18.07.2013 Views

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

θνήσκειν ἰχθύας, ἀλλὰ τὸ θερμόν. οὐ δύνανται γὰρ ἡλίῳ θέρεσθαι οἷς ὁ βίος αἰεὶ ἐν

ὑγρῷ. (ῃερς. 391.) Ὅτι καὶ ἐνταῦθα ἐν ἀρχῇ λόγου κεῖται ἀναντιῤῥήτως τὸ, εἰ δ', ἄγε

ἀντὶ τοῦ εἴα ἄγε. φησὶ γάρ· εἴ δ', ἄγε μοι κάλεσον τροφόν. (ῃερς. 392.) Λέγει δὲ

καταθύμιον τὸ κατὰ νοῦν νόημα, εἰπών· ἔπος τό μοι καταθύμιόν ἐστιν. (ῃερς. 394.)

Ὅτι κινῆσαι θύραν φησὶ τὸ διασαλεῦσαι ἐπὶ κλήσει τινὸς τῶν ἔνδον. καὶ ἔστιν

ἕτερον τοῦτο τοῦ κόψαι καὶ κροῦσαι. Τηλέμαχος οὖν κελευσθεὶς ὑπὸ τοῦ πατρὸς,

κινήσας θύρην, καλεῖ τὴν μαῖαν. ἣν καὶ δμωάων σκοπὸν λέγει, ὅ ἐστιν

ἐπιμελήτριαν, ἐπίτροπον. ἡ δὲ τοιαύτη καὶ ἐπίσκοπος λέγοιτ' ἂν κατὰ τὸ, ἐπίσκοπος

ἦσιν ὁδαίων. (ῃερς. 399.) Ὅτι ἐξελθοῦσα μεγάρων ἤτοι τοῦ γυναικῶνος Εὐρύκλεια

εὗρεν Ὀδυσσέα μετὰ κταμένοισι νέκυσιν αἵματι καὶ λύθρῳ πεπαλαγμένον, ὥς τε

λέοντα ὅς ῥά τε βεβρωκὼς βοὸς ἔρχεται ἀγραύλοιο, πᾶν δ' ἄρα οἱ στῆθός τε παρήϊά

τε ἀμφοτέρωθεν αἱματόεντα πέλει, δεινὸς δ' εἰς ὦπα ἰδέσθαι· ὣς Ὀδυσσεὺς

πεπάλακτο χεῖρας καὶ πόδας ὕπερθεν. καὶ ἡ μὲν ὡς νέκυας καὶ ἄσπετον εἴσιδεν αἷμα,

ἴθυσεν ὀλολύξαι· ἐπεὶ μέγα εἴσιδεν ἔργον. ἀλλ' Ὀδυσσεὺς κατέρυκεν εἰπών· ἐν θυμῷ,

γρηῦ, χαῖρε καὶ ἴσχεο, μηδ' ὀλόλυζε. (ῃερς. 412.) εἶτα καὶ εἰπὼν γνωμικῶς ὅτι οὐχ'

ὁσίη κταμένοισιν ἐπ' ἀνδράσιν εὐχετάασθαι, ἐπιφέρει ἅ περ ἂν εἴποι τις ἐπὶ θανάτῳ

ἀδίκων ἀνδρῶν. φησὶ γάρ· τούσδε δὲ δίκη ἐδάμασε θεοῦ καὶ σχέτλια ἔργα. ποῖα δὲ

σχέτλια ἔργα; οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων, οὐ κακὸν οὐδὲ μὲν ἐσθλὸν

ὅ τις σφέας εἰσαφίκοιτο· τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον. (ῃερς. 403.)

Ὅρα δὲ ὅτι καλῶς ἡ ῥηθεῖσα παραβολὴ οὐ πεινῶντι λέοντι τὸν Ὀδυσσέα εἰκάζει,

ἀλλ' ἤδη κεκορεσμένῳ καὶ οὕτως ἐρχομένῳ ἤτοι ἁπλῶς βαδίζοντι ἢ ἀπερχομένῳ·

καὶ ὅτι παιδευτικὸν τὸ μὴ ἐθέλειν ἐπικαυχᾶσθαι ἀνδράσι τεθνεῶσιν, ἢ μᾶλλον

ἄλλως εἰπεῖν, οἳ οὐκ ἐξ ἀνδρίας τῶν καταβαλόντων ἀλλ' ἐκ θεομηνίας ἔπεσον. οἱ

μέντοι ἀκριβέστεροι λέγειν φασὶ τὸν ποιητὴν ὅτι οὐ καλὸν οὐδὲ ὅσιον κταμένοις ἐπ'

ἀνδράσιν ἐπεύχεσθαι, ὃ ταυτὸν τῷ ὀλολύζειν ἐστὶν, ὡς καὶ ἡ Ἰλιὰς ἐδήλωσε

σαφέστατα. ἡ γὰρ εὐχή, φασι, θεοῦ παρουσίαν αἰτεῖ· παρεῖναι δὲ νεκροῖς τὸ θεῖον οὐ

θεμιτὸν ἐνόμιζον Ἕλληνες. ὅθεν καὶ Ἄρτεμις ἐκλείποντος Ἱππολύτου παρ' Εὐριπίδῃ

ὑποχωρεῖ. ἄλλως δέ, φασι, κωλύειν τὸ ἐπικαυχᾶσθαι οὐκ εὔλογον· αὐτὸς γάρ, φασιν,

ὁ ταῦτα λέγων Ὀδυσσεὺς ἐν Ἰλιάδι ἐπεύχεται κειμένῳ τῷ Σώκῳ. (ῃερς. 411.)

νοητέον οὖν ὅτι τῆς γραὸς ἐν τῷ χαίρειν ὀλολύξαι προθεμένης ἤγουν τρανεστέρᾳ

φωνῇ εὔξεσθαι καὶ θεοὺς ἐπιβοήσεσθαι διὰ τὴν χαρὰν κωλύει Ὀδυσσεὺς, παραινέσας

ἐν θυμῷ χαίρειν αὐτὴν, σιωπῶσαν δηλαδή. τὸ μέντοι ἐπὶ θρήνου τάττειν τὸ

ὀλολύζειν νεωτέρων ἐστὶ, γινόμενον παρὰ τὸ ὀλοὸν λύζειν. Ἰστέον δὲ ὡς μετ' ὀλίγα

ἑτέρας δμωὰς ἐρεῖ ἀπεναντίας τῇ μαίᾳ δακρυούσας καὶ ὀλοφυρομένας αἰνὰ διὰ

λύπην. (ῃερς. 402.) Λύθρον δὲ καὶ νῦν ὁ ἐξ αἵματος μολυσμὸς, ὃν χρὴ ἀπολούσασθαι,

παρὰ τὸ λούω· ἀφ' οὗ λύω· ἐξ οὗ καὶ λῦμα τὸ κάθαρμα, καὶ λυμαίνω τὸ ἀποκαθαίρω,

καὶ πτωχὸς δαιτῶν ἀπολυμαντήρ. γράφεται δὲ διὰ τοῦ ˉθ τὸ λύθρον τοῦτο πρὸς

διαστολὴν τοῦ λύτρου, ἐξ οὗ καὶ τὸ λυτροῦσθαι. Τοῦ δὲ πεπαλάχθαι οὐκ ἔστι

καιριωτέρα τῇ ποιήσει λέξις ἐπὶ τοιούτου ἐξ αἵματος μολυσμοῦ· διὸ καὶ δὶς ἐνταῦθα

κεῖται. εἰ δὲ καί τινι ἐμιάνθησαν αἵματι μηροὶ, ἀλλ' ἐκεῖνο ἑτέρου τε λόγου 2.288 καὶ

οὐδὲ τοιαύτην ἔμφασιν ἔχει, οὔτε μὴν ὄγκον ποιήσει πρέποντα. (ῃερς. 403.) Τὸ δὲ,

βεβρωκὼς βοὸς, ὅτι Ἀττικόν ἐστι, προδεδήλωται. Ἄγραυλος δὲ ὑπόκειται ὁ ῥηθεὶς

βοῦς, ἐπεὶ τοιούτοις ὡς τὰ πολλὰ ἐπιτίθενται λέοντες. κατ' ἀνάγκην μέντοι ποτὲ καὶ

βουστασίοις ἐπιβουλεύουσι. Παρήϊα δὲ νῦν μὲν αἱ παρειαί. ἐν δὲ Ἰλιάδι κόσμος

ἵππων παραγναθίδιος, οἷον, παρήϊον ἔμμεναι ἵππων. (ῃερς. 405.) Τὸ δὲ, δεινὸς εἰς

ὦπα ἰδέσθαι, δέδωκε τοῖς ὕστερον γράφειν τὸ, δεινὸς ἰδεῖν καὶ φοβερὸς ἰδέσθαι καὶ

ὅσα τοιαῦτα. (ῃερς. 407.) Τὸ δὲ εἴσιδε δὶς κεῖται συναπτῶς ἐν τῷ, εἴσιδεν αἷμα, καὶ,

ἐπεὶ μέγα εἴσιδεν ἔργον. οὐ γὰρ ὀκνεῖ ὁ ποιητὴς ἐν καιρίῳ ταυτολογεῖν,

ἀνεπιτηδεύτως γράφων ἐν τοῖς ἁπλοῖς. (ῃερς. 408.) Τὸ δὲ, ἐπεὶ μέγα εἴσιδεν ἔργον,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

328

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!