆς φησί·

δαιμονίη, περὶ σοί γε γυναικῶν θηλυτεράων κῆρ ἀτέραμνον ἔθηκε θεός. οὐκ ἂν

ἄλλη γε ὧδε γυνὴ τετληότι θυμῷ ἀνδρὸς ἀφεσταίη, τουτέστιν ἀποσταίη ὡς

προείρηται, ὃς κακὰ πολλὰ μογήσας εἰκοστῷ ἔτει ἐπανέλθοι. (ῃερς. 171.) εἶτα ὡς

οἷον ἀπογνοὺς τὸ ἐκ τῆς γυναικὸς μειλίχιον ἢ καὶ ὡς μηκέτι ἐθέλων τὴν ἐξ αὐτῆς

ὁμιλίαν ἢ καὶ ἠρέμα ἐν τῷ, στόρεσον λέχος, ὑποκινῶν μνήμην ἀριφραδέος σήματος,

ὡς εὐθὺς φανεῖται, φησίν· ἀλλ' ἄγε μοι, μαῖα, στόρεσον λέχος, ὄφρα καὶ αὐτὸς

λέξωμαι· ἦ γὰρ αὐτῇ γε σιδήρεος, ὡς καὶ προεγράφη, θυμός. (ῃερς. 174.) κἀνταῦθα ἡ

Πηνελόπη οὐκέτι κατέχειν ἑαυτὴν ἔχουσα καὶ ἀναβάλλεσθαι τὴν πειθὼ, δαιμόνιε,

φησὶν, οὔ τι μεγαλίζομαι οὐδ' ἀθερίζομαι οὐδὲ λίην ἄγαμαι· μάλα δ' εὖ οἶδα οἷος

ἔησθα ἐξ Ἰθάκης ἐπὶ νηὸς ἰὼν, οἷος δηλαδὴ καὶ νῦν φαίνῃ· ὃ σεμνύνει τὸν Ὀδυσσέα

ἐπὶ πολὺ, εἴ περ οἱ τοσοῦτοι χρόνοι οὐδὲν αὐτὸν ἐνήλλαξαν. 2.301 (ῃερς. 177.) ἀλλ'

ἄγε οἱ στόρεσον πυκινὸν λέχος, Εὐρυκλεία, ἐκτὸς εὐσταθέος θαλάμου ὃ δὴ αὐτὸς

ἐποίει, ὡς εἰρήσεται, ἢ τὸν αὐτὸς ἐποίει. ἔνθα οἱ ἐκθεῖσαι πυκινὸν λέχος ἔμβαλέ τ'

εὐνὴν, κώεα καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα. καὶ Ὀδυσσεὺς ἀκούσας τὸ, στόρεσον

λέχος ἐκτὸς θαλάμου, καὶ τὸ, ἐκθεῖσαι τουτέστιν ἔξω θέμεναι πυκινὸν λέχος,

ἀνακινεῖ τῇ μνήμῃ τὴν ἐῤῥιζωμένην κλίνην καὶ ἀμετακίνητον, ἣν ἐντὸς τοῦ

θαλάμου αὐτὸς ἐκεῖνος ἔτευξε, καὶ ἀπορεῖ πῶς ποτὲ ἂν ἐκείνη ἐκτὸς εἴη τοῦ

θαλάμου κειμένη ἡ τοιῶσδε καὶ τοιῶσδε τευχθεῖσα ποτὲ ὑπ' ἐμοῦ. καὶ οὕτως

εὐαμόρφως λέγει τῇ γυναικὶ σῆμα τοῦτο ἕτερον παρὰ τὴν πολύγνωστον οὐλὴν, ὅ

περ, ὡς καὶ προδεδήλωται, αὐτὸς οἶδε καὶ ἡ γυνὴ καὶ μία μόνη δούλη πιστὴ ἡ

Ἀκτορίς. (ῃερς. 174.) ἐν τούτοις δὲ σημείωσαι καὶ ὅτι ἄρσεις μὲν ἔφη ἡ γυνὴ τὸ, οὐ

μεγαλίζομαι οὐκ ἀθερίζω οὐκ ἄγαμαι, θέσιν δὲ οὐκ ἐπήγαγεν ὡς οἷα σπεύδουσα εἰς

ἔργον, ὅ περ ἦν τὸ πειράσασθαι τοῦ δῆθεν ξείνου εἴ τί που οἶδε τῶν κατ' οἶκον

κρυφιοδεστέρων. ὡς δὲ ἔγνω αὐτὸν τὸ περὶ τῆς κλίνης ἀκριβῶς ἀφηγησάμενον, τότε

δὴ αἰτήσεται συγγνώμην τοῦ μὴ εὐθὺς ἅμα ἰδεῖν καὶ ἀγαπῆσαι τὸν Ὀδυσσέα καὶ

προβαλεῖται δέος εὔλογον ἵνα μὴ ἀπατηθῇ. (ῃερς. 167.) Ἰστέον δὲ ὅτι κῆρ ἀτέραμνον

συνήθως τὸ ἀτειρὲς καὶ σκληρὸν καὶ μὴ τέρεν· ὅθεν καὶ ἀτέραμνα σπέρματα τὰ

κερασβόλα, περὶ ὧν λόγος ὡς, ἐὰν σπέρμα ἐν τῷ καταῤῥίπτεσθαι εἰς γῆν καιρῷ

σπόρου πελάσῃ κέρατι ἀροῦντος βοὸς, σκληρὸν γίνεται καὶ δυσέψητον. καὶ λέγει

Πλούταρχος ἐν τοῖς αὐτοῦ συμποσιακοῖς καὶ αἰτίαν τούτου τὴν ἐκείνῳ δοκοῦσαν.

Κερασβόλα δὲ τὰ ῥηθέντα λέγονται διὰ τὸ κατὰ κεράτων βληθῆναι. ἐνταῦθα δὲ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

343

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!