18.07.2013 Views

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

παρθένοι ἐπυνθάνοντο καὶ ἀντήκουον δι' ἀμοιβαίων ἰάμβων οὕτω· χέλει, χελώνη, τί

ποιεῖς ἐν τῷ μέσῳ; ἔρια μαρύομαι, ἤγουν κλώθω, καὶ κρόκην Μιλησίαν. ὁ δ' ἔγγονός

σου τί ποιῶν ἀπώλετο; λευκὰν ἀφ' ἵππων εἰς θάλασσαν ἅλατο. ἔστι δ' ἐν τούτοις τὸ

χέλει προστακτικὸν δῆθεν, παρηχούμενον τῇ χελώνῃ. ἐπὶ δὲ τούτοις φησὶν ὁ

ποιητὴς καὶ ὅτι μνηστῆρσι δ' ἂρ ἄχος γένετο μέγα. πᾶσι δ' ἄρα χρὼς ἐτράπετο εἰς

ὠχρίαν δηλαδή. Ζεὺς δὲ μεγάλ' ἔκτυπε σήματα φαίνων. γήθησε δὲ Ὀδυσσεὺς, οἷα καὶ

τερασκόπος, ὅττι ῥά οἱ τέρας ἐπέμφθη ἐκ ∆ιός. καὶ ἦν καὶ τοῦτο οἷόν τις τεραστία

προσάλπιγξις τῆς ἐσομένης μάχης, καθά που καὶ ἐν Ἰλιάδι ἐσάλπιγξε μέγας οὐρανός.

(ῃερς. 413.) Καὶ ὅρα ὅτι τὸ αὐτὸ κτύπημα τῆς βροντῆς καὶ σῆμα εἶπε καὶ τέρας, τοῦτο

μὲν ἑνικῶς, ἐκεῖνο δὲ πληθυντικῶς· σήματα γάρ, φησι, φαίνων· ἢ καὶ ὑπερβατῶς,

μεγάλα σήματα φαίνων. καὶ ἔστι σῆμα μὲν ὡς σημεῖον ἁπλῶς τοῦ μέλλοντος· τέρας

δὲ ἢ διὰ τὸ ὡς εἰκὸς καὶ νῦν ἀνέφελον τοῦ ἀέρος ἢ καὶ ὡς ἐκ τῶν ἀνωτάτω τόπων,

ἔνθα καὶ τὰ τείρεα, οἷς τὸ τέρας παρωνυμεῖται. (ῃερς. 405.) Ἰστέον δὲ ὅτι ἐν τῷ, ἐπεὶ

μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντῃ, ἀκόλουθον μὲν ἦν εἰπεῖν εὐθὺς, ὡς ἄτερ

σπουδῆς ἐτάνυσεν. (ῃερς. 406.) ὁ δὲ ποιητὴς καινότερον ἐπήγαγεν εὐθὺς

ἐπεμβλητικῶς παραβολὴν, ὡς ὅτ' ἀνὴρ καὶ ἑξῆς. εἶτα ἀπέδωκε κοινῶς πρός τε τὸ,

ἐπεὶ μέγα τόξον ἐβάστασε, καὶ πρὸς αὐτὴν τὴν παραβολὴν μίαν ἀπόδοσιν τὸ, ὣς ἂρ

ἄτερ σπουδῆς τάνυσε μέγα τόξον. (ῃερς. 405.) Ὅρα δὲ καὶ τὸ, ἐβάστασε τόξον,

κοινότερον λεχθέν· καὶ τὸ, ἐπιστάμενος φόρμιγγος καὶ ἀοιδῆς, κατὰ γενικὴν

συνταχθὲν ὁμοίως τῷ εἰδέναι καὶ τῷ γνῶναι· ἃ καὶ αὐτὰ οἴδασι παρὰ τῷ ποιητῇ καὶ

τὴν μετὰ γενικῆς σύνταξιν. (ῃερς. 406.) Τὸ δὲ ἀοιδῆς ἀκριβῶς πρόσκειται· ἐπίσταται

μὲν γὰρ φόρμιγγος καὶ ὁ τέκτων αὐτῆς. τὸ δὲ καὶ ἀοιδῆς μόνου ἐστὶ τοῦ ἀοιδοῦ.

δοκεῖ δὲ τὸ ἐπιστάμενος ἀρχή τις εἶναι τοῖς ὕστερον τοῦ καὶ τὰς τέχνας ἐπιστήμας

λέγεσθαι. (ῃερς. 407.) Κόλλοψ δὲ ὁ παρὰ τοῖς ὕστερον κόλλαβος, δι' οὗ τείνονται αἱ

τοιαῦται χορδαί. καὶ οὕτω, φασὶ, λεγόμενος διότι τὸ παλαιὸν ἐκ δερμάτων σκληρῶν

ἦν τῶν πρὸς τῷ τραχήλῳ τῶν βοῶν, ἔστι δ' ὅτε καὶ τῶν οἰῶν, ἃ καὶ αὐτὰ κόλλοπες

ἐκαλοῦντο διὰ τὸ ἐξ αὐτῶν ἀναβραττομένων κόλλαν γίνεσθαι, ὡς δηλοῖ καὶ

Παυσανίας γράψας, ὅτι ἐκολλόπωσε τὸ κόλλῃ συνήρμοσεν. ἀπὸ γὰρ τοῦ νωτιαίου,

φησὶ, κόλλοπος τῶν βοῶν ἑψομένου ἐγίνετο κόλλα. ὅθεν καὶ κόλλοψ, ᾧ ἐπιτείνουσι

τὰς χορδάς· ἦν γάρ, φησι, δερμάτινος. νοητέον οὖν ἐκ τούτου ὡς μᾶλλον

σαφέστερον τοῦ κόλλοψ ὁ κόλλαβος εἰς τὸ νοηθῆναι ὡς ἐκ βοῶν κόλλοπος ἦν. ἐν

ἑτέρῳ δὲ λεξικῷ γράφεται καὶ ὅτι ἐκολλόπωσε τὸ ἐκόλλησε. κόλλοπες γὰρ βοῶν

νεῦρα, ὅθεν κόλλα γίνεται. ἀλλαχοῦ δὲ οὕτω· κόλλοψ τὸ τραχηλιαῖον τοῦ ταύρου

σὺν τῇ ὑπὸ τὴν φορίνην, ἤγουν ὑπὸ τὸ δέρμα, πιμελῇ· ἐξ οὗ οἱ κόλλαβοι τοῖς

παλαιοῖς. ἄλλοι δὲ γράφουσιν οὕτως· κόλλοψ, ταύρου ἐπαυχένιον δέρμα· ἐξ οὗ καὶ

οἱ τῶν ὀργάνων πάλαι ποτὲ κόλλαβοι. ἐξ αὐτοῦ δέ, φασι, κόλλοψ, ὁ σκληρὸς 2.267

ὑπὲρ τὴν ἀκμὴν πάσχων· καὶ κολλοποδιῶκται οἱ ἄγριοι περὶ τὰ τοιαῦτα. ἐν δὲ τοῖς

τοῦ γραμματικοῦ Ἀριστοφάνους φέρεται ταῦτα· κόλλοπα τὸ παχὺ δέρμα φασὶ

λέγεσθαι καὶ τὸν τῶν ὀργάνων κόλλαβον, παρατιθέμενοι Ὅμηρον καὶ ἄλλους τινάς.

ἕτεροι δὲ οὕτω καλοῦσι τὸν περιτρέχοντα καὶ ἑταιροῦντα, ὡς καὶ Εὔπολις ἐν τῷ,

Καλλίστρατος ἔστι τις. οὗτος οὖν μεγάλην πυγὴν εἶχεν, ὦ Χαριάδη, καὶ καλήν.

τοῦτον καταλεκτέον ἐς τοὺς κόλλοπας τοὺς ἐκδρομάδας· οἵ πέρ εἰσιν οἱ, ὡς ἐῤῥέθη,

ἀκολασταίνοντες ὑπέρακμα, λεγόμενοι ἐκδρομάδες, ὡς παραδεδραμηκότες τὴν

ὥραν καὶ ἀνάπαλιν ὄντες τοῖς πρῶτον ὑπηνήταις. (ῃερς. 408.) Τὸ δὲ, ἅψας χορδὴν,

ἀντὶ τοῦ ἐκδήσας. ὅτι δὲ τὰς κοινῶς λεγομένας χορδὰς ὀρύας Ἐπίχαρμος ὀνομάζει

κατά τινα δηλαδὴ γλῶσσαν, ζητητέον εἰς τὸν καλὸν Ἀθήναιον. Τὸ δὲ, εὐτρεφὲς

ἔντερον οἰὸς, περίφρασίς ἐστι τοῦ χορδὴ, ἤδη δὲ καὶ ὁρισμὸς αὐτῆς. κυρίως γὰρ

χορδὴ εὐτραφὲς ἤτοι εὔκλωστον ἔντερον οἰὸς, ὃ παραφθείροντες κόρδαν οἱ χυδαῖοι

φασί. Τὸ δὲ, ἄτερ σπουδῆς, ἀντὶ τοῦ δίχα καμάτου· ἐξ οὗ ἐν Ἰλιάδι ἀσπουδεὶ τὸ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

304

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!