18.07.2013 Views

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

πάντα ἐκ τῶν τῆς Ἰλιάδος ἐνταῦθα παρατέθεινται. (ῃερς. 126–138.) Ὅτι ὀρσοθύρη

ἐνταῦθα παρὰ τῷ ποιητῇ θύρα τις ἐπίσημος ὑψηλοτέραν πρόσβασιν ἔχουσα, εἰς ἣν

οὐχ' οἷόν τε ἦν ἀνελθεῖν τινὰ μὴ διὰ κλίμακος ἴσως ἢ ἄλλως πως ἀνορούσαντα καὶ

ἀναθορόντα εἰς αὐτήν. ὅθεν καὶ ὀρσοθύρη ἐκαλεῖτο, ἤγουν θύρα εἰς ἣν ὄρνυταί τις

θέλων ἰδεῖν ἐκεῖθεν. ἡ δὲ τοιαύτη σύνθεσις καὶ τὴν ὀρσύδραν παρήγαγεν, ὀπὴν

ἐκείνην, δι' ἧς ὄρνυται ὕδωρ ὑψοῦ. τινὲς δὲ τὴν ὀρσοθύρην ἐκτομάδα θύραν

ἡρμήνευσαν, δι' ἧς εἰς ὑπερῷον ἀναβαίνουσιν ὀρούοντες ἐπ' αὐτῆς. εἴη δὲ ἂν αὕτη,

ὁποία ἡ καταῤῥάσσουσα κλιμάκων ἄνω, καὶ δι' αὐτὸ λεγομένη κοινῶς καταράκτης.

τέως μέντοι τὴν Ὁμηρικὴν ταύτην στοχάζονταί τινες ἐν γωνίᾳ ἐκ δεξιῶν εἶναι τῷ

Ὀδυσσεῖ ἱσταμένῳ ἐπὶ τῆς φλιᾶς καὶ τοξεύοντι, οὖσαν ἔν τινι διαχώρῳ τοῦ τοίχου

στενωτάτῳ. ἔφερε δὲ ἡ τοιαύτη ὀρσοθύρη τὸν ἀνελθόντα εἰς αὐτὴν ἐπὶ τὰς μετὰ τὸν

πρόδομον θύρας τῆς αὐλῆς, ἧς τὰς πύλας δεσμῷ βιβλίνῳ Φιλοίτιος ἐπέδησε, καὶ ἐπὶ

λαῦραν, τουτέστι δημοσίαν στενωπὸν, περὶ ἧς καὶ ἐφεξῆς ῥηθήσεται. ταύτην δὴ τὴν

ὀρσοθύρην τὴν, ὡς εἰκὸς, φωταγωγὸν, ἄλλως γὰρ οὐκ ἂν προκύπτειν χρήσιμος ἡ

ὀρσοθύρη, ἣν ὡς θύραν σανίδες εἶχον εὖ ἀραρυῖαι, ἐπεὶ καὶ πᾶσαι θύραι ὡσεπιπολὺ

σανίδες εὖ ἀραρυῖαι λέγονται, κελεύει Ὀδυσσεὺς τὸν Εὔμαιον φράζεσθαι μίαν μόνην

ἔχουσαν ἀφορμὴν, οἵαν ἑνὶ μόνῳ διεξοδευθῆναι διὰ τὸ ἄγαν στενώτατον, καὶ

διατοῦτο καὶ ὑπὸ ἑνὸς μόνου ἀλκίμου δυναμένην φυλάττεσθαι. δέδιε γὰρ

μεμνημένος ὁ Ὀδυσσεὺς τῆς τοιαύτης ὀρσοθύρης, μή τις ἀναδραμὼν ἐκεῖ καὶ

ἐκβοήσας ἀνεγείρῃ τὴν πόλιν. καὶ οὕτω μὲν Ὀδυσσεὺς εὖ εἰδὼς, καθὰ καὶ ὅτε τῷ υἱῷ

ἐν τοῖς ἀγροῖς ἐγνωρίσθη, ἀνεμνήσθη, πολλὰ ἔχειν οἴκαδε ὅπλα καὶ προησφαλίσατο

τὴν ἐκείνων ἐν θαλάμῳ ἀπόθεσιν. ἐπεὶ δὲ οὐκ ἀπεικὸς τὸν αὐτὸν νοῦν ἅμα εἰς

διαφόρους ἐλθεῖν, ἔδει δὲ καὶ τὸν Ὀδυσσέα φανῆναι οὐ μάτην εὐλαβούμενον,

ἀναμιμνήσκεται ἅμα τῆς ὀρσοθύρης καὶ μνηστὴρ ὁ Ἀγέλαος, καὶ ὀτρύνει ἀναβῆναι

τινὰ εἰς αὐτὴν καὶ βοὴν θέσθαι κατὰ τοῦ Ὀδυσσέως δηλαδή. Μελάνθιος μέντοι οὐ

δυνατὰ ταῦτα εἶναι φησὶ διά τε τὸ ἐγγὺς τῆς ὀρσοθύρης τὰς τῆς αὐλῆς εἶναι θύρας

καὶ διότι ἀργαλέον τὸ στόμα τῆς λαύρας ἤγουν ὁ πρὸς τὴν ὀρσοθύρην ἄγων

στενωπός· ὡς ἕνα τινὰ ἐκεῖ σταθέντα δύνασθαι πάντας ἐρύκειν. καὶ οὕτως

ἐναγώνιόν τι πρᾶγμα ὁ ποιητὴς ὑπολαλήσας καὶ αὖθις αὐτὸς παύσας δεξιῶς τὸ

τοιοῦτον, τὸ ἐντεῦθεν ὡς εἰκὸς μηχανώμενος ἀξιόλογον μάχην συστήσασθαι, ὡς

μηδὲν μέγα ὂν, εἴ περ ἔνοπλοι οἱ περὶ Ὀδυσσέα ἀόπλοις τοῖς μνηστῆρσιν ἐπιθέμενοι

περιεγένοντο, ποιεῖ τὸν δοῦλον Μελάνθιον ὑπισχνούμενον ἠρεμαίᾳ, ὡς εἰκὸς, φωνῇ

ἐνεγκεῖν αὐτοῖς τεύχεα ἐκ θαλάμου, ἅ περ οἴεσθαί φησιν ἔνδον καταθεῖναι τόν τε

Ὀδυσσέα καὶ τὸν υἱόν. καὶ ποιεῖ οὕτω. καὶ ἀναβὰς ἐς θαλάμους Ὀδυσῆος ἀνὰρ ῥῶγας

μεγάροιο δώδεκα μὲν σάκεα ἔξελεν, ἤγουν ἐξείλετο, ἐπελέξατο· τόσσα δὲ δοῦρα καὶ

τόσσας κυνέας χαλκήρας ἱπποδασείας. καὶ οὕτως ὁπλίζονται καὶ οἱ μνηστῆρες καὶ

γίνεται ἰσχυρὸς πόλεμος. προέβη δ' ἂν τὸ κακὸν καὶ εἰς πλέον, εἰ μὴ προεμηθεύσατο

Ὀδυσσεύς. ἐλθὼν γὰρ αὖθις εἰς τὸν θάλαμον 2.275 ὁ δοῦλος ἐπειρᾶτο ἀγαγεῖν καὶ

ἕτερα τεύχεα τοῖς μνηστῆρσιν. ἁλοὺς δὲ πάσχει τὰ δηλωθησόμενα. ἐν τούτοις δέ

φασιν οἱ παλαιοὶ καὶ ἑτέραν ὀρσοθύρην εἶναι, δι' ἧς ἀνελθὼν εἰς τὸ ὑπερῷον

Μελάνθιος ἀνείλετο τὰ ὅπλα, τεκμηράμενοι τοῦτο ἐκ τοῦ, ὣς εἰπὼν ἀνέβαινε

Μελάνθιος ἐς θαλάμους. ἔστι δὲ ἡ περὶ τῆς πρώτης ὀρσοθύρης Ὁμηρικὴ φράσις αὕτη,

ἀφηγουμένη συνήθως ἐν τῷ ἀπὸ ῥήματος ἄρξασθαι ὑπαρκτικοῦ· ὀρσοθύρη δέ τις

ἔσκεν ἐϋδμήτῳ ἐνὶ τοίχῳ· ἀκρότατον δὲ παρ' οὐδὸν εὐσταθέος μεγάροιο ἦν ὁδὸς ἐς

λαύρην, σανίδες δ' ἔχον εὖ ἀραρυῖαι, ἢ καὶ ἄλλως, σανίδες δ' ἔχον ἐντὸς ἢ ἔνδον

ἐΐσαι. τὴν δ' Ὀδυσσεὺς φράζεσθαι ἀνώγει δῖον ὑφορβὸν, ἑσταότα ἄγχι αὐτῆς· μία δ'

οἴη γίνετ' ἐφορμή. τοῖς δ' Ἀγέλαος μετέειπεν· ὦ φίλοι, οὐκ ἂν δή τις ἀν' ὀρσοθύρην

ἀναβαίη καὶ εἴποι λαοῖσι, βοὴ δ' ὤκιστα γένοιτο; τῷ κε τάχ' οὗτος ἀνὴρ νῦν ὕστατα

τοξάσαιτο. καὶ ὁ Μελάνθιος, ὡς ἐῤῥέθη, κωλύων φησίν· Οὔ πως ἔστ', Ἀγέλαε

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

313

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!