18.07.2013 Views

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἐλέγοντό τινες πεπλεγμέναι διὰ σχοίνων, φυτῶν δηλαδή. ἐντεῦθεν δὲ εἰλῆφθαι

δοκεῖ καὶ ἡ ἰδιωτικῶς σέρα ἡ τὰς θύρας κλείουσα, πάλαι μὲν σχοῖνος οὖσα, καὶ αὐτὸ

εἰπεῖν σειρὰ πλεκτή· ὕστερον δὲ καὶ ἐπὶ ξυλίνων μοχλῶν τῶν ἐντὸς παρανοουμένη ἢ

παραφθειρομένη, ἵνα ᾖ ὥς περ δειρὰ δέρη, οὕτω καὶ σειρὰ σέρα τὸ ἰδιωτικόν· καὶ τὸ

κοινῶς δὲ λεγόμενον σειράδιον τῆς Ὁμηρικῆς ἐστὶ κόμμα τι σειρᾶς. Πειρήναντες δὲ

ἀντὶ τοῦ περατώσαντες, ἐκδήσαντες. καὶ ἔστι τὸ, ἐξ αὐτοῦ πειρήναντες, σύστοιχον

τῷ, ἐκ δ' αὐτοῦ πείρατ' ἀνήφθω, ὃ περὶ τοῦ Ὀδυσσέως που εἴρηται. πρωτότυπον δὲ

τοῦ πειρήναντες τὸ περαίνω. (ῃερς. 176.) Κίονα δὲ κατὰ γένος θηλυκὸν καὶ νῦν

Ἀττικῶς λέγει καὶ Ἰωνικῶς. (ῃερς. 177.) Τὸ δὲ, ὥς κεν δηθὰ ζωὸς ἐὼν ἄλγεα πάσχῃ,

δηλοῖ τοῖς κακοπραγοῦσιν ἀγαθὸν ὡς ἐν κακοῖς εἶναι τὸ ἀπαλλάττεσθαι τοῦ βίου

τάχιον· ὡς τό γε χαλεπὰ ἐπὶ πολὺ πάσχειν ζῶντα οἴκτιστόν ἐστι. (ῃερς. 184.) Σάκος

δὲ γέρον τὸ πάνυ παλαιὸν καὶ, ὡς εἰπεῖν, γηράσαν. ἅπαξ δὲ καὶ τοῦτο εἶπεν 2.278 ὁ

ποιητής. λέγει δέ πού, φασι, καὶ Αἰσχύλος οὕτω τὸ γράμμα, οἷον, ὡς λέγει γέρον

γράμμα, τουτέστι λόγος. λέγει δέ, φασι, καὶ Σοφοκλῆς πληθυντικῶς, σὺ γὰρ γέροντα

βουλεύεις, ἤγουν παλαιὰ, ἀρχαῖα. Παυσανίας δὲ λέγει ὅτι γέρον ξύλον στυλίδι

παραπλήσιον ἔχον κεφαλὴν γεροντοειδῆ, πλαστὴν, γλυπτὴν, καὶ χεῖρας ὡς Ἑρμοῦ

τετραγώνου, ἐξ ὧν ἐκρέματό, φησι, τὰ νηθόμενα στυππεῖα· τὸ μέντοι γέῤῥον τὸ ἐν

δυσὶ ˉρ οἱ μεθ' Ὅμηρον γράφουσι. ἔστι δέ, φασι, γέῤῥον ἀσπίς, πρόβλημα, θυρεός.

εἴρηται δέ τι περὶ αὐτοῦ καὶ ἐν τοῖς τοῦ περιηγητοῦ. λαμβάνεται δὲ καὶ ἐπὶ φραγμοῦ

τοιούτου ἡ λέξις καὶ σκηνῆς. Παυσανίας δὲ γράφει οὕτω· γέῤῥα, σκηνώματα, καὶ

Περσικὰ ὅπλα, καὶ τὸ τῶν ἀνδρῶν καὶ γυναικῶν μόριον, καὶ περιφράγματα. Αἴλιος

δὲ ∆ιονύσιος, ὅτι γέῤῥον καὶ οἱ περιπεφραγμένοι τόποι καὶ ἀσπίδες Περσικαὶ

ἐκλύγων καὶ οἰσύϊνοι. καλοῦσι δέ, φησιν, οὕτω οἱ κωμικοὶ καὶ τὸ, ὡς ἐῤῥέθη,

γυναικεῖον. Ἄζη δὲ ἡ ξηρασία, ἡ τοῖς μυδῶσιν ἐγγινομένη λευκότης, ὁ παλάσσων

εὐρὼς, κατὰ στέρησιν τοῦ ζῆν· οὐ ζῶσι γὰρ τὰ ξηρανθέντα. (ῃερς. 185.) Τὸ δὲ

κουρίζων ἀντὶ τοῦ νέος ὢν κοῦρος. (ῃερς. 186.) Ἐν δὲ τῷ, ῥαφαὶ δ' ἐλέλυντο

ἱμάντων, ἐλπίδας ὁ ποιητὴς ἀγαθὰς ὑποβάλλει τοῖς περὶ τὸν Ὀδυσσέα, ὡς οὐκέτι

λοιπὰ ὅπλα χρηστὰ ἐν τῷ θαλάμῳ κεῖνται ὡς χρήσασθαι αὐτοῖς τοὺς ἐχθρούς.

δώδεκα γὰρ σάκεα φθάσας εἰσάπαξ ἐξελεῖν ὁ Μελάνθιος νῦν ἓν μόνον φέρει καὶ

αὐτὸ γέρον καὶ λελυμένον τῆς συνδέσεως τῶν ἢ τελαμώνων ἢ κανόνων ἢ ὀχάνων,

περὶ ὧν ἡ Ἰλιὰς δηλοῖ. ἔστι δ' ἐκ τούτων συναγαγεῖν καὶ ἑπτακαίδεκα κεῖσθαι σάκεα

ἐν τοῖς τοῦ Ὀδυσσέως, τὰ δυοκαίδεκα τῶν μνηστήρων, τὰ τέσσαρα τῶν ἀμφὶ τὸν

Ὀδυσσέα, καὶ τοῦτο τὸ γέρον. (ῃερς. 188.) Τὸ δὲ κουρὶξ τῶν ἅπαξ μὲν παρ' Ὁμήρῳ

ῥηθέντων ἐστὶ καὶ αὐτὸ, δηλοῖ δὲ κατὰ τοὺς παλαιοὺς τὸ νεανικῶς. καὶ γίνεται ἐκ

τοῦ, ὡς ἐῤῥέθη, κουρίζειν, οὗ μέλλων ∆ωρικὸς κουρίξω, καὶ ἐξ αὐτοῦ κουρὶξ τὸ,

ἀνδρείως καὶ ὡς πρέπει κούροις. καὶ οὕτω μέν φησιν ὁ Κράτης. Ἀρίσταρχος δὲ ἀντὶ

τοῦ ἐπιλαβομένους τῆς κόμης, ἵνα ᾖ κατ' αὐτὸν τὸ κουρὶξ ἀντὶ τοῦ ἐκ τῆς κεφαλῆς,

ὡς εἴ τις εἴποι ἐκ τῆς κουρᾶς ἰδιωτικώτερον. ὁμοιοῦται δὲ τῷ τόνῳ πρὸς τὸ ἀπρὶξ, ἔτι

δὲ καὶ πρὸς τὸ ἀμφορὶξ, ὅ περ ἐκ τοῦ ἀμφορίζω γέγονε τοῦ παρηγμένου ἐκ τοῦ

ἀμφορέως. (ῃερς. 195.) Τὸ δὲ μάλα πάγχυ ἐκ παραλλήλου δηλοῖ τὸ αὐτό. (ῃερς. 196.)

Τὸ δὲ, εὐνῇ ἐνὶ μαλακῇ καὶ τὸ, ὥς σε ἔοικεν, ἀστείως εἴρηνται, σκώπτοντος Εὐμαίου

τὰς ἀγλαΐας τοῦ Μελανθίου, ἃς φθάσας αὐτῷ προσωνείδισεν. αἷς ἀκολούθως καὶ

εὐνῇ ἐν μαλακῇ ἄρτι καταλέξεται ὡς αὐτὸν ἔοικε κοιτάζεσθαι ἐν τῷ ἀπαιωρεῖσθαι.

οὔτε γὰρ ἀέρος τι μαλακώτερον οὔτε Μελανθίῳ τῆς τοιαύτης εὐνῆς πρεπωδέστερον.

(ῃερς. 198.) Τὸ δὲ ἀγινεῖς ἀντὶ μέλλοντος χρόνου κεῖται τοῦ, ἄξεις, ἀγάγῃς. (ῃερς.

200.) Ὅτι τιμωρίαν κακοῦ τινὸς φράζει ἀνδρὸς τὸ, ὣς ὁ μὲν αὖθι λέλειπτο ταθεὶς

ὀλοῷ ἐνὶ δεσμῷ. (ῃερς. 203.) ἀνδρικῶν δὲ ἀνδρῶν ἔνδειξις τὸ, ἔνθα μένος πνείοντες

ἐφέστασαν. Καὶ ὅρα τὸ ἐφέστασαν οὐκ ἀπὸ τοῦ ἔστην ἔστησαν· οὐ γὰρ ἂν ἐδασύνετο·

ἀλλὰ ἀπὸ τοῦ ἐφεστήκεισαν κατὰ συγκοπὴν καὶ τροπὴν τοῦ ˉη εἰς ˉα. (ῃερς. 205.)

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

317

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!