Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ... Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

σολοικίζοντος, καθὰ καὶ ἐν ἄλλοις δεδήλωται. Αὐλὸς δὲ νῦν κατὰ τοὺς παλαιοὺς κρουνὸς, ἐξακόντισμα αἵματος, ὀξεῖα ἀναφορά. αὐλὸς γάρ, φασι, πᾶν τὸ στενόν· ὅθεν καὶ ἔναυλοι στενοὶ ποταμοί. τοιοῦτον δέ τοι καὶ οἱ αὐλῶνες· ὅθεν τὰ διαυλωνίζοντα πνεύματα, καὶ διαυλωνία, τοπικὴ στενότης, καθ' ἣν ὄρτυγες ἢ ἁπλῶς ἄγριοι ὄρνιθες ἀγρεύονται. ἐθνικὴ δὲ λέξις αὕτη γνώριμος τοῖς περὶ Σινώπην ἀνωτέρω οἰκοῦσι πρὸς Βοῤῥᾶν. καὶ ἡ τοῦ ἀρότρου δὲ εἰς μῆκος τομὴ ἐκ τούτου αὖλαξ λέγεται, καὶ ὁ δίαυλος. ἡ δὲ Ἰλιὰς ἐντεῦθεν οἶδε καὶ τὴν αὐλῶπιν τρυφάλειαν. καὶ ὁ μουσικὸς δὲ αὐλὸς καὶ αὐλίσκος τοιοῦτόν τι, καὶ ὅσα δὲ ἄλλα τῆς τοιαύτης συστοιχίας ἐστίν. ἔοικε δ' ἐνταῦθα ὁ ἐλθὼν ἀνὰ ῥῖνας αὐλὸς διὰ τὰς ῥῖνας εἰρῆσθαι αὐλός. οὐ γὰρ ἁπλῶς τὸ στενὸν αὐλὸς, ἀλλὰ τὸ κοιλότητος μετέχον τινός· ὁποῖος καὶ ὁ αὐλὸς, ἔτι δὲ καὶ οἱ αὐλῶνες καὶ ἡ αὖλαξ. ὁ δὲ ῥηθεὶς κρουνὸς τοῦ αἵματος οὐκ ἂν κυρίως αὐλὸς λέγοιτο αὐτὸς, ἀλλὰ διὰ τὸ ἐξ αὐλοειδῶν τῶν ῥινῶν ἐξέρχεσθαι. εἴρηται δὲ περὶ αὐλῶν καὶ τῶν ἐξ αὐτῶν καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα, ἔτι δὲ καὶ περὶ αὐλίσκων τῶν κατὰ σύριγγας· ὧν ἀποτελεστικοὶ οἱ Ὁμηρικοὶ δόνακες, ὡς δηλοῖ ὁ γράψας ἐν ἐπιγράμματι Πινδάρου περὶ τοῦ Πανὸς τὸ, νομίων λησάμενος δονάκων, ἤγουν ἐκλαθόμενος τῆς σύριγγος. Ἀνδρόμεον δὲ οὐ μόνον αἷμα, ὡς νῦν, ἀλλὰ καὶ ψωμοὶ πρὸ τούτων ἀνδρόμεοι ἐπὶ Κύκλωπος. (ῃερς. 20.) Τὸ δὲ, ὦσε ποδὶ πλήξας, σφαδάζειν δηλοῖ τὸν Ἀντίνοον ἐν τῷ πίπτειν. (ῃερς. 21.) Τοῦ δὲ φορύνειν πρωτότυπον εἶναι δηλοῖ τὸ φορύω, καθὰ καὶ τοῦ φορύσσειν· τοῦ μὲν κατὰ πλεονασμὸν τοῦ ˉν, τοῦ δὲ κατὰ παραγωγήν· ἐξ οὗ καὶ τὸ αἱμοφόρυκτον. δῆλον δ' ὅτι ἐκ τοῦ φορῶ γίνεται τὸ φορύω, καθὰ καὶ ἐκ τοῦ χῶ τὸ χύω· ἐξ αὐτῶν δὲ ∆ωρικῇ προσθέσει τοῦ ˉν τῇ πολλαχοῦ δηλωθείσῃ τὸ φορύνω καὶ χύνω κατὰ τὸ πλύω πλύνω καὶ ὅσα τοιαῦτα. οὕτω δέ, φασι, καὶ ἄχω ἀχύω, καὶ ∆ωρικῶς ἀχύνω, καὶ μεταθέσει ἀχνύω, ἐξ οὗ τὸ ἄχνυμι. ὁμοίως καὶ δέχω δεχύω δεχύνω καὶ μεταθέσει καὶ παραγωγῇ δεχνύω δέχνυμι. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα, περὶ ὧν καὶ ἑτεροῖόν τι ἐν τοῖς εἰς τὴν Ἰλιάδα γέγραπται. (ῃερς. 24.) Ὅτι πεσόντος, ὡς ἐῤῥέθη, τοῦ Ἀντινόου ὁμάδησαν οἱ μνηστῆρες, ἐκ δὲ θρόνων ἀνόρουσαν, ὀρινθέντες κατὰ δῶμα, πάντοσε παπταίνοντες ποτὶ τοίχους, ἔνθα δὲ τὰ, ὡς ἐῤῥέθη, συσταλέντα ἐκρέμαντο ὅπλα. οὐ δέ πῃ ἀσπὶς ἔην οὐδ' ἄλκιμον ἔγχος ἑλέσθαι. (ῃερς. 26.) καλῶς ἄρα Ὀδυσσεὺς προεμηθεύσατο ἐπικρύψαι αὐτά. νείκειον δ' Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσι. καὶ ἐκπεσόντες τοῦ ἔργοις ἀμύνεσθαι τρέπονται εἰς τὸ λαλεῖν, λέγοντες· (ῃερς. 27.) ξεῖνε, κακῶς ἀνδρῶν τοξάζεαι· οὐκέτ' ἀέθλων ἄλλων ἀντιάσεις· νῦν τοι σῶς αἰπὺς ὄλεθρος. ὃ δὴ καὶ ἐν ἄλλοις κεῖται. καὶ γὰρ δὴ νῦν φῶτα κατέκτανες, ὃς μέγ' ἄριστος κούρων ἐν Ἰθάκῃ, διό σε ἔνθα γῦπες ἔδονται. (ῃερς. 31.) εἶτα δηλῶν ὁ ποιητὴς ὅπως ταῦτ' ἔλεγον οἱ μνηστῆρες καὶ ὅτι οὔ πω γνωρίσαντες τὸν Ὀδυσσέα ἐπάγει· ἴσκεν ἕκαστος ἀνὴρ, τουτέστιν, ὡς καὶ προεῤῥέθη ἀλλαχοῦ, ἔλεγεν ἢ ὑπενόει, ἤϊσκεν. ἐπειδὴ φάσαν οὐκ ἐθέλοντα ἄνδρα κατακτεῖναι, ἀλλὰ κατὰ ἀτεχνίαν τοῦ τοξεύειν. (ῃερς. 32.) τὸ δὲ, νήπιοι οὐκ ἐνόησαν ὡς δή σφιν καὶ πᾶσιν ὀλέθρου πείρατ' ἐφῆπτο, ὃ καὶ ἐν Ἰλιάδι γέγραπται· τοῦτο δὲ προαναφωνητικῶς λαλεῖται, ὡς μηδενὸς ἐκφευξομένου τὸν θάνατον. Ἰστέον δὲ ὅτι νοθευέται ὑπὸ τῶν παλαιῶν τὸ χωρίον τοῦτο. ἄκαιρον γάρ, φασι, καὶ γελοῖον, πάντας ὁμοῦ ταῦτα λέγειν ὡς ἐκ συνθήματος οἷα τινὰ τραγικὸν χορόν. ἔθος γάρ, φασιν, Ὁμήρῳ ἐν τοῖς τοιούτοις οὐχ' οὕτω ποιεῖν, ἀλλὰ λέγειν· ὧδε δέ τις εἴπεσκεν. ἔστι δ' εἰπεῖν, ὡς ἐσχημάτισεν Ὅμηρος νῦν ἄλλως τὸ τοιοῦτον νόημα, ὡς οἷα συγκεχυμένως ὑφ' ἑκάστου τῶν μνηστήρων λεγόμενον. οὐ γὰρ εἶχεν ἐν τοσούτῳ ταράχῳ κοινῷ ἰδίᾳ ἠθοποιεῖν. (ῃερς. 25.) Τὸ δὲ ἑλέσθαι πάνυ ἀσφαλῶς κεῖται. ἦν μὲν γὰρ ἀσπὶς καὶ ἔγχος, ἀλλ' οὐχ' ὥστε καὶ ἑλέσθαι τοὺς μνηστῆρας· κέκρυπται γάρ. (ῃερς. 27.) Τὸ δὲ, κακῶς ἀνδρῶν τοξάζεαι, ἀντὶ τοῦ ἀτέχνως τοξάζῃ κατὰ ἀνδρῶν· οὕτω γὰρ ὡς εἴρηται οἴονται. Ὅρα δ' ἐν τῷ, ξεῖνε, κακῶς ἀνδρῶν τοξάζεαι καὶ ἑξῆς, τὸ τῶν ἐννοιῶν κομματικὸν διὰ θυμόν. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 308

τρεῖς γὰρ ἐν δυσὶ στίχοις ἔννοιαι κεῖνται αὐτοτελεῖς. Τὸ δὲ οἴεσθαι τοὺς μνηστῆρας ὡς οὐχ' ἑκὼν ὁ ξένος ἀφῆκε βέλος κατὰ τοῦ Ἀντινόου, ἔχει τι καὶ εὐηθείας, ἐπεὶ παρέπλαγξεν αὐτοῖς κἀνταῦθα θεὸς τὸ νόημα. διὸ καὶ Ὅμηρος ἐπεσημήνατο εἰπών· τὸ δὲ νήπιοι οὐκ ἐνόησαν. (ῃερς. 28.) Ἰστέον δὲ ὅτι τὸ, οὐκέτ' ἀέθλων ἄλλων ἀντιάσεις, ἔχει τι καὶ ἀστειότητος, ὡς οἷα λεγόντων τῶν μνηστήρων ὅτι διοϊστεύσας μὲν σιδήρου εἶχες ἄεθλα τὰ ὑπὸ τῆς Πηνελόπης ῥηθέντα, ἐπὶ δὲ τῇ βολῇ ταύτῃ τοῦ Ἀντινόου οὐκ ἔσται σοι ἀέθλων τυχεῖν. (ῃερς. 33.) Τὸ 2.271 δὲ, ὀλέθρου πείρατ' ἐφῆπται, κεῖται μὲν καὶ μετ' ὀλίγα. εἴληπται δὲ ὡς ἀπὸ σχοινίου, ἁπτομένου ποθὲν κατὰ τὰ πέρατα, καὶ δηλοῖ συμβολικῶς ὅτι τέλειος καὶ πεπερατωμένος ὄλεθρος τῶν μνηστήρων ἧπται καὶ οὗ ἐπέκεινα οὐκ ἔστιν εὑρεῖν ἕτερον ὄλεθρον. (ῃερς. 35–67.) Ὅτι τὰ κακὰ τῶν μνηστήρων ἐκτιθέμενος Ὀδυσσεὺς ἐν ἐπηκόῳ καὶ τῆς ἄγαν ἀναιδείας αὐτοὺς αἰτιώμενος καὶ κατηγορῶν παρ' ἑαυτῷ δικαστῇ φησίν· ὦ κύνες, οὔ μ' ἔτι ἐφάσκετε ὑπότροπον οἴκαδ' ἱκέσθαι δήμου ἄπο Τρώων, ὅτι μοι κατεκείρετε οἶκον, δμωῇσί τε γυναιξὶ παρευνάζεσθε βιαίως, αὐτοῦ τε ζώοντος ὑπεμνάασθε γυναῖκα, οὔτε θεὸν δείσαντες, ὃς οὐρανὸν εὐρὺν ἔχει, οὔτε τιν' ἀνθρώπων νέμεσιν κατόπισθεν ἔθεσθε, καὶ ἑξῆς. καὶ τοὺς μὲν ἄλλους πάντας ὑπὸ χλωρὸν δέος εἷλεν ἀκούσαντας. ἐξεπτόησε γὰρ αὐτοὺς τὸ τοῦ Ὀδυσσέως ὄνομα, ὡς εἰκός. Εὐρύμαχος δὲ μόνος ὑποθαῤῥήσας ἔφη· εἰ μὲν δὴ Ὀδυσσεὺς Ἰθακήσιοςἦλθες, ταῦτα μὲν αἴσιμα εἶπες· οὐ γάρ ἐστιν ἀντειπεῖν· ἀλλ' ὁ μὲν ἤδη κεῖται, ὃς αἴτιος ἔπλετο πάντων, Ἀντίνοος· οὗτος γὰρ ἐπίηλε τάδε ἔργα, οὔ τι γάμου τόσσον κεχρημένος, ἀλλ' ἄλλα φρονέων, τά οἱ οὐκ ἐτέλεσε θεός. ποῖα δὴ ἄλλα; ὄφρα Ἰθάκης κατὰ δῆμον βασιλεύοι αὐτὸς, ἀτὰρ σὸν παῖδα κατακτείνειε λοχήσας, οἷα δηλαδὴ βασιλειῶν. νῦν δ' ὁ μὲν ἐν μοίρῃ πέφαται, ἤτοι δεόντως πεφόνευται· σὺ δὲ φείδεο λαῶν σῶν, μονονουχὶ λέγων, ὅτι σαυτὸν βλάψεις τοὺς σοὺς ἀνελών. καὶ οὕτω μεταστατικῶς λαλήσας καί τι καὶ ἱκετεύσας ἐπάγει· ἀτὰρ ἄμμες ὄπισθεν ἀρεσσάμενοι κατὰ δῆμον, ὅσσα τοι ἐκπέποται καὶ ἐδήδοται ἐν μεγάροισι, τιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον ἕκαστος, χαλκόν τε χρυσόν τε ἀποδώσομεν, εἰσόκεν, ἤγουν ἕως ἂν, σὸν κῆρ ἰανθῇ· πρὶν δ' οὔ τι νεμεσσητὸν κεχολῶσθαι. καὶ οὕτω μὲν ὁ Εὐρύμαχος μεγαλοπρεπῶς τὸν Ὀδυσσέα ὑπέρχεται. Ὀδυσσεὺς δὲ, Εὐρύμαχέ, φησιν, οὐδ' εἴ μοι πατρώϊα πάντ' ἀποδοῖτε, ὅσσα τε νῦν ὑμῖν ἐστὶ καὶ εἴ ποθεν ἄλλ' ἐπιθεῖτε, οὐδ' ἂν οὕτω χεῖρας ἐμὰς λήξαιμι φόνοιο, πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι. εἶτα ἔργον ἀνδρείου καὶ θαῤῥαλέου ἀνδρὸς ποιῶν ἐπάγει· νῦν ὑμῖν πάρα κεῖται ἢ παράκειται, ἐναντίον ἠὲ μάχεσθαι ἢ φεύγειν, ὃς ἂν θάνατον καὶ Κῆρας ἀλύξῃ· ἀλλά τινα οὐ φεύξεσθαι ὀΐομαι αἰπὺν ὄλεθρον. (ῃερς. 36.) Ἰστέον δὲ ὅτι τὸ δήμου ἀπὸ Τρώων δι' ἐκφόβησιν τῶν μνηστήρων παρέῤῥιπται ἐπὶ ἀναμνήσει τῆς αὐτοῦ ἀνδρείας. ἄλλως γὰρ οὐκ ἀπὸ δήμου Τρώων ἥκει Ὀδυσσεὺς ἄρτι, ἀλλ' ἀπὸ μακρᾶς πλάνης. Τὸ δὲ κατεκείρετε ἐπαινεῖται τοῖς παλαιοῖς, οἵ φασιν ὡς οὐκ ἂν ἐμφαντικώτερον ἡ λέξις μεθερμηνευθείη. (ῃερς. 38.) Τὸ δέ, γυναιξὶ δμωαῖς τοὺς μνηστῆρας παρευνάζεσθαι βιαίως, δμωὰς γυναῖκας ῥυστάζεσθαι ἀεικελίως πρὸ τούτων ἔφη. γυναῖκες δ' ἐνταῦθα δμωαὶ κατὰ τὸ φύσει σημαινόμενον τῆς γυναικὸς, ἤγουν θήλειαι ἄνθρωποι. ἐφεξῆς δὲ εὐθὺς ἐν τῷ, ὑπεμνάασθε γυναῖκα, τὴν ὑπὸ ἀνδρὶ λέγει. ἔστι δὲ τὸ ὑπεμνάασθε ἀντὶ τοῦ ὑπούλως καὶ ψευδῶς καὶ οὐ κατὰ νόμον ἐμνηστεύεσθε, ὥς περ καὶ τὸ δμωαῖς παρευνάζεσθε ἀντὶ τοῦ παρὰ τὸ δέον συνεκοιμᾶσθε. Ὅρα δὲ καὶ ὡς μνησθεὶς Ὀδυσσεὺς τῆς γυναικὸς σιωπᾷ τὴν τοῦ φίλου υἱοῦ ἐπιβουλὴν καὶ οὐκ ὀνειδίζει καὶ δι' αὐτήν. ἐπειδή, φασιν, ἴσως εἰς τοῦτο διανοεῖται ὡς προεπιβεβουλευμένοι ἠμύνοντο. ἔφη γάρ που ὁ Τηλέμαχος, ὅτι πειρήσομαι εἴ πως ὑμῖν κακὰς ἐπὶ Κῆρας ἰήλω. πρὸς δὲ τὸ τοιοῦτον ἰήλω ἔφη περὶ Ἀντινόου νῦν Εὐρύμαχος, ὅτι οὗτος ἐπίηλε τάδε ἔργα, ἤγουν οὗτος αἴτιος τῶν παρόντων κακῶν, κατηγορίαν ἐνιστῶν ἐπ' ἀκροαταῖς τοῖς ἔτι ζῶσι κατὰ τοῦ μηδὲν ἀντιλέγειν ἔχοντος. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 309

τρεῖς γὰρ ἐν δυσὶ στίχοις ἔννοιαι κεῖνται αὐτοτελεῖς. Τὸ δὲ οἴεσθαι τοὺς μνηστῆρας

ὡς οὐχ' ἑκὼν ὁ ξένος ἀφῆκε βέλος κατὰ τοῦ Ἀντινόου, ἔχει τι καὶ εὐηθείας, ἐπεὶ

παρέπλαγξεν αὐτοῖς κἀνταῦθα θεὸς τὸ νόημα. διὸ καὶ Ὅμηρος ἐπεσημήνατο εἰπών·

τὸ δὲ νήπιοι οὐκ ἐνόησαν. (ῃερς. 28.) Ἰστέον δὲ ὅτι τὸ, οὐκέτ' ἀέθλων ἄλλων

ἀντιάσεις, ἔχει τι καὶ ἀστειότητος, ὡς οἷα λεγόντων τῶν μνηστήρων ὅτι διοϊστεύσας

μὲν σιδήρου εἶχες ἄεθλα τὰ ὑπὸ τῆς Πηνελόπης ῥηθέντα, ἐπὶ δὲ τῇ βολῇ ταύτῃ τοῦ

Ἀντινόου οὐκ ἔσται σοι ἀέθλων τυχεῖν. (ῃερς. 33.) Τὸ 2.271 δὲ, ὀλέθρου πείρατ'

ἐφῆπται, κεῖται μὲν καὶ μετ' ὀλίγα. εἴληπται δὲ ὡς ἀπὸ σχοινίου, ἁπτομένου ποθὲν

κατὰ τὰ πέρατα, καὶ δηλοῖ συμβολικῶς ὅτι τέλειος καὶ πεπερατωμένος ὄλεθρος τῶν

μνηστήρων ἧπται καὶ οὗ ἐπέκεινα οὐκ ἔστιν εὑρεῖν ἕτερον ὄλεθρον. (ῃερς. 35–67.)

Ὅτι τὰ κακὰ τῶν μνηστήρων ἐκτιθέμενος Ὀδυσσεὺς ἐν ἐπηκόῳ καὶ τῆς ἄγαν

ἀναιδείας αὐτοὺς αἰτιώμενος καὶ κατηγορῶν παρ' ἑαυτῷ δικαστῇ φησίν· ὦ κύνες, οὔ

μ' ἔτι ἐφάσκετε ὑπότροπον οἴκαδ' ἱκέσθαι δήμου ἄπο Τρώων, ὅτι μοι κατεκείρετε

οἶκον, δμωῇσί τε γυναιξὶ παρευνάζεσθε βιαίως, αὐτοῦ τε ζώοντος ὑπεμνάασθε

γυναῖκα, οὔτε θεὸν δείσαντες, ὃς οὐρανὸν εὐρὺν ἔχει, οὔτε τιν' ἀνθρώπων νέμεσιν

κατόπισθεν ἔθεσθε, καὶ ἑξῆς. καὶ τοὺς μὲν ἄλλους πάντας ὑπὸ χλωρὸν δέος εἷλεν

ἀκούσαντας. ἐξεπτόησε γὰρ αὐτοὺς τὸ τοῦ Ὀδυσσέως ὄνομα, ὡς εἰκός. Εὐρύμαχος δὲ

μόνος ὑποθαῤῥήσας ἔφη· εἰ μὲν δὴ Ὀδυσσεὺς Ἰθακήσιοςἦλθες, ταῦτα μὲν αἴσιμα

εἶπες· οὐ γάρ ἐστιν ἀντειπεῖν· ἀλλ' ὁ μὲν ἤδη κεῖται, ὃς αἴτιος ἔπλετο πάντων,

Ἀντίνοος· οὗτος γὰρ ἐπίηλε τάδε ἔργα, οὔ τι γάμου τόσσον κεχρημένος, ἀλλ' ἄλλα

φρονέων, τά οἱ οὐκ ἐτέλεσε θεός. ποῖα δὴ ἄλλα; ὄφρα Ἰθάκης κατὰ δῆμον βασιλεύοι

αὐτὸς, ἀτὰρ σὸν παῖδα κατακτείνειε λοχήσας, οἷα δηλαδὴ βασιλειῶν. νῦν δ' ὁ μὲν ἐν

μοίρῃ πέφαται, ἤτοι δεόντως πεφόνευται· σὺ δὲ φείδεο λαῶν σῶν, μονονουχὶ λέγων,

ὅτι σαυτὸν βλάψεις τοὺς σοὺς ἀνελών. καὶ οὕτω μεταστατικῶς λαλήσας καί τι καὶ

ἱκετεύσας ἐπάγει· ἀτὰρ ἄμμες ὄπισθεν ἀρεσσάμενοι κατὰ δῆμον, ὅσσα τοι ἐκπέποται

καὶ ἐδήδοται ἐν μεγάροισι, τιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον ἕκαστος, χαλκόν τε

χρυσόν τε ἀποδώσομεν, εἰσόκεν, ἤγουν ἕως ἂν, σὸν κῆρ ἰανθῇ· πρὶν δ' οὔ τι

νεμεσσητὸν κεχολῶσθαι. καὶ οὕτω μὲν ὁ Εὐρύμαχος μεγαλοπρεπῶς τὸν Ὀδυσσέα

ὑπέρχεται. Ὀδυσσεὺς δὲ, Εὐρύμαχέ, φησιν, οὐδ' εἴ μοι πατρώϊα πάντ' ἀποδοῖτε, ὅσσα

τε νῦν ὑμῖν ἐστὶ καὶ εἴ ποθεν ἄλλ' ἐπιθεῖτε, οὐδ' ἂν οὕτω χεῖρας ἐμὰς λήξαιμι

φόνοιο, πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι. εἶτα ἔργον ἀνδρείου καὶ

θαῤῥαλέου ἀνδρὸς ποιῶν ἐπάγει· νῦν ὑμῖν πάρα κεῖται ἢ παράκειται, ἐναντίον ἠὲ

μάχεσθαι ἢ φεύγειν, ὃς ἂν θάνατον καὶ Κῆρας ἀλύξῃ· ἀλλά τινα οὐ φεύξεσθαι ὀΐομαι

αἰπὺν ὄλεθρον. (ῃερς. 36.) Ἰστέον δὲ ὅτι τὸ δήμου ἀπὸ Τρώων δι' ἐκφόβησιν τῶν

μνηστήρων παρέῤῥιπται ἐπὶ ἀναμνήσει τῆς αὐτοῦ ἀνδρείας. ἄλλως γὰρ οὐκ ἀπὸ

δήμου Τρώων ἥκει Ὀδυσσεὺς ἄρτι, ἀλλ' ἀπὸ μακρᾶς πλάνης. Τὸ δὲ κατεκείρετε

ἐπαινεῖται τοῖς παλαιοῖς, οἵ φασιν ὡς οὐκ ἂν ἐμφαντικώτερον ἡ λέξις

μεθερμηνευθείη. (ῃερς. 38.) Τὸ δέ, γυναιξὶ δμωαῖς τοὺς μνηστῆρας παρευνάζεσθαι

βιαίως, δμωὰς γυναῖκας ῥυστάζεσθαι ἀεικελίως πρὸ τούτων ἔφη. γυναῖκες δ'

ἐνταῦθα δμωαὶ κατὰ τὸ φύσει σημαινόμενον τῆς γυναικὸς, ἤγουν θήλειαι ἄνθρωποι.

ἐφεξῆς δὲ εὐθὺς ἐν τῷ, ὑπεμνάασθε γυναῖκα, τὴν ὑπὸ ἀνδρὶ λέγει. ἔστι δὲ τὸ

ὑπεμνάασθε ἀντὶ τοῦ ὑπούλως καὶ ψευδῶς καὶ οὐ κατὰ νόμον ἐμνηστεύεσθε, ὥς περ

καὶ τὸ δμωαῖς παρευνάζεσθε ἀντὶ τοῦ παρὰ τὸ δέον συνεκοιμᾶσθε. Ὅρα δὲ καὶ ὡς

μνησθεὶς Ὀδυσσεὺς τῆς γυναικὸς σιωπᾷ τὴν τοῦ φίλου υἱοῦ ἐπιβουλὴν καὶ οὐκ

ὀνειδίζει καὶ δι' αὐτήν. ἐπειδή, φασιν, ἴσως εἰς τοῦτο διανοεῖται ὡς

προεπιβεβουλευμένοι ἠμύνοντο. ἔφη γάρ που ὁ Τηλέμαχος, ὅτι πειρήσομαι εἴ πως

ὑμῖν κακὰς ἐπὶ Κῆρας ἰήλω. πρὸς δὲ τὸ τοιοῦτον ἰήλω ἔφη περὶ Ἀντινόου νῦν

Εὐρύμαχος, ὅτι οὗτος ἐπίηλε τάδε ἔργα, ἤγουν οὗτος αἴτιος τῶν παρόντων κακῶν,

κατηγορίαν ἐνιστῶν ἐπ' ἀκροαταῖς τοῖς ἔτι ζῶσι κατὰ τοῦ μηδὲν ἀντιλέγειν ἔχοντος.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

309

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!