Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ... Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

(ῃερς. 39.) Τὸ δὲ, μήτε θεὸν δεδιέναι μήτ' ἀνθρώπων νέμεσιν ὑφορᾶσθαι, ἀπονενοημένων πάθος ἀνδρῶν. (ῃερς. 40.) Τὸ δὲ, οὔτε τινὰ κατόπισθε νέμεσιν ἔθεσθε, ἀλλαγὴν ἐποίησε σχήματος· ἦν γὰρ ἀκόλουθον ἄλλως εἰπεῖν· οὔτε θεὸν δείσαντες οὔτε ἀνθρώπων νέμεσιν θέμενοι, κατὰ νοῦν δηλαδή. (ῃερς. 45.) Ἐν δὲ τῷ, Ὀδυσσεὺς Ἰθακήσιος, περιττὸν τὸ Ἰθακήσιος καὶ εἰς οὐδὲν χρήσιμον εἴρηταιοἷα συγκεχυμένου τοῦ Εὐρυμάχου καὶ μὴ φιλοκρινοῦντος λόγου ἀκρίβειαν. (ῃερς. 51.) Ὅρα δὲ καὶ τὸ, ἄλλα φρονέων, πολλὴν πάνυ ἔχον διαφορὰν πρὸς τὸ ἀλλοφρονέων, ὃ πρὸ τούτων ἐπὶ τοῦ Ἴρου εἴρηται. τοῦτο δὲ καὶ ἐπ' ἄλλων ἐδείχθη πολλῶν, ἐφ' ὧν διαφορὰ τοῦ συνθέτως ἢ διαλελυμένως λαλεῖν. (ῃερς. 55.) Ἀρεσάμενοι δὲ καὶ ἐνταῦθα ἀντὶ τοῦ ἀρέσαντες, φιλιωθέντες, ἄρθμιοι γενόμενοι, ὅ περ προδεδήλωται. (ῃερς. 56.) Τὸ δὲ ἐδήδοται τὰ παλαιὰ ὑπομνήματα Ἀττικὸν εἶναι φασὶ παρακείμενον ἐκ τοῦ ἐδῶ ἐδοῖς, ὡς ὀμῶ ὀμοῖς, ἵνα γίνοιτο οὕτως· ἐδῶ ἐδώσω ἤδοκα καὶ Ἀττικῶς ἐδήδοκα, ἐξ οὗ τὸ ἐδήδομαι ἐδήδοται. ἄλλως μέντοι ἔγνωσται εἶναι παρακείμενος τοῦ ἔδω βαρυτόνου ἦκα καὶ Ἀττικῶς ἔδηκα· εἶτα πλεονασμῷ τῆς δˉο συλλαβῆς, ὡς ἂν ἔχοι τρίτον τόπον συλλαβικὸν συστελλόμενον, ἐδήδοκα. 2.272 ἐξ οὗ παθητικὸς παρακείμενος ἐδήδομαι. καὶ ἔστιν ὅμοιον τὸ ἐδήδοκα πρὸς τὸ ἄγω ἄξω ἦχα ἄγηχα καὶ πλεονασμῷ ἀγήοχα. ὁ δέ γε κανονίσας τὸ ἐδήδοκα ἐκ τοῦ ἐδῶ ἐδήσω, ὅθεν ἡ ἐδητὺς, ἤδηκα, καὶ πλεονασμῷ τῆς δˉο συλλαβῆς καὶ συστολῇ τῆς ἀρχούσης ἐδήδοκα, ὅθεν τὸ ἐδήδομαι, εὐανάτρεπτον μὲν οὐδέν τι γράφει, οὐκ ἀφίησι δὲ καθαρῶς ἠττικίσθαι τὴν λέξιν. (ῃερς. 57.) Τιμὴν δὲ τὴν ποινὴν λέγει, ἧς τὸ ποσὸν ἐνταῦθα δυσφράστως ἔχον συγκέχυται διὰ πολλῶν ἀορίστων αἰτιατικῶν, τοῦ ὅσσα ἐκπέποται καὶ ἐδήδοται, τοῦ ἐεικοσάβοιον, τοῦ χαλκὸν, τοῦ χρυσόν. ἔχει γὰρ τὸ χωρίον ἀμφιβολίαν ἐπιτηδευτὴν, ὥς που καὶ ἐν Ἰλιάδι τὸ, νῆα ἅλις χρυσοῦ καὶ ἀργύρου. ἄδηλον γὰρ καὶ ἐνταῦθα, εἴτε ἰδίᾳ ἕκαστος ἀνὰ εἰκοσάβοιον χαλκοῦ ἀποδώσει καὶ αὖθις ἀνὰ εἰκοσάβοιον χρυσοῦ, εἴτε καὶ ἄλλως ἰδίᾳ μὲν ἕκαστος ὡρισμένον τι εἰκοσάβοιον, δι' οὗ ἦν βόας εἴκοσι κτήσασθαι, ἰδίᾳ δὲ χαλκὸν καὶ χρυσὸν ἀορίστως. καὶ τὸ ἕκαστος δὲ ἀμφίβολόν τι ἔχει. οὐκ εὔδηλον γὰρ εἴτε ἕκαστος τῶν ὅλων μνηστήρων, εἴτε καὶ ἕκαστος τῶν Ἰθακησίων μόνων μνηστήρων. καὶ τὸ κατὰ δῆμον δὲ οὐ πάνυ δῆλον, εἰ καὶ τὸν ἐν Ἰθάκῃ δῆμον πάντα εἰς ἀπόδοσιν τιμῆς συνεισάγει Εὐρύμαχος, ὡς καὶ ἐκείνων δῆθεν πταιόντων, καθά που προδημηγορήσας ἐνέφηνεν ὁ Τηλέμαχος ἐρεθίζων τὸν δῆμον εἰς τὴν κατὰ τῶν μνηστήρων ἄμυναν. δοκεῖ δὲ ἀμφιβόλως οὕτω λαλῆσαι ὁ Εὐρύμαχος, οὐχ' οὕτω κατὰ δόλον ὡς διὰ σύγχυσιν λογισμοῦ. (ῃερς. 58.) Ἰστέον δὲ ὅτι ἔχει θεραπείαν ἡ τοιαύτη ἀμφιβολία τὸ, εἰσόκε σὸν κὴρ ἰανθῇ. ὅπως γὰρ ἂν καὶ νοοῖτο ἡ ῥηθεῖσα τιμὴ, εἰς τοσοῦτον ὅμως αὕτη γενήσεται, ἕως ἄν, φησιν, ἀγαπήσῃς τὰ δοθησόμενα. δύναται δὲ ἄλλως τιμὴ ἐνταῦθα νοηθῆναι καὶ τὸ παρὰ τοῖς ὕστερον λεγόμενον τίμημα, ἵνα λέγῃ Εὐρύμαχος ὡς τιμησόμεθα τὰ δαπανηθέντα ἰδίᾳ καὶ χωρὶς ἕκαστος, ἄγοντες ὡς ἐν συναλλαγῇ χαλκὸν καὶ χρυσὸν κατὰ τὸ ἀνάλογον, ἕως ἂν τὸ σὸν κῆρ ἰανθῇ. ἡ δὲ τοιαύτη τιμὴ καὶ τῖμος λέγεται κωμικώτερον, ὡς Λογγῖνος δηλοῖ, ὁμοίως τῷ, χολὴ χόλος, ὠνὴ ὦνος καὶ τοῖς τοιούτοις. μνηστέον δ' ἐνταῦθα καὶ παλαιᾶς παραδόσεως, ἐκθεμένης ὡς ἡ μὲν εὐκλεὴς τιμὴ παράγει τὸν ἐπίτιμον, ὅς ἐστιν ὁ ἔντιμος, ἡ δὲ ἑτεροία τὸν ἐπιτίμιον. ὁ δέ ἐστιν ὁ ἐπιζήμιος καὶ ἐπίπληκτος. ἀφ' οὗ καὶ τὸ ἐπιπλήξειν ἐπιτιμήσειν φαμὲν, καὶ ἐπιτίμησον τῷ δεῖνι ἀντὶ τοῦ ἐπίπληξον. καὶ νοητέον ἐκεῖθεν ὅτι τοῦ ἐπιτίμιος ἀρσενικοῦ ἔστιν οὐδέτερον τὸ κοινῶς λεγόμενον ἐπιτίμιον, ἵνα ᾖ, ὥς περ ἐγκώμιος λόγος παρὰ Πινδάρῳ πολλαχοῦ καὶ ἐγκώμιον ἀπ' αὐτοῦ, σύγγραμμα δηλαδὴ, οὕτω καὶ ὁ ἐπιτίμιος ἀνὴρ καὶ τὸ ἐπιτίμιον πρᾶγμα ἢ λόγιον. Τὸ δὲ ἀποδώσομεν χρεωστικὴν δηλοῖ ἔκτισιν. ἀφ' ἧς καὶ ἡ ἀνωτέρω ῥηθεῖσα τιμὴ ἐν τῷ, τιμὴν ἀμφὶς ἄγοντες. διαφορὰ γάρ τις τοῦ ἀποδοῦναι καὶ τοῦ δοῦναι ἐν ἄλλοις δεδήλωται. (ῃερς. 61.) Τὸ δὲ, οὐδ' εἴ μοι πατρώϊα πάντ' ἀποδοῖτε καὶ τὰ ἑξῆς, Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 310

οὐ πολλὴν ὑπερβολὴν ἔχει. Σημείωσαι γὰρ ὅτι τὴν ὑπερβολὴν τῶν δόσεων τῇ Ἰλιάδι μάλιστα ἐχαρίσατο, ἔν τε ἄλλοις καὶ μάλιστα ἐν οἷς φησὶν Ἀχιλλεὺς μὴ ἂν ἐξελθεῖν εἰς πόλεμον οὐδὲ εἰ τόσα καὶ τόσα πάμπλειστα λάβοι. ἐνταῦθα δὲ τῇ τῶν προσώπων ποιότητι συμμετριάζει καὶ τὸ ὑπερβάλλον τῆς δόσεως. Τοῦ δὲ πατρώϊα ἑρμηνεία τὸ, ὅσσα τε νῦν, καὶ τὸ, εἴ ποθεν ἄλλα, ἵνα λέγῃ πατρώϊα μὴ τὰ περιελθόντα ἐκ πατέρων τῷ Ὀδυσσεῖ, ἀλλὰ τὰ τοῖς μνηστῆρσι πάλαι ποτὲ πατρῷα, καὶ οὕτω παράγοιντο οἱ τρεῖς χρόνοι, ὁ πρῴην, ὁ νῦν καὶ ὁ εἰσέπειτα, ὡς φαμένου τοῦ Ὀδυσσέως μὴ ἂν καταλλαγήσεσθαι τοῖς μνηστῆρσιν, οὐδ' εἴ περ τὰ ἐκ πατέρων αὐτοῖς προσόντα δοῖεν, μήτε ἃ νῦν ἔχουσι, μήτε ἅ περ εἰσέπειτα κτήσονται. (ῃερς. 62.) Τὸ δὲ ἀποδοῖτε καὶ τὸ ἐπιθεῖτε συγκοπή ἐστι τοῦ δοίητε καὶ θείητε, ὧν τρίτα τὸ ἀποδοῖεν καὶ ἐπιθεῖεν. (ῃερς. 63.) Τὸ δὲ, χεῖρας ἐμὰς λήξαιμι, τουτέστι παύσω φόνοιο, ἐντελῶς ἐφράσθη. ἡ γὰρ κοινὴ διάλεκτος ἀρκεῖται λέγειν λήξαιμι φόνοιο, τουτέστι παυθήσομαι. (ῃερς. 65.) Τὸ δὲ, νῦν ὑμῖν παράκειται ἐναντίον ἠὲ μάχεσθαι ἢ φεύγειν, ὃ δὴ πρὸς ἐναντίους ἐκφόβησίς ἐστιν ἀπό τινος θαῤῥαλέως ἔχοντος, φιλοσόφως εἴρηται. ἐναντία γὰρ ἀλλήλοις τὸ μάχεσθαι καὶ τὸ φεύγειν. (ῃερς. 67.) Σημείωσαι δὲ ὅτι, ἐπεί περ εἰκὸς ἦν ἐνταῦθα τοὺς μνηστῆρας εἰπεῖν ὡς αἱροῦνται οὐ μάχεσθαι ἀλλὰ φεύγειν, ἐπάγει Ὀδυσσεὺς ὡς οὐκ ἔσται οὐδὲ τοῦτο ὑμῖν. φησὶ γάρ· ἀλλά τιν' οὐ φεύξεσθαι ὀΐομαι αἰπὺν ὄλεθρον. εἰ γὰρ καὶ Ἀντίνοος οἷα καὶ στρατηγὸς προκατῆρχε τοῦ ληΐζεσθαι, ἀλλ' ὁ Εὐρύμαχος οὐκ ἀντιβαίνων ἐκείνῳ ὑποστρατηγεῖν ἐδόκει. ἀκολούθως δὲ καὶ οἱ λοιποὶ τούτοις ἑπόμενοι στρατός τις ἦσαν αὐτοῖς· εἰκότως ἄρα πάντες ὀλοθρευθήσεσθε. (ῃερς. 68–88.) Ὅτι Ὀδυσσέως ἐκφήναντος ἑαυτὸν καὶ ἀπειλησαμένου, τῶν μὲν ἄλλων μνηστήρων αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ· Εὐρύμαχος δὲ, ἀρετῇ γὰρ ἦν ὡς 2.273 ἐῤῥέθη ἔξοχος, ποιεῖ τὸ ἐγχωροῦν, καὶ στρατηγικῶς θαῤῥύνων ἐκείνους φησίν· ὦ φίλοι, οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους, ἀλλ' ἐπεὶ ἔλλαβε τόξον ἐΰξοον ἠδὲ φαρέτρην, οὐδοῦ ἀπὸ ξεστοῦ τοξάσσεται, εἰσόκε πάντας ἄμμε κατακτείνῃ. ἀλλὰ μνησώμεθα χάρμης· φάσγανά τε σπάσασθε καὶ ἀντίσχεσθε τραπέζας ἰῶν ὠκυμόρων σχεδιάζοντες αὐτὰς ὡς εἰς ἀσπίδας. ἄλλως γὰρ ἀσπίδες αὐτοῖς οὐκ εἰσίν. ἐπὶ δ' αὐτῷ πάντες ἔχωμεν ἀθρόοι, εἴ πως αὐτὸν οὐδοῦ ἀπώσομεν ἠδὲ θυράων, ἔλθωμεν δ' ἀνὰ ἄστυ, βοὴ δ' ὤκιστα γένοιτο. οὕτως ἂν τάχα νῦν ὕστατα τοξάσαιτο. καὶ οὕτω μὲν ὁ τῶν μνηστήρων περιλειφθεὶς ἀρχὸς Εὐρύμαχος πρόμαχος παραθαῤῥύνων ἐλλόγως εἰς μάχην αὐτούς. καὶ ἅμα ἐρύσας φάσγανον ὀξὺ χάλκεον ἆλτο ἐπὶ τῷ Ὀδυσσεῖ σμερδαλέα ἰάχων. ὁ δ' ὁμαρτῇ δῖος Ὀδυσσεὺς ἰὸν ἀποπροϊεὶς, ἤγουν ἀπὸ τόξου ἢ ἀφ' ἑαυτοῦ προπέμψας, βάλε στῆθος παρὰ μαζὸν, ἐν δέ οἱ ἥπατι πῆξε θοὸν βέλος· ἐκ δ' ἄρα χειρὸς φάσγανον ἧκε χαμᾶζε, περιῤῥηδὴς δὲ τραπέζῃ κάππεσε δινηθεὶς ἢ ἰδνωθείς· ἀπὸ δ' εἴδατα χεῦεν ἔραζε, τὰ ἐπὶ τῇ τραπέζῃ, ὃ καὶ Ἀντίνοος ἐποίησε, καὶ δέπας ἀμφικύπελλον· ὁ δὲ χθόνα τύπτε μετώπῳ, θυμῷ ἀνιάζων· ποσὶ δὲ θρόνον ἀμφοτέροισι λακτίζων ἐτίναξε· κατ' ὀφθαλμῶν δὲ ἔχυτ' ἀχλύς. Καὶ ὅρα ὡς πλείων ἡ διασκευὴ τοῦ κατὰ τὸν Εὐρύμαχον σφαδασμοῦ ἤ περ τοῦ κατὰ τὸν Ἀντίνοον, φιλοτιμησαμένου τοῦ ποιητοῦ πλεῖόν τι φράσαι εἰς τὸν καὶ πλεῖον ἀνδρισάμενον. κεῖνται οὖν ἰδοὺ οἱ τῶν μνηστήρων ἀρχοὶ οἱ τῇ κατ' ἀνδρίαν ἀρετῇ ἔξοχοι. φρούδου τοίνυν τοῦ ἐξ αὐτῶν ὄντος κακοῦ, μείων λόγος τῶν λοιπῶν. (ῃερς. 70.) Ὅρα δὲ ὅτι καὶ ἐνταῦθα ὁ ποιητὴς ἐκ τοῦ γˉαρ συνδέσμου ἀρξάμενος ἐν τῷ, οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας, ἀποδίδωσι τὴν ἔννοιαν μετὰ τρεῖς στίχους, εἰπὼν συνήθως, ἀλλὰ μνησώμεθα χάρμης. πολλαχοῦ γὰρ ὁ ἀλλˉα σύνδεσμος ἀποδοτικὸς κεῖται, ὅτε καὶ ἀντὶ τοῦ δὴ λαμβάνεται. Τὸ δὲ σχήσει ἐνταῦθα ἀντὶ τοῦ ἐφέξει, κωλύσει. Εἰς ἔπαινον δὲ ἀγαθοῦ τοξότου παρῳδηθήσεται τὸ, οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας ἐπεὶ ἔλλαβε τόξον καὶ ἑξῆς. (ῃερς. 74.) Τὸ δὲ, ἀντίσχεσθε τραπέζας ἰῶν, ἀντὶ τοῦ προβάλλεσθε ἄντα ἢ ἄντην καὶ ἐξεναντίας τῶν βελῶν ἔχετε δίκην ἀσπίδων, ὡς εἴρηται. Τὸ δὲ τραπέζας πιθανῶς Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 311

οὐ πολλὴν ὑπερβολὴν ἔχει. Σημείωσαι γὰρ ὅτι τὴν ὑπερβολὴν τῶν δόσεων τῇ Ἰλιάδι

μάλιστα ἐχαρίσατο, ἔν τε ἄλλοις καὶ μάλιστα ἐν οἷς φησὶν Ἀχιλλεὺς μὴ ἂν ἐξελθεῖν

εἰς πόλεμον οὐδὲ εἰ τόσα καὶ τόσα πάμπλειστα λάβοι. ἐνταῦθα δὲ τῇ τῶν προσώπων

ποιότητι συμμετριάζει καὶ τὸ ὑπερβάλλον τῆς δόσεως. Τοῦ δὲ πατρώϊα ἑρμηνεία τὸ,

ὅσσα τε νῦν, καὶ τὸ, εἴ ποθεν ἄλλα, ἵνα λέγῃ πατρώϊα μὴ τὰ περιελθόντα ἐκ πατέρων

τῷ Ὀδυσσεῖ, ἀλλὰ τὰ τοῖς μνηστῆρσι πάλαι ποτὲ πατρῷα, καὶ οὕτω παράγοιντο οἱ

τρεῖς χρόνοι, ὁ πρῴην, ὁ νῦν καὶ ὁ εἰσέπειτα, ὡς φαμένου τοῦ Ὀδυσσέως μὴ ἂν

καταλλαγήσεσθαι τοῖς μνηστῆρσιν, οὐδ' εἴ περ τὰ ἐκ πατέρων αὐτοῖς προσόντα

δοῖεν, μήτε ἃ νῦν ἔχουσι, μήτε ἅ περ εἰσέπειτα κτήσονται. (ῃερς. 62.) Τὸ δὲ ἀποδοῖτε

καὶ τὸ ἐπιθεῖτε συγκοπή ἐστι τοῦ δοίητε καὶ θείητε, ὧν τρίτα τὸ ἀποδοῖεν καὶ

ἐπιθεῖεν. (ῃερς. 63.) Τὸ δὲ, χεῖρας ἐμὰς λήξαιμι, τουτέστι παύσω φόνοιο, ἐντελῶς

ἐφράσθη. ἡ γὰρ κοινὴ διάλεκτος ἀρκεῖται λέγειν λήξαιμι φόνοιο, τουτέστι

παυθήσομαι. (ῃερς. 65.) Τὸ δὲ, νῦν ὑμῖν παράκειται ἐναντίον ἠὲ μάχεσθαι ἢ φεύγειν,

ὃ δὴ πρὸς ἐναντίους ἐκφόβησίς ἐστιν ἀπό τινος θαῤῥαλέως ἔχοντος, φιλοσόφως

εἴρηται. ἐναντία γὰρ ἀλλήλοις τὸ μάχεσθαι καὶ τὸ φεύγειν. (ῃερς. 67.) Σημείωσαι δὲ

ὅτι, ἐπεί περ εἰκὸς ἦν ἐνταῦθα τοὺς μνηστῆρας εἰπεῖν ὡς αἱροῦνται οὐ μάχεσθαι

ἀλλὰ φεύγειν, ἐπάγει Ὀδυσσεὺς ὡς οὐκ ἔσται οὐδὲ τοῦτο ὑμῖν. φησὶ γάρ· ἀλλά τιν'

οὐ φεύξεσθαι ὀΐομαι αἰπὺν ὄλεθρον. εἰ γὰρ καὶ Ἀντίνοος οἷα καὶ στρατηγὸς

προκατῆρχε τοῦ ληΐζεσθαι, ἀλλ' ὁ Εὐρύμαχος οὐκ ἀντιβαίνων ἐκείνῳ ὑποστρατηγεῖν

ἐδόκει. ἀκολούθως δὲ καὶ οἱ λοιποὶ τούτοις ἑπόμενοι στρατός τις ἦσαν αὐτοῖς·

εἰκότως ἄρα πάντες ὀλοθρευθήσεσθε. (ῃερς. 68–88.) Ὅτι Ὀδυσσέως ἐκφήναντος

ἑαυτὸν καὶ ἀπειλησαμένου, τῶν μὲν ἄλλων μνηστήρων αὐτοῦ λύτο γούνατα καὶ

φίλον ἦτορ· Εὐρύμαχος δὲ, ἀρετῇ γὰρ ἦν ὡς 2.273 ἐῤῥέθη ἔξοχος, ποιεῖ τὸ ἐγχωροῦν,

καὶ στρατηγικῶς θαῤῥύνων ἐκείνους φησίν· ὦ φίλοι, οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας

ἀάπτους, ἀλλ' ἐπεὶ ἔλλαβε τόξον ἐΰξοον ἠδὲ φαρέτρην, οὐδοῦ ἀπὸ ξεστοῦ

τοξάσσεται, εἰσόκε πάντας ἄμμε κατακτείνῃ. ἀλλὰ μνησώμεθα χάρμης· φάσγανά τε

σπάσασθε καὶ ἀντίσχεσθε τραπέζας ἰῶν ὠκυμόρων σχεδιάζοντες αὐτὰς ὡς εἰς

ἀσπίδας. ἄλλως γὰρ ἀσπίδες αὐτοῖς οὐκ εἰσίν. ἐπὶ δ' αὐτῷ πάντες ἔχωμεν ἀθρόοι, εἴ

πως αὐτὸν οὐδοῦ ἀπώσομεν ἠδὲ θυράων, ἔλθωμεν δ' ἀνὰ ἄστυ, βοὴ δ' ὤκιστα

γένοιτο. οὕτως ἂν τάχα νῦν ὕστατα τοξάσαιτο. καὶ οὕτω μὲν ὁ τῶν μνηστήρων

περιλειφθεὶς ἀρχὸς Εὐρύμαχος πρόμαχος παραθαῤῥύνων ἐλλόγως εἰς μάχην αὐτούς.

καὶ ἅμα ἐρύσας φάσγανον ὀξὺ χάλκεον ἆλτο ἐπὶ τῷ Ὀδυσσεῖ σμερδαλέα ἰάχων. ὁ δ'

ὁμαρτῇ δῖος Ὀδυσσεὺς ἰὸν ἀποπροϊεὶς, ἤγουν ἀπὸ τόξου ἢ ἀφ' ἑαυτοῦ προπέμψας,

βάλε στῆθος παρὰ μαζὸν, ἐν δέ οἱ ἥπατι πῆξε θοὸν βέλος· ἐκ δ' ἄρα χειρὸς φάσγανον

ἧκε χαμᾶζε, περιῤῥηδὴς δὲ τραπέζῃ κάππεσε δινηθεὶς ἢ ἰδνωθείς· ἀπὸ δ' εἴδατα χεῦεν

ἔραζε, τὰ ἐπὶ τῇ τραπέζῃ, ὃ καὶ Ἀντίνοος ἐποίησε, καὶ δέπας ἀμφικύπελλον· ὁ δὲ

χθόνα τύπτε μετώπῳ, θυμῷ ἀνιάζων· ποσὶ δὲ θρόνον ἀμφοτέροισι λακτίζων ἐτίναξε·

κατ' ὀφθαλμῶν δὲ ἔχυτ' ἀχλύς. Καὶ ὅρα ὡς πλείων ἡ διασκευὴ τοῦ κατὰ τὸν

Εὐρύμαχον σφαδασμοῦ ἤ περ τοῦ κατὰ τὸν Ἀντίνοον, φιλοτιμησαμένου τοῦ ποιητοῦ

πλεῖόν τι φράσαι εἰς τὸν καὶ πλεῖον ἀνδρισάμενον. κεῖνται οὖν ἰδοὺ οἱ τῶν

μνηστήρων ἀρχοὶ οἱ τῇ κατ' ἀνδρίαν ἀρετῇ ἔξοχοι. φρούδου τοίνυν τοῦ ἐξ αὐτῶν

ὄντος κακοῦ, μείων λόγος τῶν λοιπῶν. (ῃερς. 70.) Ὅρα δὲ ὅτι καὶ ἐνταῦθα ὁ ποιητὴς

ἐκ τοῦ γˉαρ συνδέσμου ἀρξάμενος ἐν τῷ, οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας, ἀποδίδωσι

τὴν ἔννοιαν μετὰ τρεῖς στίχους, εἰπὼν συνήθως, ἀλλὰ μνησώμεθα χάρμης.

πολλαχοῦ γὰρ ὁ ἀλλˉα σύνδεσμος ἀποδοτικὸς κεῖται, ὅτε καὶ ἀντὶ τοῦ δὴ

λαμβάνεται. Τὸ δὲ σχήσει ἐνταῦθα ἀντὶ τοῦ ἐφέξει, κωλύσει. Εἰς ἔπαινον δὲ ἀγαθοῦ

τοξότου παρῳδηθήσεται τὸ, οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας ἐπεὶ ἔλλαβε τόξον καὶ

ἑξῆς. (ῃερς. 74.) Τὸ δὲ, ἀντίσχεσθε τραπέζας ἰῶν, ἀντὶ τοῦ προβάλλεσθε ἄντα ἢ ἄντην

καὶ ἐξεναντίας τῶν βελῶν ἔχετε δίκην ἀσπίδων, ὡς εἴρηται. Τὸ δὲ τραπέζας πιθανῶς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

311

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!