18.07.2013 Views

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

πατρὶ ἀποκαθιστᾷ τὴν βουλήν. ἀμέλει καὶ Ὀδυσσεὺς ἐξευρήσει τὸ πρακτέον ἐν τοῖς

ἑξῆς καὶ τῇ γυναικὶ αὔριον τὰ κατὰ τὸν οἶκον ἐπιτρέψας, αὐτὸς ἐς τὸν ἀγρὸν

ἀπελεύσεται καραδοκήσων τὸ μέλλον. τῷ τέως δὲ τὸ γενόμενον ἐπικρύψαι θέλων,

πολὺς γὰρ ὁ ἐντεῦθεν κίνδυνος εἴ περ εὐθὺς ἄρτι τοῖς Ἰθακησίοις τὸ πρᾶγμα

γνωσθήσεται, ἄλλα τέ τινα ἐπιτάσσει γενέσθαι καὶ ἀοιδὰς ἐξακούστους καὶ ὀρχήσεις

φιλοπαίγμονας, ἵνα φαντασία γάμου παραχθέντες οἱ ἔξωθεν ἀκούοντες, ὡς τῆς

δεσποίνης ἐπιλεξαμένης ἄνδρα, μήτε θαυμάσωσιν εἴ περ μὴ συνήθως οἱ μνηστῆρες

ἕκαστος εἰς τὰ ἑαυτῶν ἐσκεδάσθησαν, μήτε ψηλαφήσωσιν ἐκείνους καὶ οὕτως

αὐτίκα γένηται μέγα κακόν. οὗ ἕνεκα καὶ ἔφθη πρὸ τούτων συχνὰ ἐκλαλεῖσθαι,

μέλλειν γαμηθῆναι τὴν Πηνελόπην, ἵνα δηλαδὴ πιθανολογηθῇ τὰ νῦν γραφόμενα.

(ῃερς. 130. σθθ.) εἰσὶ δὲ ἃ λέγει Ὀδυσσεὺς ταῦτα, ὡς αὐτῷ δοκεῖ εἶναι ἄριστα· πρῶτα

μέν, φησι, λούσασθε καὶ ἀμφιέσασθε χιτῶνας, δμωὰς δὲ ἀνώγετε εἵματα ἑλέσθαι.

καλὰ τὰ πάντα καὶ ἄξια τοῦ φθάσαντος θειώματος. αὐτὰρ θεῖος ἀοιδὸς ἔχων

φόρμιγγα λίγειαν ἡμῖν ἡγείσθω φιλοπαίγμονος ὀρχηθμοῖο. τρυφώντων δὲ ταῦτα

ἴδια. Ὀδυσσεὺς δὲ καὶ αἰτίαν τὴν προῤῥηθεῖσαν προσ 2.299 τιθεὶς φησίν· ὥς κέν τις

φαίη γάμον ἔμμεναι ἐκτὸς ἀκούων, ἢ ἀν' ὁδὸν στείχων ἢ οἳ περιναιετάουσι· μὴ

πρόσθε κλέος εὐρὺ φόνου κατὰ ἄστυ γένηται ἀνδρῶν μνηστήρων, πρὶν ἡμᾶς ἐλθεῖν

ἔξω ἀγρὸν ἐς ἡμέτερον πολυδένδρεον· ἔνθα δ' ἔπειτα φρασσόμεθ' ὅ περ ἂν κέρδος

θεὸς ἐγγυαλίξῃ τουτέστι δώσει, ὡς καὶ ἐν ἄλλοις κεῖται. γίνεται τοίνυν οὕτω. καὶ, ἃ

δὴ καὶ αὐτὰ τρυφὴν φράζει, λούσαντο καὶ ἀμφιέσαντο χιτῶνας, ὅπλισθεν δὲ

γυναῖκες ὡς εἰς δαῖτα ἢ καὶ χορὸν καὶ ὄρχησιν. ὁ δ' εἵλετο θεῖος ἀοιδὸς φόρμιγγα

γλαφυρὴν, ἐν δέ σφισιν ἵμερον ὦρσε μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο,

τοῦ καὶ ἄλλως ἐν δέοντι φιλοπαίγμονος. οἷς τὸ ἐνδόσιμον καὶ ὁ ἐπ' αὐτοῖς ἵμερος ἐκ

τῆς ἀοιδῆς. διὸ καὶ μολπὴ κατά τινας ἡ τῶν παιζόντων, ἐπειδὴ τοιαῦτα τῷ μέλει

ἕπεται. τοῖς δέ, φησι, μέγα δῶμα περιστοναχίζετο ποσσὶν ἀνδρῶν παιζόντων

καλλιζώνων τε γυναικῶν. εἰς τοσοῦτον δὲ ἦν πολὺς ὁ ἦχος, ὥστε καὶ τοῖς ἔξω

ἀκουσθῆναι καθὰ ἤθελεν Ὀδυσσεύς. (ῃερς. 148. σθθ.) φησὶ γοῦν ὁ ποιητής· ὧδε δέ τις

εἴπεσκε δόμων ἔκτοσθεν ἀκούων· ἦ μάλα δή τις ἔγημε πολυμνήστην βασίλειαν.

σχετλίη, οὐδ' ἔτλη πόσιος οὗ κουριδίοιο εἴρυσθαι μέγα δῶμα διαμπερὲς ἕως ἵκοιτο.

(ῃερς. 152.) εἶτα ὁ ποιητὴς κατακλείων τὸ νόημα συμπληρωτικῷ σχήματι φησίν· ὣς

ἄρα τις εἴπεσκε, τὰ δ' οὐκ ἴσαν ὡς ἐτέτυκτο. Ἐν οἷς σημείωσαι καὶ ὡς ἡ λοξὴ τῆς

Πηνελόπης εὐχὴ τετέλεσται νῦν· εἶπε γὰρ ἐκείνη, ὡς νὺξ ἔσται ὅτε στυγερὸς γάμος

ἀντιβολήσει. καὶ ἰδοὺ νὺξ ἄρτι ἐστὶ, καθ' ἣν γάμος συντελεῖται στυγερὸς τοῖς

μνηστῆρσι καὶ τοῖς ἐκείνων. (ῃερς. 119.) Ἀοσσητὴρ δὲ καὶ ἐν τοῖς ῥηθεῖσι, καθὰ καὶ

ἐν ἄλλοις, ὁ δίχα ὄσσης βοηθῶν, τουτέστιν ὁ ἕτοιμος καὶ ἀπροφάσιστος ἐπίκουρος.

(ῃερς. 120.) Τὸ δὲ φεύγεσθαι τὰς πατρίδας ὑπὸ τῶν φονευσάντων καθωμίληται, εἰ μή

τι ἄρα ποινὴν τίσει ὁ φονεὺς τὴν συνδόξασαν· τότε γὰρ ἐᾶται μένειν ἐν δήμῳ, καθὰ

ἐδήλωσε καὶ ἡ Ἰλιάς. Ἐν δὲ τῷ, πηοὺς προλιπὼν, τῷ τῶν πηῶν ἤτοι ἀγχιστέων

ὀνόματι τὴν πᾶσαν ὡς ἐκ μέρους δηλοῖ συγγένειαν. ἔφθη δὲ ὁ ποιητὴς καὶ τοὺς

πηοὺς κηδίστους εἰπεῖν τοῖς ἀνθρώποις μεθ' αἷμα καὶ γένος αὐτῶν. (ῃερς. 121.)

Ἕρματα δὲ πόλεως ἢ τὸν οἱονεὶ κόσμον, ὡς εἴ περ ἡ πόλις καθὰ καί τις γυνὴ

ἐκαλλωπίζετο ὑπ' αὐτῶν οἷα τινῶν ἑρμάτων, ἃ δὴ κόσμου γυναικικοῦ εἶδος εἶναι

προείρηται, ἢ τὰ στηρίγματα ὡς ἀπὸ τῶν κατὰ τὰς νῆας ἑρμάτων, ἅ περ αἱ μὴ

ἔχουσαι ἀνερμάτιστοι λέγονται, ἢ καὶ ἄλλως τὰ κατὰ τοὺς στύλους ἢ κίονας

ἑδράσματα. ὅθεν λαβὼν Λυκόφρων κίονα Τροίας λέγει τὸν Ἕκτορα ἐν τῷ· οἷον,

κίον' ἀϊστώσεις δόμων. Ὅτι δὲ καὶ ἔρεισμα τὰτοιαῦτα εἰσὶ, δηλοῖ ἐκεῖνος ἐπαγαγών·

ἔρεισμα πάτρας δυστυχοῦς ὑποσπάσας. δῆλον δὲ ὡς ἀπὸ τοῦ ἔρεισμα κατὰ συγκοπὴν

τὸ ἕρμα γίνεται, δασυνθὲν αὐτὸ διὰ τὸ μετὰ ˉρ εὐθὺς κεῖσθαι τὸ ˉμ ὁμοίως τῷ

Ἑρμῆς. ἑρμηνεία δὲ παρὰ τῷ ποιητῇ τοῦ, ἕρματα πόληος, ἐπαχθὲν εὐθὺς τὸ, οἳ μέγ'

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

341

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!