Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ... Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

τοῦ νίτρον καὶ λίτρον, καὶ τοῦ Φίντις κύριον ∆ωρικὸν παρὰ Πινδάρῳ, οἱονεὶ Φίλτης, οὗ ἐντελέστερον τὸ Φιλήτας παρηγμένον κατὰ τὸ Νικήτας. ὅμοιον δὲ καὶ τὸ φίντατος, ὅ πέρ ἐστι φίλτατος. ἡ δὲ Ἰλιὰς οὕτω καὶ τὸ γέντο εἶπεν ἀντὶ τοῦ ἕλετο κατὰ συγκοπὴν καὶ προσθήκην τοῦ γάμμα. τοῦ δὲ φίντατος χρῆσις παρ' Ἐπιχάρμῳ ἐν τῷ, φίνταται ταινίαι· ἰχθύες δὲ αἱ τοιαῦται ταινίαι, οὐ μὴν ὁποῖαι παρωνυμοῦσι τὴν, ὡς ὁ Ἀθήναιος λέγει, θρᾷτταν ταινιόπωλιν· αἱ γὰρ ταύτης ταινίαι οὐκ ἰχθῦς δηλοῦσιν· ἀλλ' ἐπὶ ὑφασμάτων λέγονται καὶ ζωνῶν, αἷς γυναῖκες περιδέονται. (ῃερς. 469.) Ἕρκος δὲ δικτυῶδές τι κυρίως μηχάνημα. νῦν δὲ φαίνεται σχοῖνος εἶναι μακρὰ τὸ ἕρκος, ἧς βρόχοι ἀπῃώρηνται πρὸς ἰσότητα σύμμετρον. δῆλον δὲ ὡς ὁμώνυμος λέξις καὶ τὸ ἕρκος. (ῃερς. 470.) Αὖλις δὲ ἀπὸ τῆς αὐλῆς Αἰολικῶς ἡ κοίτη καὶ ἡ κατασκήνωσις, ὅθεν καὶ ἡ ἔπαυλις. ἐκ δὲ τοῦ, στυγερὸς δ' ὑπεδέξατο κοῖτος, λαβών τις τῶν μεθ' Ὅμηρον ἔφη τὸ, ἀτερπέα δ' αὖλιν ἔκυρσαν. (ῃερς. 471.) Τὸ δὲ ἑξείης ἔχειν τὰς κεφαλὰς ἐπιτηδευθῆναι δηλοῖ τὴν τῶν βρόχων διὰ πασῶν ἰσότητα. Ἐνταῦθα δὲ, ὅ πέρ τις ἐπὶ συκῆς ἔφη, περὶ 2.291 ἣν ἀπήγξατο φαύλη γυνὴ, ὡς εἴθε πάντα τὰ δένδρα τοιούτους καρποὺς φέροιεν, ἔστι καὶ ἐπὶ τῶν τοιούτων βρόχων εἰπεῖν, ὡς αἴθε πάντες βρόχοι τοιαῦτα πτηνὰ συλλαμβάνοιεν. (ῃερς. 472.) Ὅρα δὲ καὶ ὅτι βρόχων ἡ παραβολὴ μόνη μέμνηται· ἐν δέ γε τοῖς φθάσασιν οὐ κεῖνται λόγῳ συντομίας σεσιγημένοι. (ῃερς. 474. σθθ.) Ὅτι μετὰ τὰς δμωὰς οἱ περὶ τὸν Τηλέμαχον ἀνὰ πρόθυρόν τε καὶ αὐλὴν τὸν Μελάνθιον ἦγον. τοῦ δ' ἀπὸ μὲν ῥῖνάς τε καὶ οὔατα νηλέϊ χαλκῷ τάμνον, μήδεά τ' ἐξέρυσαν κυσὶν ὠμὰ δάσασθαι, χεῖράς τ' ἠδὲ πόδας κόπτον κεκοτηότι θυμῷ· ἀπότομος αὕτη καὶ δεινοτάτη ποινὴ, ἐξ ἧς εἰκὸς καὶ θανεῖν τὸν Μελάνθιον, εἰ καὶ ὁ ποιητὴς καὶ αὐτὸ σιγᾷ. ἐπὶ δὲ τούτοις οἱ ταῦτα δράσαντες ἀπονιψάμενοι χεῖράς τε πόδας τε εἰς Ὀδυσῆα δόμονδε κίον· τετέλεστο δὲ ἔργον. Καὶ ὅρα καὶ τοῦτο ἐπιφωνηματικῶς λεχθὲν, ὡς καὶ πρὸ βραχέων εἴρηται. (ῃερς. 481.) Ὅτι πεφονευμένων ἤδη τῶν ἀξίων θανάτου θεῖον καὶ πῦρ ζητεῖ Ὀδυσσεὺς ἐπὶ καθάρσει τοῦ δώματος. ἐδόκουν γὰρ οἱ Ἕλληνες οὕτω τὰ τοιαῦτα μύση καθαίρεσθαι διοπομπούμενα. καὶ ἕτεροι μὲν δηλοῦσι τρόπους καθαρσίων ἑτέρους. ἃ καὶ ἐξάγοντες τῶν οἴκων μετὰ τὰς ἐθίμους ἐπαοιδὰς προσέῤῥιπτον ἀμφόδοις, ἔμπαλιν τὰ πρόσωπα στρέφοντες καὶ ἐπανιόντες ἀμεταστρεπτί. ὁ δέ γε ποιητικὸς Ὀδυσσεὺς οὐχ' οὕτω ποιεῖ, ἀλλ' ἑτέρως ἁπλούστερον. φησὶ γοῦν· οἶσε θέειον γρηῢ κακῶν ἄκος, οἶσε δέ μοι πῦρ, ὄφρα θεειώσω μέγαρον. καὶ ἡ γραῦς ποιεῖ οὕτω καὶ ἤνεγκε πῦρ καὶ θήϊον. καὶ Ὀδυσσεὺς εὖ διεθείωσε μέγαρον καὶ δῶμα καὶ αὐλὴν πλέον ποιήσας οὐδέν. Καὶ ὅρα τὸ οἶσε δὶς λεχθὲν, τοῖς μετρικοῖς μόνοις ὂν χρήσιμον. οὗ περ ἡ γραφὴ διὰ ψιλοῦ λόγῳ παρατατικοῦ, ὡς προδεδήλωται, ἀπὸ ἐνεστῶτος τοῦ οἴσω. Θέειον δὲ θυμιάματος εἶδος καθαίρειν δοκοῦντος τοὺς μιασμούς. διὸ καὶ διαστείλας κακῶν ἄκος αὐτό φησιν ὁ ποιητής. οὔτε δέ τινες ἐνταῦθα ἐπῳδαὶ συνήθεις τοῖς παλαιοῖς, οὔτε στενωπὸς ἐν ᾧ οἱ ἄνθρακες ἀπαγόμενοι αὐτῷ ἀγγείῳ ἐῤῥίπτοντο ὀπισθοφανῶς. Ἰστέον δὲ ὅτι οὐ μόνον διὰ θείου ἐγίνοντο καθαρμοὶ καθὰ, προσεχῶς ἐγράφη, ἀλλὰ καὶ φυτά τινα εἰς τοῦτο χρήσιμα ἦν. ἀριστερεὼν γοῦν, φυτὸν κατὰ Παυσανίαν, ἐπιτήδειον εἰς καθαρμόν. καὶ σῦς δὲ εἰς τοιαῦτα ἐστὶν, οὗ παρελαμβάνετο, ὡς ἐν Ἰλιάδι φαίνεται. καὶ οἱ τὸ διοπομπεῖν δὲ ἑρμηνεύοντές φασιν ὅτι δῖον ἐκάλουν, κώδιον ἱερείου τιθέντος ∆ιῒ μειλιχίῳ ἐν τοῖς καθαρμοῖς φθίνοντος μαιμακτηριῶνος μηνὸς ὅτε ἤγοντο τὰ πομπαῖα. καὶ καθαρμῶν ἐκβολαὶ εἰς τὰς τριόδους ἐγίνοντο. εἶχον δὲ μετὰ χεῖρας πομπόν· ὅ περ ἦν, φασὶ, κηρύκιον, σέβας Ἑρμοῦ. καὶ ἐκ τοῦ τοιούτου πομποῦ καὶ τοῦ ῥηθέντος δίου τὸ διοπομπεῖν. καὶ τοῦτο μὲν οὕτως ἐξ ἱστορίας. ἄλλως δὲ κοινότερον διοπομπεῖν καὶ ἀποδιοπομπεῖν ἐφαίνετο τὸ, ∆ιὸς ἀλεξικάκου ἐπικλήσει ἐκπέμπειν τὰ φαῦλα. ὅτι δὲ καὶ δι' αἵματος ἦν κάθαρσις, αἱ ἱστορίαι δηλοῦσιν, ὁποία καὶ ἡ τῶν φονέων, οἳ αἵματι νιπτόμενοι καθάρσιον εἶχον αὐτό. λέγονται δὲ ὡς οἱ περὶ τὴν τοιαύτην τέχνην καὶ μάλιστα οἱ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 332

τὰς πόλεις καθαίροντες φαρμακοὶ Ἀττικῶς ἐλέγοντο, καθὰ δηλοῖ καὶ ὁ ∆ημοσθένης, Ἴωνες δέ, φασι, προπαροξυτόνως. τοῦ δὲ τοιούτου καθαίρειν παράγωγα τὸ καθάρσιον καὶ τὸ κάθαρμα, ἐκεῖνο μὲν οὐ μωμητὸν, τοῦτο δὲ ψεκτὸν, ἀφ' οὗ καθάρματα τοὺς ῥυπαροὺς καὶ ἀποβλήτους φαμέν· καὶ ἔστιν αὐτὸ σκῶμμα δριμύτερον τοῦ ἐν Ἰλιάδι λύματος ἤγουν ἀπονίμματος, ἐξ οὗ καὶ ἡ λύμη καὶ ὁ λυμεών· ὥς περ αὖ πάλιν τοῦ λύματος ἀφελέστερον τὸ περίψημα σπόγγισμά τι ὂν αὐτὸ καὶ κατὰ τοῦτο ἐοικὸς τῷ λύματι. Τὸ δὲ θεῖον γίνεται ἀπὸ τοῦ θεὸς θέϊον κατὰ παραγωγὴν ἁπλῆν, καὶ ἐν συναιρέσει θεῖον δισυλλάβως· ἐξ οὗ καὶ θειῶσαι τὸ θυμιάσαι, ὡς τὸ, εὖ διεθείωσε. προσλαβὼν δὲ τὸ ˉε πρὸ τῆς διφθόγγου γίνεται θέειον τρισυλλάβως, ἐξ οὗ τὸ, ὄφρα θεειώσω. ἄλλως δὲ διαλυθὲν τὸ δισύλλαβον θεῖον γίνεται θήϊον. καὶ ἔστι δυνατὸν καὶ ἀπ' αὐτοῦ γενέσθαι ῥῆμα τὸ θηϊῶσαι. Ὅτι δὲ θεῖον ἔστιν ἐνταῦθα νοῆσαι καὶ τὸν θέαφον τὸ λεγόμενον δηλαδὴ θεῖον ἄπυρον, δηλοῦσιν οἱ παλαιοί. καὶ θεῖον μὲν ἴσως διὰ τὸ καινὸν τῆς αὐτοῦ ἐνεργείας καὶ τεράστιον, ἢ διὰ τὸ ἀνάγεσθαι ἔνθα τὰ θεῖα, ἢ καὶ διὰ τὸ θεόθεν εἶναι· μετὰ προσθήκης δὲ θεῖον ἄπυρον τὸ ὀλιγόπυρον· βραχὺ γὰρ ψαῦσαν πυρὸς ἀνάπτεται· ἢ ὅτι οὐ χρὴ ἁπλῶς πυροῦσθαι αὐτὸ διὰ τὸ δύσοδμον. (ῃερς. 494.) Ἐν δὲ τῷ, μέγαρον καὶ δῶμα καὶ αὐλὴν, διαφορά τις φαίνεται μεγάρου καὶ δώματος. καὶ ἴσως μέγαρον τὴν γυναικωνίτιν φησί. καὶ κεῖνται χρήσεις εἰς τοῦτο πρὸ ὀλίγων τινές. φαίνεται δὲ αὐτὸ καὶ ἔνθα ἡ Πηνελόπη ἐγκελεύεται τῇ Εὐρυκλείᾳ μέγαρόνδε ἔρχεσθαι, καὶ Τηλέμαχος δὲ αὐτὴν ἀπὸ μεγάρου καλεῖ. (ῃερς. 492.) Τὸ δὲ, οἶσε πῦρ, περιφράζων ἅμα καὶ παραφράζων, πῦρ νῦν μοι, φησὶ, πρώτιστον 2.292 ἐνὶ μεγάροισι γενέσθω. (ῃερς. 487.) Ὅτι προτροπὴ κακοείμονος εἰς λαμπροφορίαν τὸ, ἀλλ' ἄγε δὴ χλαῖνάν τε χιτῶνά τε εἵματ' ἐνείκω, μηδ' οὕτω ῥάκεσι πεπυκασμένος εὐρέας ὤμους ἕσταθ' ἐνὶ μεγάροισι νεμεσσητὸν δέ κεν εἴη. (ῃερς. 489.) Ἀπὸ τοῦ ἕστακα δὲ, οὗ προστακτικὸν τὸ ἕστακε, γίνεται τὸ ἕσταθι κατὰ πλεονασμὸν ὁμοίως τῷ, κλύε, κλῦθι, καὶ τοῖς τοιούτοις. (ῃερς. 498.) Ὅτι πάλιν τῆς Εὐρυκλείας μετακαλεσαμένης ἀμφεχέοντο καὶ ἠσπάζοντο Ὀδυσῆα καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους αἱ ἀθῷοι δμωαὶ, χεῖράς τ' αἰνύμεναι· τὸν δὲ γλυκὺς ἵμερος ᾕρει κλαυθμοῦ καὶ στοναχῆς· γίγνωσκε δ' ἄρα φρεσὶ πάσας. λαλεῖ δὲ πρὸς οὐδεμίαν οὐδέν. τί γὰρ καὶ ἦν λέγειν τὸν οὕτω σεμνὸν Ὀδυσσέα πρός γε τὰς τοιαύτας; ἀρκεῖ δὲ ἀντὶ προσφθέγματος ὁ ἐνδιάθετος κλαυθμὸς καὶ ἡ στοναχὴ, ἅ περ ᾐδεῖτο ἐν τῇ τῶν Φαιάκων γῇ πάσχων Ὀδυσσεύς. (ῃερς. 499.) Ἰστέον δὲ ὡς ἐκ τοῦ, κύνεον ἀγαπαζόμεναι, εἰλῆφθαι δοκεῖ παρὰ τοῖς ὕστερον ἀγαπᾶν λέγειν τὸ φιλεῖν καὶ ἀγάπην τὸ φίλημα. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ψ. ΟΜΗΡΟΥ ΡΑΨΩΙ∆ΙΑΣ. Ἀναγνωρισμὸς Ὀδυσσέως πρὸς τὴν γυναῖκα καὶ τῶν τῆς πλάνης διηγημάτων ἀνακεφαλαίωσις καὶ Ὀδυσσέως καὶ Τηλεμάχου μετὰ τῶν οἰκείων ἔξοδος. Ο∆ΥΣΣΕΙΑΣ Ψ. ΟΜΗΡΟΥ ΡΑΨΩΙ∆ΙΑ. Ὅτι ἐν τῇ παρούσῃ ῥαψῳδίᾳ Ὀδυσσεὺς ἀναγνωρίζεται τῇ γυναικί. διὸ καὶ Ὀδυσσέως ὑπὸ Πηνελόπης ἀναγνωρισμὸς ἐπιγράφεται. κατάρχει δὲ ταύτης ἡ γραῦς Εὐρύκλεια τὰ κατὰ τὸν Ὀδυσσέα τῇ γυναικὶ ἀγγέλλουσα. φησὶ γάρ· (ῃερς. 1. σθθ.) γρηῢς δ' εἰς ὑπερῷ' ἀνεβήσατο καγχαλόωσα, ὡς εἰκὸς, δεσποίνῃ ἐρέουσα τὰ κατὰ τὸν Ὀδυσσέα· γούνατα δ' ἐῤῥώσαντο, τουτέστιν ἐῤῥωμένως ἐκινήθησαν, πόδες δ' ὑπερικταίνοντο. τοιοῦτον γὰρ ἡ παρ' ἐλπίδα τέρψις, ἀνανεοῦσα τὸ γῆρας καὶ τὰς φυσικὰς δυνάμεις ἠτονηκυίας ῥωνύουσα ὡς τὰ πολλὰ, εἰ καὶ ἔστιν ὅτε πολλοὶ τῇ ὑπερβολῇ τῆς χαρᾶς ἀπέβησαν. διὸ καὶ Λαέρτης ἐν τοῖς ἑξῆς τὸ γῆρας οἷον ἀποθέμενος διὰ τὴν ἐπὶ τῷ Ὀδυσσεῖ χαρὰν νεοτήσιον μένος ἐπαναλήψεται. (ῃερς. 1.) Ἰστέον δὲ ὅτι τὸ γρηῦς ταυτὸν μέν ἐστι τῷ νηῦς κατὰ τὴν προφορὰν καὶ τὴν κλίσιν, οὐ πάντα δὲ ἔχει ὡς ἐκεῖνο. τοῦτο μὲν γὰρ διαλύεται, ὡς καὶ ἐνταῦθα, γρηῢς δ' εἰς ὑπερῷ' ἀνεβήσατο· ἡ δὲ νηῦς οὐ διαλύεται. καὶ ἡ ναῦς μὲν ἔχει καὶ Ἀττικὸν, τῆς νεὼς γάρ· ἡ δὲ γρηῦς οὔ. τὰ δὲ λοιπὰ ὡμοίωνται. ναῦς γὰρ ναὸς καὶ νηὸς, ὡς γραῦς γραὸς καὶ γρηός. (ῃερς. 3.) Τὸ δὲ, Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 333

τοῦ νίτρον καὶ λίτρον, καὶ τοῦ Φίντις κύριον ∆ωρικὸν παρὰ Πινδάρῳ, οἱονεὶ Φίλτης,

οὗ ἐντελέστερον τὸ Φιλήτας παρηγμένον κατὰ τὸ Νικήτας. ὅμοιον δὲ καὶ τὸ

φίντατος, ὅ πέρ ἐστι φίλτατος. ἡ δὲ Ἰλιὰς οὕτω καὶ τὸ γέντο εἶπεν ἀντὶ τοῦ ἕλετο

κατὰ συγκοπὴν καὶ προσθήκην τοῦ γάμμα. τοῦ δὲ φίντατος χρῆσις παρ' Ἐπιχάρμῳ ἐν

τῷ, φίνταται ταινίαι· ἰχθύες δὲ αἱ τοιαῦται ταινίαι, οὐ μὴν ὁποῖαι παρωνυμοῦσι τὴν,

ὡς ὁ Ἀθήναιος λέγει, θρᾷτταν ταινιόπωλιν· αἱ γὰρ ταύτης ταινίαι οὐκ ἰχθῦς

δηλοῦσιν· ἀλλ' ἐπὶ ὑφασμάτων λέγονται καὶ ζωνῶν, αἷς γυναῖκες περιδέονται.

(ῃερς. 469.) Ἕρκος δὲ δικτυῶδές τι κυρίως μηχάνημα. νῦν δὲ φαίνεται σχοῖνος εἶναι

μακρὰ τὸ ἕρκος, ἧς βρόχοι ἀπῃώρηνται πρὸς ἰσότητα σύμμετρον. δῆλον δὲ ὡς

ὁμώνυμος λέξις καὶ τὸ ἕρκος. (ῃερς. 470.) Αὖλις δὲ ἀπὸ τῆς αὐλῆς Αἰολικῶς ἡ κοίτη

καὶ ἡ κατασκήνωσις, ὅθεν καὶ ἡ ἔπαυλις. ἐκ δὲ τοῦ, στυγερὸς δ' ὑπεδέξατο κοῖτος,

λαβών τις τῶν μεθ' Ὅμηρον ἔφη τὸ, ἀτερπέα δ' αὖλιν ἔκυρσαν. (ῃερς. 471.) Τὸ δὲ

ἑξείης ἔχειν τὰς κεφαλὰς ἐπιτηδευθῆναι δηλοῖ τὴν τῶν βρόχων διὰ πασῶν ἰσότητα.

Ἐνταῦθα δὲ, ὅ πέρ τις ἐπὶ συκῆς ἔφη, περὶ 2.291 ἣν ἀπήγξατο φαύλη γυνὴ, ὡς εἴθε

πάντα τὰ δένδρα τοιούτους καρποὺς φέροιεν, ἔστι καὶ ἐπὶ τῶν τοιούτων βρόχων

εἰπεῖν, ὡς αἴθε πάντες βρόχοι τοιαῦτα πτηνὰ συλλαμβάνοιεν. (ῃερς. 472.) Ὅρα δὲ καὶ

ὅτι βρόχων ἡ παραβολὴ μόνη μέμνηται· ἐν δέ γε τοῖς φθάσασιν οὐ κεῖνται λόγῳ

συντομίας σεσιγημένοι. (ῃερς. 474. σθθ.) Ὅτι μετὰ τὰς δμωὰς οἱ περὶ τὸν Τηλέμαχον

ἀνὰ πρόθυρόν τε καὶ αὐλὴν τὸν Μελάνθιον ἦγον. τοῦ δ' ἀπὸ μὲν ῥῖνάς τε καὶ οὔατα

νηλέϊ χαλκῷ τάμνον, μήδεά τ' ἐξέρυσαν κυσὶν ὠμὰ δάσασθαι, χεῖράς τ' ἠδὲ πόδας

κόπτον κεκοτηότι θυμῷ· ἀπότομος αὕτη καὶ δεινοτάτη ποινὴ, ἐξ ἧς εἰκὸς καὶ θανεῖν

τὸν Μελάνθιον, εἰ καὶ ὁ ποιητὴς καὶ αὐτὸ σιγᾷ. ἐπὶ δὲ τούτοις οἱ ταῦτα δράσαντες

ἀπονιψάμενοι χεῖράς τε πόδας τε εἰς Ὀδυσῆα δόμονδε κίον· τετέλεστο δὲ ἔργον. Καὶ

ὅρα καὶ τοῦτο ἐπιφωνηματικῶς λεχθὲν, ὡς καὶ πρὸ βραχέων εἴρηται. (ῃερς. 481.)

Ὅτι πεφονευμένων ἤδη τῶν ἀξίων θανάτου θεῖον καὶ πῦρ ζητεῖ Ὀδυσσεὺς ἐπὶ

καθάρσει τοῦ δώματος. ἐδόκουν γὰρ οἱ Ἕλληνες οὕτω τὰ τοιαῦτα μύση καθαίρεσθαι

διοπομπούμενα. καὶ ἕτεροι μὲν δηλοῦσι τρόπους καθαρσίων ἑτέρους. ἃ καὶ

ἐξάγοντες τῶν οἴκων μετὰ τὰς ἐθίμους ἐπαοιδὰς προσέῤῥιπτον ἀμφόδοις, ἔμπαλιν

τὰ πρόσωπα στρέφοντες καὶ ἐπανιόντες ἀμεταστρεπτί. ὁ δέ γε ποιητικὸς Ὀδυσσεὺς

οὐχ' οὕτω ποιεῖ, ἀλλ' ἑτέρως ἁπλούστερον. φησὶ γοῦν· οἶσε θέειον γρηῢ κακῶν ἄκος,

οἶσε δέ μοι πῦρ, ὄφρα θεειώσω μέγαρον. καὶ ἡ γραῦς ποιεῖ οὕτω καὶ ἤνεγκε πῦρ καὶ

θήϊον. καὶ Ὀδυσσεὺς εὖ διεθείωσε μέγαρον καὶ δῶμα καὶ αὐλὴν πλέον ποιήσας

οὐδέν. Καὶ ὅρα τὸ οἶσε δὶς λεχθὲν, τοῖς μετρικοῖς μόνοις ὂν χρήσιμον. οὗ περ ἡ

γραφὴ διὰ ψιλοῦ λόγῳ παρατατικοῦ, ὡς προδεδήλωται, ἀπὸ ἐνεστῶτος τοῦ οἴσω.

Θέειον δὲ θυμιάματος εἶδος καθαίρειν δοκοῦντος τοὺς μιασμούς. διὸ καὶ διαστείλας

κακῶν ἄκος αὐτό φησιν ὁ ποιητής. οὔτε δέ τινες ἐνταῦθα ἐπῳδαὶ συνήθεις τοῖς

παλαιοῖς, οὔτε στενωπὸς ἐν ᾧ οἱ ἄνθρακες ἀπαγόμενοι αὐτῷ ἀγγείῳ ἐῤῥίπτοντο

ὀπισθοφανῶς. Ἰστέον δὲ ὅτι οὐ μόνον διὰ θείου ἐγίνοντο καθαρμοὶ καθὰ, προσεχῶς

ἐγράφη, ἀλλὰ καὶ φυτά τινα εἰς τοῦτο χρήσιμα ἦν. ἀριστερεὼν γοῦν, φυτὸν κατὰ

Παυσανίαν, ἐπιτήδειον εἰς καθαρμόν. καὶ σῦς δὲ εἰς τοιαῦτα ἐστὶν, οὗ

παρελαμβάνετο, ὡς ἐν Ἰλιάδι φαίνεται. καὶ οἱ τὸ διοπομπεῖν δὲ ἑρμηνεύοντές φασιν

ὅτι δῖον ἐκάλουν, κώδιον ἱερείου τιθέντος ∆ιῒ μειλιχίῳ ἐν τοῖς καθαρμοῖς φθίνοντος

μαιμακτηριῶνος μηνὸς ὅτε ἤγοντο τὰ πομπαῖα. καὶ καθαρμῶν ἐκβολαὶ εἰς τὰς

τριόδους ἐγίνοντο. εἶχον δὲ μετὰ χεῖρας πομπόν· ὅ περ ἦν, φασὶ, κηρύκιον, σέβας

Ἑρμοῦ. καὶ ἐκ τοῦ τοιούτου πομποῦ καὶ τοῦ ῥηθέντος δίου τὸ διοπομπεῖν. καὶ τοῦτο

μὲν οὕτως ἐξ ἱστορίας. ἄλλως δὲ κοινότερον διοπομπεῖν καὶ ἀποδιοπομπεῖν

ἐφαίνετο τὸ, ∆ιὸς ἀλεξικάκου ἐπικλήσει ἐκπέμπειν τὰ φαῦλα. ὅτι δὲ καὶ δι' αἵματος

ἦν κάθαρσις, αἱ ἱστορίαι δηλοῦσιν, ὁποία καὶ ἡ τῶν φονέων, οἳ αἵματι νιπτόμενοι

καθάρσιον εἶχον αὐτό. λέγονται δὲ ὡς οἱ περὶ τὴν τοιαύτην τέχνην καὶ μάλιστα οἱ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

332

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!