Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ... Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

ἐτεχνῶντο θήραν, ἣν ὡς αἱμύλον ὁ Πλάτων οὐ φιλεῖ. Ἐν τούτοις δὲ μνηστέον καὶ τῶν τοῦ Ἀθηναίου, εἰπόντος, ὡς εἰ καὶ ἁπλῆ πανταχοῦ παρ' Ὁμήρῳ τοῖς ἥρωσιν ἡ δίαιτα θεωρουμένη ἐν παραθέσει κρεῶν ὡς ἐπὶ πολὺ βοείων, καὶ αὐτῶν ὠπτημένων, καὶ αὐτῷ δὲ Ἀλκινόῳ τῷ τρυφερῷ, καὶ τοῖς ὑβρισταῖς μνηστῆρσι, καὶ οὔτε ἰχθυοφαγοῦντας τοὺς τοιούτους ποιεῖ, οὔτε ὄρνιθας προσιεμένους, οὔτε μελίπηκτα φιλοῦντας, οὔτε μαγειρικὰς μαγγανείας, καὶ ὑποβινητιῶντα ὥς φησι Μένανδρος βρώματα, καὶ τὸ παρὰ πολλοῖς λασταυροκάκκαβον καλούμενον ἔδεσμα, ὅμως ἐποιοῦντο ποτὲ καὶ ἰχθύων καὶ ὀρνίθων ἄγραν οἱ ἀμφὶ τοὺς ἥρωας. ἐν γοῦν Θρινακίᾳ θηρεύουσιν οἱ τοῦ Ὀδυσσέως ἰχθῦς ὄρνιθάς τε γναμπτοῖς ἀγκίστροισιν, ἅ περ οὐκ ἐν τῇ Θρινακίᾳ πάντως ἐχάλκευσαν, ἀλλ' ἐπεφέροντό φασιν, ἐν τῷ πλῷ δηλονότι, ὥστε ἦν αὐτοῖς τοιαύτης θήρας τέχνη. ἧς ἐπιστήμων καὶ ὁ ποιητὴς ὢν, εἰκάζει τοὺς ὑπὸ Σκύλλης ἁρπαζομένους, ἰχθύσι προμήκεϊ ῥάβδῳ ἁλισκομένοις. καὶ τοιαῦτα μὲν ταῦτα. Ὅτι δὲ εἰ καὶ μὴ φιλίχθυας οἶδε τοὺς παλαιοὺς Ὅμηρος ἀλλ' ὡς ἐπὶ πολὺ κρεοφάγους, ὅμως οἱ ὕστερον ἔψεγον τὸ πρᾶγμα, ὡς δηλοῖ Θεόπομπος, γράψας ὅτι τὸ ἐσθίειν πολλὰ καὶ κρεαφαγεῖν τοὺς λογισμοὺς ἐξαιρεῖ καὶ τὰς ψυχὰς ποιεῖται βραδυτέρας ὀργῆς τε καὶ σκληρότητος καὶ πολλῆς σκαιότητος ἐμπίπλησι. (ῃερς. 331.) Τὸ δὲ ἰχθῦς ὄρνιθάς τε, τῆς ῥηθείσης ἄγρας ἐστὶ διασαφητικόν. (ῃερς. 332.) Τὸ δὲ γναμπτοῖς ἀγκίστροις, εἰκὸς μὲν καὶ διὰ μόνους τοὺς ἰχθύας εἰρῆσθαι, εἰκὸς δὲ καὶ διὰ τοὺς ὄρνιθας. ἀγκιστρεύονται γάρ ποτε δελεαζόμενοι καὶ αὐτοὶ, καὶ μᾶλλον οἱ θαλάσσιοι. Ἐτυμολογεῖ δέ πως καὶ τὸ γναμπτὸν τὰ ἄγκιστρα, εἴ περ ἄγκιστρον λέγεται παρὰ τὸ ἄγειν ἤτοι περιάγειν καὶ κάμπτειν, ὅ ἐστι γνάμπτειν. (ῃερς. 333.) Τὸ δὲ ἀπέστισχεν ἐνταῦθα κατὰ λόγον ἀορίστου δευτέρου διὰ τοῦ ˉι γράφεται. (ῃερς. 335.) Τὸ δὲ ἤλυξα ἑταίρους, οὐ φυγήν τινα δηλοῖ, ἀλλὰ τὸ ἁπλῶς ἐκκλῖναι καὶ ἐκτὸς γενέσθαι τοῦ βλέπεσθαι ὑπ' αὐτῶν. χεῖρας δὲ νίπτεται Ὀδυσσεὺς εὐξόμενος, καθά που καὶ ὁ υἱὸς Τηλέμαχος. (ῃερς. 331.) Τὸ δὲ σκέπας ἀνέμοιο κατά τινα ἴσως κεῖται παρατήρησιν, ὡς δέον ὂν τὸν περὶ ἀνέμου εὐξόμενον ἐν σκέπῃ εἶναι πρὸς τὸ μὴ ἀνεμίζεσθαι, εἰπεῖν κατὰ τοὺς παλαιούς. (ῃερς. 338.) Γλυκὺς δὲ ὕπνος ὁ ἐν ἄλλοις νήδυμος. οὐκ ἐπὶ κακῷ δὲ τοῦ Ὀδυσσέως ὁ ὕπνος, ἀλλὰ τοὺς ἑταίρους βλάπτει. διὸ καὶ ἀνηλεῆ αὐτὸν μετ' ὀλίγα ἐρεῖ. αὐτὸς μέντοι διὰ τὴν εὐχὴν καὶ ὅτι μηδὲ μετέσχε τοῦ κακοῦ περισωθήσεται. ἰδοὺ δὲ κἀνταῦθα ὕπνος ἐπὶ κακῷ, καθὰ καὶ ὁ μετὰ τὸν Αἰόλον γλυκὺς ἐπελθὼν κεκμηκότι τῷ Ὀδυσσεῖ. (ῃερς. 339.) Ὅτι Ὀδυσσέως ὑπνοῦντος Εὐρύλοχος ἑτάροισι κακῆς ἐξήρχετο βουλῆς, εἰπὼν γνωμικῶς· (ῃερς. 341.) πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι, λιμῷ δ' οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν, διὰ τὴν ἐκεῖθεν δηλαδὴ τηκεδόνα στρευγομένου τοῦ λιμώττοντος. (ῃερς. 343.) εἶτα ἐπαγαγὼν Εὐρύλοχος τὴν τοῦ λόγου ἀξίωσιν ἐν τῷ, ἀλλ' ἄγετε Ἡλίου βοῶν ἐλάσαντες ἀρίστας ῥέξομεν ἀθανάτοισι. (ῃερς. 345.) καὶ ὑποσχόμενός τι δι' οὗ μειλιχθείη ἂν Ἥλιος, ὅ πέρ ἐστι, τεύξειν ταχὺ Ἡλίῳ πίονα νηὸν ὅτε εἰς Ἰθάκην ἀφίκοιντο, ἐν δὲ θεῖναι ἀγάλματα πολλὰ καὶ ἐσθλὰ, (ῃερς. 348.) ἐπάγει νόημα δριμύτερον ἐξ ἀντιπαρατάσεως τοιοῦτον· εἰ δὲ χολωσάμενός τι βοῶν ὀρθοκραιράων νῆα ἐθέλῃ ὀλέσαι, ἐπὶ δ' ἕσπονται θεοὶ ἄλλοι, βούλομαι ἅπαξ πρὸς κῦμα χανὼν ἀπὸ θυμὸν ὀλέσσαι, ἢ δηθὰ (ῃερς. 351.) στρεύγεσθαι ἐὼν ἐν νήσῳ ἐρήμῃ. λέγει δὲ στρεύγεσθαι τὸ τήκεσθαι λιμῷ, καὶ οἷον κατὰ στράγγα ὑποῤῥέειν ὁποῖόν τι καὶ τὸ ἀπολιβάζειν, ὃ ταυτόν ἐστι τῷ λείβεσθαι, ἤτοι κατά τι λιβάδιον ὑγροῦ ῥέειν εἰς φθοράν. (ῃερς. 339.) Τὸ δὲ ἐξήρχετο βουλῆς δύναται καὶ ἐξῆρχε λεχθῆναι. διφορεῖ γὰρ πολλαχοῦ καὶ τὸ τοιοῦτον ῥῆμα ὁ ποιητής. (ῃερς. 342.) Τὸ δὲ θανεῖν καὶ πότμον ἐπισπεῖν ἢ ταυτά εἰσιν, ἢ καὶ ἄλλως, πότμον μὲν ἐπισπεῖν τὸ δυσπότμως ζῆν, θανεῖν δὲ τὸ τῆς τοιαύτης ζωῆς δεινὸν ἀποτέλεσμα, καὶ τούτῳ τῷ λόγῳ εἴη ἂν πρωθύστερον τὸ θανεῖν καὶ πότμον ἐπισπεῖν. προηγεῖται γὰρ τοῦ θανεῖν τὸ δυσπότμως ζῆν. (ῃερς. 343.) Τὸ δὲ βοῶν ἐλάσαντες ἀρίστας, ἄλλως μὲν λιχνείαν Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 32

ἔχει, ὡς δέον ὂν ἐπιλέξεσθαι εἰς τροφὴν τὰς κρείττονας, φαίνεται δὲ διὰ θυσίαν λεχθῆναι κατὰ τὸ, 2.29 πίονα μηρία ἔκηα, ὡς χρεὼν ὂν τοιαῦτα θύειν. ἔνθα σημείωσαι ὡς ῥητορικώτερον οὐκ αὐτὸ τοῦτο φαγεῖν τὰς βοῦς συμβουλεύει Εὐρύλοχος, ἀλλ' αὐτὸ μὲν ὑπολαλεῖ ἐν τῷ εἰπεῖν μὴ θέλειν λιμῷ τήκεσθαι, ἐν δὲ φαινομένῳ ῥέξειν ἐθέλει τὰς ἀρίστας βόας. καὶ οὐδὲ Ἡλίῳ μόνῳ οὗ πέρ εἰσιν, (ῃερς. 344.) ἀλλ' ἀθανάτοις τοῖς περὶ οὐρανὸν, ἵνα δῆθεν ἀντικαθίσταιντο ἐκεῖνοι τῷ Ἡλίῳ βουλομένῳ βλάπτειν τοὺς περὶ τὸν Ὀδυσσέα. διὸ καὶ ἔφη τὸ, (ῃερς. 349.) εἴ περ νῆα ἐθέλῃ ὀλέσσαι, ἐπὶ δ' ἕσπονται θεοὶ ἄλλοι. οὕτω πως καὶ ἐν Ἰλιάδι οὐ πιεῖν ἁπλῶς ἡ μήτηρ Ἑκάβη συμβουλεύει τῷ υἱῷ Ἕκτορι, ἀλλὰ σπείσειν τῷ ∆ιῒ, εἶτα καὶ αὐτὸν πιόντα ὀνήσεσθαι. (ῃερς. 346.) Πίονα δὲ νηὸν λέγει τὸν πιαινόμενον λιπαροῖς θύμασιν. (ῃερς. 347.) Ἀγάλματα δὲ καὶ νῦν ἀγαλλιάματα, ἀγλαΐσματα, κατὰ τὸ, ἀγλαΐης δ' ἕνεκα κομόωσιν ἄνακτες. λέγει δὲ νῦν οὕτω τὰ ἀναθήματα, ὡς δηλοῖ καὶ τὸ, θεῖναι ἀγάλματα. ἐκ τοῦ θεῖναι γὰρ τὸ ἀνάθημα. (ῃερς. 348.) Ὀρθόκραιραι δὲ αἱ ὄρθιαι τὰς κεφαλὰς καὶ γαῦροι διὰ τὸ ἀγελαῖον καὶ ἄνετον. κραῖρα γὰρ ἡ κεφαλὴ, ὡς καὶ ἐν Ἰλιάδι. ἐντεῦθεν δὲ τροπικῶς καὶ νῆες ὀρθόκραιραι. ἐξ ὧν ἀντιλαβών τις καὶ μεταγράψας ἔφη τὰ βούπρωρα. Τὸ δὲ χανὼν ἀπὸ θυμὸν ὀλέσσαι τὸν τοῦ κατὰ θάλασσαν θανάτου τρόπον δηλοῖ. ἔχει δέ τι καὶ ἀστεῖον, ὡς αἱρετὸν ὂν χανεῖν καὶ πλησθῆναι τοῦ θανατοῦντος ὑγροῦ, ἤ περ θανεῖν μεμυκότα λιμῷ. Τὸ δὲ ἐρήμη σύνηθες τοῖς ῥήτορσιν, οἳ οὐ μόνον ἔρημον ἀλλὰ καὶ ἐρήμην φασίν. (ῃερς. 352.) Ὅτι Εὐρυλόχῳ λαλήσαντι τὰ προσεχῶς ῥηθέντα πεισθέντες οἱ ἀκούσαντες, ἐνίκησε γὰρ κἀνταῦθα ἡ κακὴ βουλὴ, αὐτίκα Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας ἐγγύθεν, οὐ γὰρ τῆλε νηὸς βοσκέσκοντο ἕλικες καλαὶ βόες εὐρυμέτωποι, τὰς δὲ περιστήσαντο καὶ εὐχετόωντο θεοῖσι, φύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο. οὐ γὰρ ἔχον κρῖ λευκὸν ἐϋσέλμου ἐπὶ νηός. (ῃερς. 359.) ἐπεὶ δὲ εὔξαντο καὶ ἔσφαξαν καὶ ἔδειραν, καὶ τὰ ἑξῆς τῆς πολλαχοῦ δηλωθείσης θυτικῆς διασκευῆς, οὐδ' εἶχον μέθυ λεῖψαι ἐπ' αἰθομένοις ἱεροῖσιν, ἀλλ' ὕδατι σπένδοντες ἐπώπτων (ῃερς. 363.) ἔγκατα πάντα. ἃ δὴ καὶ σπλάγχνα κατὰ πολυωνυμίαν εὐθὺς ἐρεῖ, ὡς ἀπὸ τοῦ σπλὰν ἤτοι ὁ σπλὴν κατὰ τοὺς παλαιούς. ἀφ' οὗ ὡς ἐκ μέρους σπλάγχνα καὶ τὰ λοιπὰ ἔγκατα. (ῃερς. 354.) Τὸ δὲ ἐγγὺς τὰς βόας βόσκεσθαι διατί ἔπλασεν ὁ ποιητὴς, προείρηται. χρήσιμον δὲ ὂν καὶ τοῦτο εἰς οἰκονομίαν ἐδίσσευσεν ὁ ποιητὴς μνήμης χάριν, εἰπών· ἐλάσαντες ἐγγύθεν, οὐ γὰρ τῆλε βοσκέσκοντο. (ῃερς. 355.) ἔχει δέ τι παρηχήσεως τὸ βόσκονται καὶ τὸ βόες. ἃς καὶ οἰκτίζεσθαι δοκεῖ ὁ ποιητὴς ἐν τῇ τῶν συχνῶν ἐπιθέτων στοιβῇ. (ῃερς. 356.) Ὅρα δὲ ἐν τῷ, τὰς δὲ περιστήσαντο καὶ ἐν τῷ, οὐδ' εἶχον μέθυ λεῖψαι, ὅτι περιττὸς κεῖται ὁ δˉε σύνδεσμος. τὸ γὰρ ὀρθὸν τῆς συντάξεως, ταύτας περιέστησαν καὶ οὐκ εἶχον μέθυ λεῖψαι. κεῖται οὖν συνήθως κἀνταῦθα ὁ δˉε σύνδεσμος ἀντὶ τοῦ δˉη. Τὸ δὲ περιστήσαντο ἢ ἀντὶ τοῦ κύκλῳ περιεστάθησαν ὥστε συσχεῖν αὐτὰς, ἢ ἀντὶ τοῦ ὡς εἰς θυσίαν ἔστησαν. Τοῦ δὲ εὐχετόωντο ῥήματος δοκεῖ προϋπάρχειν ὁ εὐχέτης, ὡς ἀπὸ τοῦ εὐχέω εὐχῶ ἀῤῥήτου ῥήματος, ὁμοίου τῷ τελέω τελῶ καὶ τοῖς τοιούτοις. ∆ῆλον δὲ ὡς ἡ εὐχὴ καὶ τὸ εὔχεσθαι παρὰ τὸ εὖ χέειν ἤτοι ῥέειν λόγους γίνεται, ἢ μᾶλλον παρὰ τὸ ἔχεσθαι τοῦ εὖ ἤτοι τοῦ ἀρίστου. τοιοῦτον γὰρ ἡ πρὸς τὸ θεῖον ἀνάτασις δι' εὐχῆς. δύναται δὲ εἶναι εὐχὴ καὶ ἀπὸ τοῦ εὖ ἔχειν. οὗ τὸ ἀνάπαλιν δυσανασχετεῖν, ὁ μὲν γὰρ εὐχόμενος ὁπωσοῦν εὖ ἔχει ἐφ' ᾧ ποιεῖ, ὁ δὲ δυσανασχετῶν δυσκόλως ἔχει ὡς καὶ ἡ λέξις δηλοῖ. (ῃερς. 357.) Φύλλα δὲ οἱ περὶ τὸν Εὐρύλοχον δρέπονται, εἰς εὐπορίστους οὐλοχύτας. οὓς μὴ ἔχοντες ἀντὶ μὲν οὐλῶν, ὅ ἐστιν ἀκεραίων κριθῶν, ἐξ ὧν οἱ οὐλοχύται παρονομάζονται, φύλλοις χρῶνται δρυὸς, ἀντὶ δὲ οἴνου, ὕδατι χάριν λοιβῆς. ποιοῦσι δὲ καὶ ταῦτα πρὸς ἀνάμνησιν τῆς παλαιφάτου τροφῆς, ἧς πρεσβυτάτη ἦν κατὰ τοὺς παλαιοὺς τοῖς ἀνθρώποις ἡ ἐκ δρυός. ἐβαλανηφάγουν γάρ. ὡσαύτως δὲ καὶ ἡ διὰ μόνου ὕδατος. εἰς ταυτὸν οὖν ἄγοιτο ἂν οὐλοχύτας τε σὺν οἴνῳ προβαλέσθαι καὶ φύλλα δρυὸς καὶ ὕδωρ πότιμον, Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 33

ἐτεχνῶντο θήραν, ἣν ὡς αἱμύλον ὁ Πλάτων οὐ φιλεῖ. Ἐν τούτοις δὲ μνηστέον καὶ

τῶν τοῦ Ἀθηναίου, εἰπόντος, ὡς εἰ καὶ ἁπλῆ πανταχοῦ παρ' Ὁμήρῳ τοῖς ἥρωσιν ἡ

δίαιτα θεωρουμένη ἐν παραθέσει κρεῶν ὡς ἐπὶ πολὺ βοείων, καὶ αὐτῶν ὠπτημένων,

καὶ αὐτῷ δὲ Ἀλκινόῳ τῷ τρυφερῷ, καὶ τοῖς ὑβρισταῖς μνηστῆρσι, καὶ οὔτε

ἰχθυοφαγοῦντας τοὺς τοιούτους ποιεῖ, οὔτε ὄρνιθας προσιεμένους, οὔτε μελίπηκτα

φιλοῦντας, οὔτε μαγειρικὰς μαγγανείας, καὶ ὑποβινητιῶντα ὥς φησι Μένανδρος

βρώματα, καὶ τὸ παρὰ πολλοῖς λασταυροκάκκαβον καλούμενον ἔδεσμα, ὅμως

ἐποιοῦντο ποτὲ καὶ ἰχθύων καὶ ὀρνίθων ἄγραν οἱ ἀμφὶ τοὺς ἥρωας. ἐν γοῦν

Θρινακίᾳ θηρεύουσιν οἱ τοῦ Ὀδυσσέως ἰχθῦς ὄρνιθάς τε γναμπτοῖς ἀγκίστροισιν, ἅ

περ οὐκ ἐν τῇ Θρινακίᾳ πάντως ἐχάλκευσαν, ἀλλ' ἐπεφέροντό φασιν, ἐν τῷ πλῷ

δηλονότι, ὥστε ἦν αὐτοῖς τοιαύτης θήρας τέχνη. ἧς ἐπιστήμων καὶ ὁ ποιητὴς ὢν,

εἰκάζει τοὺς ὑπὸ Σκύλλης ἁρπαζομένους, ἰχθύσι προμήκεϊ ῥάβδῳ ἁλισκομένοις. καὶ

τοιαῦτα μὲν ταῦτα. Ὅτι δὲ εἰ καὶ μὴ φιλίχθυας οἶδε τοὺς παλαιοὺς Ὅμηρος ἀλλ' ὡς

ἐπὶ πολὺ κρεοφάγους, ὅμως οἱ ὕστερον ἔψεγον τὸ πρᾶγμα, ὡς δηλοῖ Θεόπομπος,

γράψας ὅτι τὸ ἐσθίειν πολλὰ καὶ κρεαφαγεῖν τοὺς λογισμοὺς ἐξαιρεῖ καὶ τὰς ψυχὰς

ποιεῖται βραδυτέρας ὀργῆς τε καὶ σκληρότητος καὶ πολλῆς σκαιότητος ἐμπίπλησι.

(ῃερς. 331.) Τὸ δὲ ἰχθῦς ὄρνιθάς τε, τῆς ῥηθείσης ἄγρας ἐστὶ διασαφητικόν. (ῃερς.

332.) Τὸ δὲ γναμπτοῖς ἀγκίστροις, εἰκὸς μὲν καὶ διὰ μόνους τοὺς ἰχθύας εἰρῆσθαι,

εἰκὸς δὲ καὶ διὰ τοὺς ὄρνιθας. ἀγκιστρεύονται γάρ ποτε δελεαζόμενοι καὶ αὐτοὶ, καὶ

μᾶλλον οἱ θαλάσσιοι. Ἐτυμολογεῖ δέ πως καὶ τὸ γναμπτὸν τὰ ἄγκιστρα, εἴ περ

ἄγκιστρον λέγεται παρὰ τὸ ἄγειν ἤτοι περιάγειν καὶ κάμπτειν, ὅ ἐστι γνάμπτειν.

(ῃερς. 333.) Τὸ δὲ ἀπέστισχεν ἐνταῦθα κατὰ λόγον ἀορίστου δευτέρου διὰ τοῦ ˉι

γράφεται. (ῃερς. 335.) Τὸ δὲ ἤλυξα ἑταίρους, οὐ φυγήν τινα δηλοῖ, ἀλλὰ τὸ ἁπλῶς

ἐκκλῖναι καὶ ἐκτὸς γενέσθαι τοῦ βλέπεσθαι ὑπ' αὐτῶν. χεῖρας δὲ νίπτεται Ὀδυσσεὺς

εὐξόμενος, καθά που καὶ ὁ υἱὸς Τηλέμαχος. (ῃερς. 331.) Τὸ δὲ σκέπας ἀνέμοιο κατά

τινα ἴσως κεῖται παρατήρησιν, ὡς δέον ὂν τὸν περὶ ἀνέμου εὐξόμενον ἐν σκέπῃ εἶναι

πρὸς τὸ μὴ ἀνεμίζεσθαι, εἰπεῖν κατὰ τοὺς παλαιούς. (ῃερς. 338.) Γλυκὺς δὲ ὕπνος ὁ ἐν

ἄλλοις νήδυμος. οὐκ ἐπὶ κακῷ δὲ τοῦ Ὀδυσσέως ὁ ὕπνος, ἀλλὰ τοὺς ἑταίρους

βλάπτει. διὸ καὶ ἀνηλεῆ αὐτὸν μετ' ὀλίγα ἐρεῖ. αὐτὸς μέντοι διὰ τὴν εὐχὴν καὶ ὅτι

μηδὲ μετέσχε τοῦ κακοῦ περισωθήσεται. ἰδοὺ δὲ κἀνταῦθα ὕπνος ἐπὶ κακῷ, καθὰ καὶ

ὁ μετὰ τὸν Αἰόλον γλυκὺς ἐπελθὼν κεκμηκότι τῷ Ὀδυσσεῖ. (ῃερς. 339.) Ὅτι

Ὀδυσσέως ὑπνοῦντος Εὐρύλοχος ἑτάροισι κακῆς ἐξήρχετο βουλῆς, εἰπὼν γνωμικῶς·

(ῃερς. 341.) πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι, λιμῷ δ' οἴκτιστον

θανέειν καὶ πότμον ἐπισπεῖν, διὰ τὴν ἐκεῖθεν δηλαδὴ τηκεδόνα στρευγομένου τοῦ

λιμώττοντος. (ῃερς. 343.) εἶτα ἐπαγαγὼν Εὐρύλοχος τὴν τοῦ λόγου ἀξίωσιν ἐν τῷ,

ἀλλ' ἄγετε Ἡλίου βοῶν ἐλάσαντες ἀρίστας ῥέξομεν ἀθανάτοισι. (ῃερς. 345.) καὶ

ὑποσχόμενός τι δι' οὗ μειλιχθείη ἂν Ἥλιος, ὅ πέρ ἐστι, τεύξειν ταχὺ Ἡλίῳ πίονα

νηὸν ὅτε εἰς Ἰθάκην ἀφίκοιντο, ἐν δὲ θεῖναι ἀγάλματα πολλὰ καὶ ἐσθλὰ, (ῃερς. 348.)

ἐπάγει νόημα δριμύτερον ἐξ ἀντιπαρατάσεως τοιοῦτον· εἰ δὲ χολωσάμενός τι βοῶν

ὀρθοκραιράων νῆα ἐθέλῃ ὀλέσαι, ἐπὶ δ' ἕσπονται θεοὶ ἄλλοι, βούλομαι ἅπαξ πρὸς

κῦμα χανὼν ἀπὸ θυμὸν ὀλέσσαι, ἢ δηθὰ (ῃερς. 351.) στρεύγεσθαι ἐὼν ἐν νήσῳ

ἐρήμῃ. λέγει δὲ στρεύγεσθαι τὸ τήκεσθαι λιμῷ, καὶ οἷον κατὰ στράγγα ὑποῤῥέειν

ὁποῖόν τι καὶ τὸ ἀπολιβάζειν, ὃ ταυτόν ἐστι τῷ λείβεσθαι, ἤτοι κατά τι λιβάδιον

ὑγροῦ ῥέειν εἰς φθοράν. (ῃερς. 339.) Τὸ δὲ ἐξήρχετο βουλῆς δύναται καὶ ἐξῆρχε

λεχθῆναι. διφορεῖ γὰρ πολλαχοῦ καὶ τὸ τοιοῦτον ῥῆμα ὁ ποιητής. (ῃερς. 342.) Τὸ δὲ

θανεῖν καὶ πότμον ἐπισπεῖν ἢ ταυτά εἰσιν, ἢ καὶ ἄλλως, πότμον μὲν ἐπισπεῖν τὸ

δυσπότμως ζῆν, θανεῖν δὲ τὸ τῆς τοιαύτης ζωῆς δεινὸν ἀποτέλεσμα, καὶ τούτῳ τῷ

λόγῳ εἴη ἂν πρωθύστερον τὸ θανεῖν καὶ πότμον ἐπισπεῖν. προηγεῖται γὰρ τοῦ θανεῖν

τὸ δυσπότμως ζῆν. (ῃερς. 343.) Τὸ δὲ βοῶν ἐλάσαντες ἀρίστας, ἄλλως μὲν λιχνείαν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

32

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!