Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ... Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

δειλαιότατε. ἐῤῥέθη δὲ οὕτως ἢ ἀπαρατηρήτως διὰ θυμὸν, ἢ καὶ ἄλλως ἁπλούστερον κατὰ τὸ, νικᾷ γὰρ ἡ ἀρετή με τῆς ἔχθρας πολὺ, ἤγουν πλεῖον· καὶ τὸ, μεταβολὴ πάντων ἡδὺ, ὅ ἐστιν ἡδύτερον, ὥς τινες φασί. (ῃερς. 289.) Τὸ δὲ ῥηθὲν, οὐκ ἀγαπᾷς, ἔπεισε τοὺς ὕστερον ἐπὶ τοῦ ἀρκεῖσθαι τιθέναι τὸ ἀγαπᾶν, ὃ καὶ μετὰ δοτικῆς ἐκεῖνοι συντάσσουσιν. (ῃερς. 290.) Ἀμέρδειν δὲ ἐν ἄλλοις μὲν τὸ σκοτίζειν, νῦν δὲ δαιτὸς ἀμέρδεσθαι τὸ στερίσκεσθαι, ἀπὸ τοῦ μερίζειν, ἵνα ᾖ ἀμέρδειν τὸ μερίδος ἀποστερεῖν. (ῃερς. 291.) Τὸ δὲ, μύθων ἡμετέρων καὶ ῥήσιος, ταυτὰ δηλοῦσιν, ὥς περ καὶ τὸ, ὃς ἂν τὸν οἶνον χανδὸν ἕλῃ μηδ' αἴσιμα πίνῃ, τουτέστι κατὰ τὸ αἴσιον καὶ καθῆκον. (ῃερς. 292.) Τὸ δὲ, οὐδέ τις ἄλλος ἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει, ὧν φανερὰ ἡ διαφορὰ, θυμοῦ ἐστὶ λαλιὰ περιττὴ καὶ οὐκ ἀναγκαία λεχθῆναι· ἤρκει γὰρ μόνον τὸ εἰπεῖν ὡς ἀκούεις μόνος μύθων ἡμετέρων καὶ οὐκ ἐχρῆν ἀπανθρωπίαν κατειπεῖν τῶν μνηστήρων εἰς οὐδὲν δέον. (ῃερς. 293.) Τρώει δὲ ἀντὶ τοῦ βλάπτει. γίνεται δὲ ἐκ τοῦ τρῶ τοῦ συγκοπέντος ἐκ τοῦ τείρω. ἐκ τούτου δὲ παρὰ τοῖς ὕστερον καὶ τὸ τιτρώσκω ὁμοίως τῷ, γνῶ γιγνώσκω, παρῆκται· καὶ τὸ τρῶμα καὶ ἡ τρώμη ἐπὶ βλάβης Ἰωνικῶς ὁμοίως τῷ, βρῶμα βρώμη καὶ τοῖς τοιούτοις. τρῶμα δέ φαμεν οὐ τὴν ἁπλῶς ἀλλ' ἐν πολέμῳ βλάβην, ἀφ' ἧς καὶ ἐπέντρωμα συνθέτως ἐν τοῖς τοῦ Ἀθηναίου, ὃ δοκεῖ ἐρεθισμόν τινα δηλοῦν τρυφητικὸν ἐν τῷ, ἵνα μὴ καταιγισμοὺς λέγω καὶ τὰ ἐπεντρώματα, ἃ πολλάκις προφέρεται ὁ Ἐπίκουρος, καὶ τοὺς γαργαλισμοὺς καὶ τὰ νύγματα. δῆλον δ' ὅτι, ὥς περ γνῶ γνώω, δῶ δώω, οὕτω καὶ τρῶ τρώω. εἰ δὲ καὶ τρώειν ὁ οἶνος λέγεται, ἀλλ' ἔστιν οὓς καὶ ὠφελεῖν φαίνεται πολυτρόπως. Ζήνων οὖν, φασὶν, ὁ Κιτιεὺς σκληρὸς ἄλλως ὢν πρὸς τοὺς συνήθεις, ὅμως εἰ πλεῖον οἴνου πάσειε, ἡδὺς ἐγίνετο καὶ μείλιχος, λέγων ταυτόν τι τοῖς θέρμοις πάσχειν, οἳ πικρότεροι ὄντες πρὶν διαβραχῆναι, ποτισθέντες γλυκεῖς γίνονται καὶ προσηνέστεροι. Ἕκτωρ μέντοι ἐν τῇ Ἰλιάδι οὐ πίνει τὸ παρὰ τῆς μητρὸς διδόμενον, ὅτε τὴν μάχην λιπὼν ἀνῆλθεν εἰς τὴν πόλιν, πάνυ καλῶς. νέος μὲν γάρ, φασιν, ὤν τις ταχὺ μεθυσθήσεται διὰ πλῆθος τοῦ ἐνυπάρχοντος θερμοῦ· οὐ γὰρ χρὴ πῦρ ἐπὶ πῦρ ὀχετεύειν· γηραιὸς δὲ ὢν τάχιστα μεθυσθήσεται δι' ὀλιγότητα καὶ ἀσθένειαν τοῦ περὶ αὐτὸν θερμοῦ. εἰ δὲ καὶ τότε ὁ Ἕκτωρ ἐδεδίει, ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐφάνη, μή ποτε πιὼν ἀπογυωθεῖ διὰ τὸ παρακαίριον, ἀλλ' ὅτε καιρὸν ἡ πόσις ἔχει τοῦ οἴνου, τότε κατὰ τὴν Εὐριπίδειον μοῦσαν ἀρκεσίγυός ἐστιν. εἰς δὲ ψόγον οἴνου καὶ αὖ πάλιν εἰς ἔπαινον μεθοδευτὴς πρόκειται ὁ καλὸς Ἀθήναιος. (ῃερς. 294.) Τὸ δὲ, ὃς καὶ ἄλλους βλάπτει ὃς ἄν μιν χανδὸν ἕλῃ, συνήθως ἀπὸ πληθυντικοῦ κατῆλθεν εἰς ἑνικὸν πρὸς ἀκρίβειαν ἐννοίας. οὐ γὰρ πάντας ἁπλῶς ὁ οἶνος βλάπτει, δι' οὗ καὶ ὀνεῖταί τις πολλάκις πιὼν, ὡς καὶ ἡ Ἰλιὰς λέγει, καὶ ἡ ἐτυμολογία δὲ δηλοῖ, ἐκ τοῦ ὀνεῖν αὐτὸν παράγουσα, ἀλλ' ὃς ἂν αὐτὸν χανδὸν ἕλῃ, ὃς δὴ καὶ πάροινος λέγεται καὶ παροινίαν νοσεῖν καὶ ἐξοινίαν ἔχειν, ὃ δηλοῖ τὴν ὑπὲρ τὸ καθῆκον οἰνοποσίαν. ἐκ δὲ τῶν τοιούτων καὶ τὸ ἐμπαροινεῖν καὶ τὸ πεπαρῳνηκέναι. Τὸ δὲ, χανδὸν ἕλῃ, σκωφθείη ἂν ὡς μὴ δυνατὸν ὂν ἄλλως πίνειν τινὰ εἰ μὴ χαίνοι· διὸ κακῶς εἰρῆσθαι βλάπτεσθαι, ὃς ἂν οἶνον ἁπλῶς χανδὸν ἕλῃ. ὅθεν εἰς διόρθωσιν, μάλιστα μὲν οὖν εἰς σαφήνειαν ἐπῆκται τὸ, μηδ' αἴσιμα πίνῃ, ὡς τοῦτο ὂν χανδὸν πίνειν τὸ μὴ αἴσιμα πίνειν. εἴρηται οὖν τὸ χανδὸν πίνειν ὡς ἀπό τινος δοχείου διαχάσκοντος ἀεὶ πρὸς ὑποδοχὴν ὑγροῦ. (ῃερς. 295.) Τὸ δὲ, ἀγακλυτὸν Εὐρυτίωνα, εἰς ἔνδειξιν κεῖται τοῦ καὶ τοὺς ἀγακλυτοὺς ἀχρειοῦσθαι τῷ οἴνῳ. (ῃερς. 296.) Τὸ δὲ ἄασεν ἀντὶ τοῦ ἔβλαψε λέξις μέν ἐστιν οὐ κοινὴ, καιριωτάτη δὲ ὡς ἐν ποιήσει. διὸ καὶ τρὶς αὐτῇ ἐνταῦθα χρᾶται Ὅμηρος. ἐκ δὲ τούτου τοῦ ῥήματος καὶ ἡ ἄτη κατὰ συναίρεσιν διὰ διχρόνου ἐκτεταμένου. (ῃερς. 302.) ἴσως δὲ καὶ ὁ ἀεσίφρων θυμὸς, ἤγουν βλαψίφρων, φρενοβλαβὴς, οὗ περ ἁπλοῦν τὸ, φρεσὶν ἀασθεὶς, ἤγουν βλαβεὶς, ὃ ταυτόν ἐστι τῷ μανείς. (ῃερς. 298.) ἐπεὶ καὶ μανίᾳ ἔοικεν ἡ ἄκρα μέθη κατὰ τὸ, μαινόμενος κάκ' ἔρεζε. τοιοῦτον δὲ καὶ τὸ, φρένας ἄασεν οἴνῳ. Τὸ δὲ ἔρεξε Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 298

φυσικῶς καὶ οὐ 2.262 κατὰ Ἀττικοὺς ἀδιπλασίαστον ἔχει τὸ ῥῶ. (ῃερς. 301.) Τὸ δὲ, οὔατα ῥῖνάς τε ἀμήσαντες ἀντὶ τοῦ ἐκτεμόντες καὶ ῥᾷον ἀποκόψαντες ὡς εἰ καί τι φυτὸν ἀμώμενον. (ῃερς. 302.) Τὸ δὲ, ἣν ἄτην ὀχέων, ἀστείως εἴρηται ἀντὶ τοῦ, ὀχῶν καὶ βαστάζων τὴν ἑαυτοῦ βλάβην ὡς οἷα τις ἀχθοφορῶν ἱπποκένταυρος, ἐπεὶ καὶ ἐφ' ἵππων λέγεται τὸ ὀχεῖν. ὡς γοῦν ἵππος ὀχεῖ, τουτέστι φέρει τινὰ, οὕτω καὶ ὁ Κένταυρος Εὐρυτίων τὴν κατ' αὐτὸν βλάβην. (ῃερς. 304.) Τὸ δὲ εὕρετο τρίτον ἐστὶν ἑνικὸν δευτέρου ἀορίστου τοῦ εὑρόμην, ὃ κεῖται καὶ παρὰ Σοφοκλεῖ. τὸ γὰρ εὑράμην καὶ τὸ εὕρατο οὐ σύνηθες Ἀττικοῖς. Τοῦ δὲ οἰνοβαρείων βαρύτονος ὁ ἐνεστὼς κατὰ τὸ κιχείω καὶ ὅσα τοιαῦτα. τοῦ μέντοι καρηβαριῶν περισπώμενόν ἐστι τὸ θέμα. αἴτιον δὲ ἐν ἀμφοῖν ὁ κατὰ τὸ μέτρον δακτυλισμός. οὔτε γὰρ τὸ καρηβαριῶ ἐχρῆν διφθόγγῳ παραλήγεσθαι· ἄχρηστον γὰρ τοῦτό γε εἰς μέτρον ἡρωϊκόν· οὔτε αὖ πάλιν τὸ οἰνοβαρείω ἐχρῆν ἐκπεσεῖν τῆς διφθόγγου, ἐγίνετο γὰρ οὕτω ποὺς Ἰωνικὸς ἀπὸ μείζονος, ἄχρηστος μέτρῳ δακτυλικῷ. καλὸν τοίνυν ἐκεῖ μὲν ἡ διὰ τοῦ ἰῶτα, ἐνταῦθα δὲ ἡ διὰ διφθόγγου γραφή. (ῃερς. 306.) Ἐπητὺς δὲ κατὰ μέν τινας ἡ μεταίτησις ὡς ἀπὸ τοῦ ἐπαιτεῖν. ἕτεροι δὲ ἐπητὺν τὸν ἐν λόγοις φασὶν ἔπαινον ὡς ἀπὸ τοῦ ἐπήτης ἢ ἐπητὴς ὀξυτόνως, ὃ δηλοῖ τὸν φρόνιμον καὶ λόγιον. Ἀντιβολῆσαι δὲ νῦν τὸ ἐπιτυχεῖν· ἐν ἄλλοις δὲ τὸ συναντῆσαι· παρὰ δὲ τοῖς ὕστερον καὶ τὸ ἱκετεῦσαι. (ῃερς. 312.) Ὅτι καὶ ἐπὶ τῆς Πηνελόπης σχηματίζει τι ἀστείως ὁ ποιητής. ποιεῖ γὰρ αὐτὴν τὴν ἀληθῶς ἀγνοοῦσαν, λέγουσαν αὐτὸ τὸ ἐκβησόμενον ὡς ἐν σχήματι ἐρωτήσεως καὶ οὕτω ψυχαγωγοῦσαν τοὺς εἰδότας ἀκροατάς. εἰποῦσα γὰρ πρῶτον καὶ αὐτὴ πρὸς Ἀντίνοον ὡς οὐ καλὸν οὐδὲ δίκαιον ἀτέμβειν τοὺς τοῦ Τηλεμάχου ξείνους ἐπιφέρει ἐρωτιματικῶς· ἔλπεαι, εἴ περ ὁ ξεῖνος μέγα τόξον ἐντανύσει χερσί τε βιῃφί τε πεποιθὼς, οἴκαδέ με ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν; ἐνταῦθα γὰρ ὁ εἰδὼς ἀκροατὴς εἴποι ἂν, ὅτι ναὶ οὕτως ἔσται, εἰ καὶ οἱ μνηστῆρες οὐκ οἴεσθαι τοῦτο φασὶν, ἐπεὶ μηδὲ ἔοικεν. (ῃερς. 317.) ἀστεῖον δὲ τῆς γυναικὸς καὶ ἐφεξῆς τὸ, οὐδ' αὐτός που τοῦτό γε ἐνὶ στήθεσσιν ἔολπε, τὸ ποˉυ διστακτικῶς εἰποῦσα ὡς τοῦ ξείνου ἴσως ἐλπίζοντος, ὃ καὶ οὕτως εἶχε. (ῃερς. 318.) τὸ μέντοι ἐπιφερόμενον σκοτίζει τὴν ἔμφασιν ἐπίτηδες, ἵνα μὴ διόλου ὁ ποιητὴς χαριεντίζοιτο. φησὶ γὰρ ἡ γυνή· μηδέ τις ὑμῶν τούτου ἕνεκα θυμὸν ἀχεύων δαινύσθω· ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεν. οὕτω καὶ Τηλέμαχος, εἴ περ ἐτάνυσε τὸ τόξον, οὐκ ἂν πάντως ἠγάγετο τὴν μητέρα, ἔχαιρε δ' ἂν ὡς ἐοικὼς τῷ πατρί. ἄλλως δέ γε ἔστιν ἐπιβαλεῖν ὅτι ἐσχημάτισται ἀστείως καὶ τὸ, μηδέ τις ὑμῶν τούτου ἕνεκα συγκεχυμένος δαινύσθω, ἐπεὶ οὐδὲ ἔοικεν, ὡς τῆς ψυχῆς ἀποφοιβαζούσης, μὴ ἐοικὸς εἶναι τοὺς μνηστῆρας ἄχθεσθαι, εἴ περ ὁ ἀνὴρ Ὀδυσσεὺς ἔλπεται οἴκαδε ἄξεσθαι τὴν οἰκείαν γαμετὴν, ἧς ἐπὶ τοσοῦτον ἀπῆν. καὶ τοῦτο μὲν τοιοῦτον. (ῃερς. 322.) ὁ δὲ Εὐρύμαχος ἀρνησάμενος μὴ οὕτως οἴεσθαι, ὡς καὶ προεγράφη, τοὺς μνηστῆρας, ἐπεὶ οὐδὲ ἔοικεν, ὃ δὴ καὶ ἡ γυνὴ πρὸ αὐτοῦ ἔφη, ἐπάγει τὸ, (ῃερς. 323.) ἀλλ' αἰσχυνόμενοι φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν, ἀτέμβομεν δηλαδὴ τὸν τοῦ Τηλεμάχου ξεῖνον. τοῦτο γὰρ ἀναγκαίως ἐκ μακροῦ ἀπὸ κοινοῦ νοεῖται πρὸ δέκα στίχων κείμενον. τίς δὲ ἡ αἰσχύνη; (ῃερς. 324.) μή ποτέ τίς, φησιν, εἴπῃσι κακώτερος ἄλλος Ἀχαιῶν, τουτέστιν ἀσθενὴς ἢ δυσγενὴς, ἦ πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτιν μνῶνται, οὐδέ τι τόξον ἐΰξοον ἐντανύουσιν, ἀλλ' ἄλλος τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼν ῥηϊδίως ἐτάνυσε βιὸν, διὰ δ' ἧκε σιδήρου. ὧν ἀμφοτέρων ἐνταῦθα χρεία, πρῶτα μὲν, τανύσαι τόξον, εἶτα καὶ διοϊστεῦσαι σιδήρου. (ῃερς. 329.) ὣς ἐρέουσιν· ἡμῖν δ' ἂν ἐλέγχεα ταῦτα γένοιτο. δι' ὧν ἡρμήνευσεν Εὐρύμαχος ὃ φθάσας εἶπε γοργῶς τὸ, ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι. ∆ῆλον δ' ὅτι τριχῶς λέγεται τὸ ἔλεγχος, ἡ ἐλεγχεία καὶ κοινότερον ὁ ἔλεγχος. καὶ οὕτω μὲν Εὐρύμαχος. (ῃερς. 331.) ἡ δὲ γυνὴ θαυμασίως πρὸς τὸν εἰπόντα ἐλέγχεα ταῦτα εἶναι, Εὐρύμαχε, φησὶν, οὔ πώς ἐστιν εὐκλεῖας κατὰ δῆμον ἔμμεναι, οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσιν Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 299

δειλαιότατε. ἐῤῥέθη δὲ οὕτως ἢ ἀπαρατηρήτως διὰ θυμὸν, ἢ καὶ ἄλλως ἁπλούστερον

κατὰ τὸ, νικᾷ γὰρ ἡ ἀρετή με τῆς ἔχθρας πολὺ, ἤγουν πλεῖον· καὶ τὸ, μεταβολὴ

πάντων ἡδὺ, ὅ ἐστιν ἡδύτερον, ὥς τινες φασί. (ῃερς. 289.) Τὸ δὲ ῥηθὲν, οὐκ ἀγαπᾷς,

ἔπεισε τοὺς ὕστερον ἐπὶ τοῦ ἀρκεῖσθαι τιθέναι τὸ ἀγαπᾶν, ὃ καὶ μετὰ δοτικῆς ἐκεῖνοι

συντάσσουσιν. (ῃερς. 290.) Ἀμέρδειν δὲ ἐν ἄλλοις μὲν τὸ σκοτίζειν, νῦν δὲ δαιτὸς

ἀμέρδεσθαι τὸ στερίσκεσθαι, ἀπὸ τοῦ μερίζειν, ἵνα ᾖ ἀμέρδειν τὸ μερίδος ἀποστερεῖν.

(ῃερς. 291.) Τὸ δὲ, μύθων ἡμετέρων καὶ ῥήσιος, ταυτὰ δηλοῦσιν, ὥς περ καὶ τὸ, ὃς ἂν

τὸν οἶνον χανδὸν ἕλῃ μηδ' αἴσιμα πίνῃ, τουτέστι κατὰ τὸ αἴσιον καὶ καθῆκον. (ῃερς.

292.) Τὸ δὲ, οὐδέ τις ἄλλος ἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει, ὧν φανερὰ ἡ

διαφορὰ, θυμοῦ ἐστὶ λαλιὰ περιττὴ καὶ οὐκ ἀναγκαία λεχθῆναι· ἤρκει γὰρ μόνον τὸ

εἰπεῖν ὡς ἀκούεις μόνος μύθων ἡμετέρων καὶ οὐκ ἐχρῆν ἀπανθρωπίαν κατειπεῖν

τῶν μνηστήρων εἰς οὐδὲν δέον. (ῃερς. 293.) Τρώει δὲ ἀντὶ τοῦ βλάπτει. γίνεται δὲ ἐκ

τοῦ τρῶ τοῦ συγκοπέντος ἐκ τοῦ τείρω. ἐκ τούτου δὲ παρὰ τοῖς ὕστερον καὶ τὸ

τιτρώσκω ὁμοίως τῷ, γνῶ γιγνώσκω, παρῆκται· καὶ τὸ τρῶμα καὶ ἡ τρώμη ἐπὶ

βλάβης Ἰωνικῶς ὁμοίως τῷ, βρῶμα βρώμη καὶ τοῖς τοιούτοις. τρῶμα δέ φαμεν οὐ

τὴν ἁπλῶς ἀλλ' ἐν πολέμῳ βλάβην, ἀφ' ἧς καὶ ἐπέντρωμα συνθέτως ἐν τοῖς τοῦ

Ἀθηναίου, ὃ δοκεῖ ἐρεθισμόν τινα δηλοῦν τρυφητικὸν ἐν τῷ, ἵνα μὴ καταιγισμοὺς

λέγω καὶ τὰ ἐπεντρώματα, ἃ πολλάκις προφέρεται ὁ Ἐπίκουρος, καὶ τοὺς

γαργαλισμοὺς καὶ τὰ νύγματα. δῆλον δ' ὅτι, ὥς περ γνῶ γνώω, δῶ δώω, οὕτω καὶ

τρῶ τρώω. εἰ δὲ καὶ τρώειν ὁ οἶνος λέγεται, ἀλλ' ἔστιν οὓς καὶ ὠφελεῖν φαίνεται

πολυτρόπως. Ζήνων οὖν, φασὶν, ὁ Κιτιεὺς σκληρὸς ἄλλως ὢν πρὸς τοὺς συνήθεις,

ὅμως εἰ πλεῖον οἴνου πάσειε, ἡδὺς ἐγίνετο καὶ μείλιχος, λέγων ταυτόν τι τοῖς

θέρμοις πάσχειν, οἳ πικρότεροι ὄντες πρὶν διαβραχῆναι, ποτισθέντες γλυκεῖς

γίνονται καὶ προσηνέστεροι. Ἕκτωρ μέντοι ἐν τῇ Ἰλιάδι οὐ πίνει τὸ παρὰ τῆς μητρὸς

διδόμενον, ὅτε τὴν μάχην λιπὼν ἀνῆλθεν εἰς τὴν πόλιν, πάνυ καλῶς. νέος μὲν γάρ,

φασιν, ὤν τις ταχὺ μεθυσθήσεται διὰ πλῆθος τοῦ ἐνυπάρχοντος θερμοῦ· οὐ γὰρ χρὴ

πῦρ ἐπὶ πῦρ ὀχετεύειν· γηραιὸς δὲ ὢν τάχιστα μεθυσθήσεται δι' ὀλιγότητα καὶ

ἀσθένειαν τοῦ περὶ αὐτὸν θερμοῦ. εἰ δὲ καὶ τότε ὁ Ἕκτωρ ἐδεδίει, ὡς καὶ ἐν τοῖς εἰς

τὴν Ἰλιάδα ἐφάνη, μή ποτε πιὼν ἀπογυωθεῖ διὰ τὸ παρακαίριον, ἀλλ' ὅτε καιρὸν ἡ

πόσις ἔχει τοῦ οἴνου, τότε κατὰ τὴν Εὐριπίδειον μοῦσαν ἀρκεσίγυός ἐστιν. εἰς δὲ

ψόγον οἴνου καὶ αὖ πάλιν εἰς ἔπαινον μεθοδευτὴς πρόκειται ὁ καλὸς Ἀθήναιος.

(ῃερς. 294.) Τὸ δὲ, ὃς καὶ ἄλλους βλάπτει ὃς ἄν μιν χανδὸν ἕλῃ, συνήθως ἀπὸ

πληθυντικοῦ κατῆλθεν εἰς ἑνικὸν πρὸς ἀκρίβειαν ἐννοίας. οὐ γὰρ πάντας ἁπλῶς ὁ

οἶνος βλάπτει, δι' οὗ καὶ ὀνεῖταί τις πολλάκις πιὼν, ὡς καὶ ἡ Ἰλιὰς λέγει, καὶ ἡ

ἐτυμολογία δὲ δηλοῖ, ἐκ τοῦ ὀνεῖν αὐτὸν παράγουσα, ἀλλ' ὃς ἂν αὐτὸν χανδὸν ἕλῃ,

ὃς δὴ καὶ πάροινος λέγεται καὶ παροινίαν νοσεῖν καὶ ἐξοινίαν ἔχειν, ὃ δηλοῖ τὴν

ὑπὲρ τὸ καθῆκον οἰνοποσίαν. ἐκ δὲ τῶν τοιούτων καὶ τὸ ἐμπαροινεῖν καὶ τὸ

πεπαρῳνηκέναι. Τὸ δὲ, χανδὸν ἕλῃ, σκωφθείη ἂν ὡς μὴ δυνατὸν ὂν ἄλλως πίνειν

τινὰ εἰ μὴ χαίνοι· διὸ κακῶς εἰρῆσθαι βλάπτεσθαι, ὃς ἂν οἶνον ἁπλῶς χανδὸν ἕλῃ.

ὅθεν εἰς διόρθωσιν, μάλιστα μὲν οὖν εἰς σαφήνειαν ἐπῆκται τὸ, μηδ' αἴσιμα πίνῃ, ὡς

τοῦτο ὂν χανδὸν πίνειν τὸ μὴ αἴσιμα πίνειν. εἴρηται οὖν τὸ χανδὸν πίνειν ὡς ἀπό

τινος δοχείου διαχάσκοντος ἀεὶ πρὸς ὑποδοχὴν ὑγροῦ. (ῃερς. 295.) Τὸ δὲ, ἀγακλυτὸν

Εὐρυτίωνα, εἰς ἔνδειξιν κεῖται τοῦ καὶ τοὺς ἀγακλυτοὺς ἀχρειοῦσθαι τῷ οἴνῳ. (ῃερς.

296.) Τὸ δὲ ἄασεν ἀντὶ τοῦ ἔβλαψε λέξις μέν ἐστιν οὐ κοινὴ, καιριωτάτη δὲ ὡς ἐν

ποιήσει. διὸ καὶ τρὶς αὐτῇ ἐνταῦθα χρᾶται Ὅμηρος. ἐκ δὲ τούτου τοῦ ῥήματος καὶ ἡ

ἄτη κατὰ συναίρεσιν διὰ διχρόνου ἐκτεταμένου. (ῃερς. 302.) ἴσως δὲ καὶ ὁ ἀεσίφρων

θυμὸς, ἤγουν βλαψίφρων, φρενοβλαβὴς, οὗ περ ἁπλοῦν τὸ, φρεσὶν ἀασθεὶς, ἤγουν

βλαβεὶς, ὃ ταυτόν ἐστι τῷ μανείς. (ῃερς. 298.) ἐπεὶ καὶ μανίᾳ ἔοικεν ἡ ἄκρα μέθη

κατὰ τὸ, μαινόμενος κάκ' ἔρεζε. τοιοῦτον δὲ καὶ τὸ, φρένας ἄασεν οἴνῳ. Τὸ δὲ ἔρεξε

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

298

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!