18.07.2013 Views

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἔχει τι ὁμοιότητος καὶ πρὸς τὸ, νηπιάας ὀχέειν. ταυτὸν γὰρ ἀναιδείης ἐπιβῆναι καὶ

ἐπὶ νηπιότητος ὀχεῖσθαι, εἰ μὴ ἄρα ἐκεῖνο μᾶλλον ἐνεργητικῶς νοεῖται, ἵνα λέγηται

ὁ παῖς ὀχεῖν, τουτέστι φέρειν ἤτοι βαστάζειν, νηπιάας ἐν πτώσει αἰτιατικῇ, ὅ ἐστι

νηπιότητας. λέγοι δ' ἂν ἀναιδείης ἐπιβῆναι καὶ τὸ εἰς ἄκρον αὐτῆς ἐλθεῖν. καὶ ἄλλως

δὲ μεταφορικῶς ἂν ἔχοι ὡς ἀπὸ ἐπιβάσεως τῆς εἰς ἅρμα. Ὅρα δὲ καὶ ὡς ἀφώρισεν

ἐνταῦθα τὴν ἀναίδειαν εἰς τὸ μὴ τοὺς ἀναγκαίους τιμᾶν. (ῃερς. 434.) Ὅτι σύντομος

παρίσωσις ἐν τῷ, ἀγγελέουσα γυναιξὶ καὶ ἐποτρυνέουσα νέεσθαι. (ῃερς. 435.) Ὅτι

διακοσμῆσαι θελήσας Ὀδυσσεὺς τὰ τοῦ δώματος πρὶν ἀφυπνισθῆναι τὴν γυναῖκα

κελεύει τῷ υἱῷ καὶ τοῖς δούλοις εἰς ἑαυτὸν καλεσάμενος οὕτως· (ῃερς. 437.) ἄρχετε

νῦν, ὅ περ οἱ μεθ' Ὅμηρον ἄρχεσθέ φασι, νέκυας φορέειν, καὶ ἄνωχθε γυναῖκας, τὰς

δώδεκα δηλαδή. αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας ὕδατι καὶ

σπόγγοισι πολυτρήτοισι καθαίρειν· ὃ δὴ καὶ ποιοῦσιν ἐκεῖναι, ἀολλέες ἐλθοῦσαι

ἅπασαι, αἰνὰ ὀλοφυρόμεναι, (ῃερς. 447.) θαλερὸν κατὰ δάκρυ χέουσαι διὰ τὰ

ἐλπιζόμενα οὐκ ἀγαθὰ, οὐ μὴν κατὰ τὴν γραῦν ὀλολύζουσαι. (ῃερς. 454.) Τηλέμαχος

δὲ καὶ οἱ δοῦλοι λίστροισι δάπεδον δόμου ξύον. καὶ αἱ δμωαὶ φέρουσαι καὶ τὰ

ξυόμενα δηλαδὴ τίθεσαν θύραζε, ὅπου καὶ οἱ νεκροὶ ἔκειντο περὶ τὴν αἴθουσαν. φησὶ

γάρ· νέκυας φόρεον, κὰδ δ' ἂρ ὑπ' αἰθούσῃ τίθεσαν εὐερκέος αὐλῆς, ἀλλήλαις

ἐρείδουσαι. σήμαινε δ' Ὀδυσσεὺς αὐτὸς ἐπιστείχων, (ῃερς. 451.) ταὶ δ' ἐκφόρεον καὶ

ἀνάγκῃ, ἵνα οὕτω γοῦν ὑπουργοῖεν αἱ ἄλλως μὴ ἐθέλουσαι δουλοσύνης ἀνέχεσθαι.

(ῃερς. 456.) Καὶ ὅρα ὡς ταυτὸν ὑπ' αἰθούσῃ εἰπεῖν καὶ θύραζε περὶ τὴν αὐλήν· ταύτης

γὰρ ἡ αἴθουσα, ὡς δηλοῖ τὸ, ὑπ' αἰθούσῃ εὐερκέος αὐλῆς. Τιμωρία δέ τις ταῖς δμωαῖς

τὰ νῦν ἐπιταχθέντα, ὡς ἂν, ἐφ' οἷς ἔχαιρον τρυφῶσαι, διακονοῦσαι νῦν, ὡς οὐ

θέλουσιν, ἐπὶ τοῖς αὐτοῖς παθαίνοιντο. (ῃερς. 440.) ∆ιακοσμηθῆναι δὲ δόμον ἔφη

Ὀδυσσεὺς τὸ διόλου πάντα κόσμον γενέσθαι. Πολύτρητοι δὲ σπόγγοι πρός τινα ἴσως

ὁμοιότητα τοῦ, πολυωπὸν δίκτυον. (ῃερς. 446.) Τὸ δὲ, αἱ δὲ γυναῖκες ἀολλέες ἦλθον

ἅπασαι καὶ ἑξῆς ὡς ἀνωτέρω κεῖται, πένθος γυναικεῖον δηλοῖ. (ῃερς. 448.) Τὸ δὲ

φορεῖν καὶ οἷον νέκυας φόρεον ἤτοι ἐνεκροφόρουν ταυτὸν τῷ φέρειν. ἐπήγαγε γάρ·

ταὶ δ' ἔφερον δμωαί. προσλήψει δὲ προθέσεων γίνεται ἀπ' αὐτοῦ τό τε ἐκφορεῖν καὶ

τὸ εἰσφορεῖν. (ῃερς. 450.) Τὸ δὲ ἐρείδειν ἐν τῷ, ἀλλήλῃσιν ἐρείδουσαι, ἀντίβασιν

δηλοῖ τὴν καὶ ἀντέρεισιν ἐκ μεταφορᾶς τῶν ἀντερειδόντων σωμάτων εἴτε ξύλων

εἴτε καὶ ἑτέρων· δῆλον γὰρ ὡς οἱ ἀντιβαστάζοντές τι καὶ ἀντερείδουσιν. Ἰστέον δὲ

ὅτι δύναται εἶναι καὶ ἐπ' ἀλλήλοισιν ἐρείδουσαι, ἵνα δηλοῖ στοιβὴν τῶν νεκρῶν ἡ

λέξις. ἐρεῖ γοῦν μετ' ὀλίγα· κείατ' ἐπ' ἀλλήλοισι. (ῃερς. 455.) Λίστρα δὲ ὅτι τὰ ξύστρα

ἐστὶ, προείρηται. ∆άπεδον δὲ καὶ ἐνταῦθα τὸ ὑπόστεγον ἔδαφος, ὡς δηλοῖ τὸ,

δάπεδον δόμοιο, πρὸς διαστολὴν ῥηθὲν τοῦ αἰθρίου. (ῃερς. 436.) Ἐν τούτοις δὲ κεῖται

καὶ τὸ ἓ ἁπλῆ ἀντωνυμία ἀντὶ συνθέτου τῆς ἑαυτὸν, εἰ καὶ ἐν Ἰλιάδι

παρασημειοῦνται τινὲς ἐν τῷ, ῥίμφα ἓ γοῦνα φέρει, μὴ δύνασθαι τὸ ἓ νοεῖσθαι ἀντὶ

τοῦ εἰς ἑαυτόν. φησὶ γάρ· εἰς ἓ καλεσάμενος Ὀδυσσεὺς ἤγουν εἰς ἑαυτόν. (ῃερς. 441–

473.) Ὅτι ἐπιτάξαντος Ὀδυσσέως τοῖς ἑαυτοῦ μετὰ τὴν τοῦ οἴκου διακόσμησιν

ἐξαγαγεῖν εὐσταθέος μεγάροιο τὰς φαύλας δμωὰς μεσσηγύς τε θόλου καὶ ἀμύμονος

ἕρκεος αὐλῆς θεινέμεναι, τουτέστι θείνειν καὶ τύπτειν ξίφεσιν, εἰσόκε, φησὶ, ψυχὰς

ἐξαφέλησθε καὶ ἐκλελάθοιντ' Ἀφροδίτης, ἣν ἂρ ὑπὸ μνηστῆρσιν ἔχον μίσγοντό τε

λάθρῃ, ποιοῦσιν οὕτως οἱ κελευθέντες καὶ ἐξαγαγόντες μεσσηγύς τε θόλου τοῦ

ῥηθέντος καὶ τοῦ τῆς αὐλῆς ἕρκεος εἴλεον ἐν στένει, τουτέστι συνέκλειον αὐτὰς ἐν

στενοχωρίᾳ τόπου, ὅθεν οὔ πως ἦεν ἀλύξαι. καὶ Ὀδυσσεὺς μὲν οὕτως ἁπλῶς

φονευθῆναι κελεύει τὰς δμωὰς, Τηλέμαχος δὲ εἰπὼν, μὴ μὲν δὴ καθαρῷ θανάτῳ ἀπὸ

θυμὸν ἑλοίμην τάων, αἳ δὴ ἐμῇ κεφαλῇ κατ' ὀνείδεα χεῦαν, τουτέστι κατέχεάν μου

ὕβρεις, μητέρι θ' ἡμετέρῃ, παρά τε μνηστῆρσιν ἴαυον, πεῖσμα νεὸς κίονος ἐξάψας

μεγάλης περίβαλλε θόλοιο, τουτέστι στύλου ἐξαρτήσας τινὸς ἢ κιονοειδοῦς ξύλου

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

330

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!