Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ... Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

εἴημεν κοσμηθεῖμεν καὶ διακριθεῖμεν καὶ εἶμεν λέγοντες, καὶ τὰ τούτων δεύτερα κοσμηθεῖτε καὶ διακριθεῖτε καὶ εἶτε. ἐν οἷς δὲ ταῦτα φησὶ, λέγει καὶ ὅτι τὸ, εἴ περ γάρ κε βλεῖο πονεύμενος, ὅ περ ἐν Ἰλιάδι κεῖται, εὐκτικόν ἐστι συγκοπὲν ἐκ τοῦ βλείοιο, ἐλέγχων κακῶς νοῆσαι τοὺς εἰπόντας προστακτικὸν εἶναι τὸ βλεῖο. Ἔτι ἰστέον καὶ ὅτι τὸ, ποῖοί κ' εἶτε, ταυτόν ἐστι τῷ, ποταποὶ ἂν ἔσεσθε, καὶ ὅτι τῆς ὑστέρας Ἀτθίδος ἐστὶ τὸ ποῖοι. ἡ γὰρ ἀρχαία ἑτεροίαν ἐδίδου παράληξιν τῇ τοιαύτῃ λέξει, ὡς καὶ Ἡρακλείδης δηλοῖ, ἔνθα λέγει τοὺς Ἀττικοὺς τὴν ˉοˉι δίφθογγον εἰς τὴν ˉεˉι μεταποιεῖν, τὸ δυοῖν λέγοντας δυεῖν, καὶ τὸ οἴκοι οἴκει, καὶ τὸ ποῖος πεῖος. (ῃερς. 207.) Ἐπὶ τούτοις ἰστέον καὶ ὅτι ἐν τῷ, ἔνδον μὲν δὴ ὅδ' αὐτὸς ἐγὼ, ἐκ παραλλήλου πρὸς ἔνδειξιν σαφοῦς ἀναγνωρισμοῦ οἱ τρεῖς κεῖνται σύνδεσμοι, τὸ ὅδε, τὸ αὐτὸς, καὶ τὸ ἐγώ. (ῃερς. 211.) Περὶ δὲ τοῦ ὑπότροπος προείρηται. (ῃερς. 216.) Τὸ δὲ, μὴ μόνον ἑτάρους ἀλλὰ καὶ κασιγνήτους τῷ Τηλεμάχῳ τοὺς δούλους ἔσεσθαι, κολακεία καίριος φανερά. πῶς γὰρ ἂν ἔσονται κασίγνητοι τῷ δεσπότῃ οἱ δούλοι; (ῃερς. 234. 240.) οὕτω δὲ κολακικῶς καὶ δίους αὐτοὺς ἐνταῦθα λέγει. ὑπάγεται δὲ αὐτοὺς καὶ τῇ τῶν ἀλόχων καὶ κτημάτων ὑποσχέσει, ὡς εἰκὸς, καὶ τῇ ἐγγὺς αὐτοῦ κατοικίᾳ. (ῃερς. 216.) ἴσως δὲ προσληπτέον συνήθως ἔξωθεν καὶ τὸ ˉως ἐπίῤῥημα ἐν τῷ, ἑτάρω τε κασιγνήτω τε, ἵνα λέγῃ, ὅτι ἔσεσθε ὡς κασίγνητοι. καὶ ἄλλως δὲ καλῶς ἂν κασίγνητοι τῷ Τηλεμάχῳ λογίζοιντο οἱ στεργόμενοι ἐν τῷ προσφωνεῖν αὐτὸν, ξεῖνε πάτερ. ὁ γὰρ πατὴρ υἱῶν πάντως, οὐ μὴν δούλων πατήρ. εἴποι δ' ἄν τις ἐντεῦθεν εἰλῆφθαι, καὶ παῖδας καὶ παιδίσκας μέχρι νῦν λέγεσθαι τὰ τῶν ἀνδραπόδων χρηστότερα. εἰ γὰρ κασίγνητοι οἱ τοιοῦτοι 2.258 δοῦλοι τοῖς υἱοῖς τῶν δεσποτῶν, εὐλόγως ἂν εἰσποιοῖντο καὶ ὅσοι τοιοῦτοι τοῖς δεσπόταις εἰς παῖδας· ἐγγὺς δέ ἐστιν εἰπεῖν, εἰς υἱούς. (ῃερς. 218.) Τὸ δὲ πιστωθῆτον ἀντὶ τοῦ πίστιν λάβοιτε, πιστεύσοιτε. (ῃερς. 219.) Τὴν δὲ οὐλὴν τὴν τοῦ Ὀδυσσέως γνωριστικὴν ἐν τοῖς ῥηθεῖσι μεγάλην λέγει, ὡς ἂν εἴη πιθανὸν τὸ ἐκείνης ἐπίσημον. Ἐν δὲ τούτοις κεῖνται καὶ δύο στίχοι, καθὰ καὶ πρὸ τούτων, ἐπιτέμνοντες τὴν μακρὰν ἱστορίαν τὴν ἐπὶ τῇ οὐλῇ τοῦ Ὀδυσσέως, ἣν ἔπαθε κατὰ Παρνασσὸν, ὅτε εἰς τὸν πάππον ἦλθεν Αὐτόλυκον. ἔδειξε γάρ, φησιν, Ὀδυσσεὺς οὐλὴν, ἥν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι Παρνησσόνδ' ἐλθόντα μετ' Αὐτόλυκόν τε καὶ υἷας. (ῃερς. 225.) χεῖρας δὲ τὰς τῶν δούλων καὶ αὐτὰς κολακεύων φιλεῖ Ὀδυσσεὺς, ὡς ἂν προθύμως αὐτῷ τοῦ ἔργου συνάροιντο. (ῃερς. 230.) Τοῦ δὲ προμνηστῖνος τὸ ἀνάλογον ἀγχηστῖνος καὶ εἴ τι τοιοῦτον. χρῆσις δὲ αὐτοῦ κεῖται καὶ ἐν τῇ Νεκυίᾳ. (ῃερς. 211.) Σημείωσαι δὲ καὶ ὅτι ἐν τῷ, τῶν δ' ἄλλων οὔ τινος ἤκουσα εὐξαμένου ἐμὲ ὑπότροπον ἱκέσθαι, δηλοῖ μὲν βιωτικῶς, ὡς οἱ εὐχόμενοί τινι ἀγαθὰ ἐκεῖνοι καὶ στερκτέοι εἰσίν· ἐμφαίνει δὲ καὶ πολλοὺς εἶναι δούλους τῷ Ὀδυσσεῖ, ὧν ὀνόματα οὐκ ἔκκεινται, ὅτι μηδὲ χρεία γέγονεν αὐτῶν. οὕτω καὶ Κάλχαντος ἐν Ἰλιάδι μόνου μάντεως ἐμνήσθη, καὶ ἰατρῶν Μαχάονος καὶ Ποδαλειρίου, καὶ ταῦτα καὶ ἑτέρων ὄντων. (ῃερς. 241.) Τὸ δὲ, κληῗσαι κληῖδι, ἐτυμολογικὸς τρόπος ἐστίν. Ὁ δὲ δεσμὸς τῶν οἴκου θυρῶν γίνεται, ἵνα μὴ αἱ δμωαὶ θύραζε προϊοῦσαι καταμηνύσωσι τῇ πόλει τὰ γινόμενα· φόβος γὰρ ἦν καὶ εἰς τοῦτο, ὡς καὶ ἐν τοῖς ἑξῆς φανεῖται. (ῃερς. 245.) Ὅτι Εὐρύμαχος τὸ τόξον θάλπων ἔνθα καὶ ἔνθα σέλᾳ πυρὸς καὶ οὐδ' οὕτως ἐντανύσαι δυνάμενος μέγα ἔστενε κυδάλιμον κῆρ, ἤγουν κατὰ ψυχήν· ὀχθήσας δ' ἄρα εἶπεν· ὢ πόποι, ἦ μοι ἄχος περί τ' αὐτοῦ καὶ περὶ πάντων· οὔ τι γάμου τοσοῦτον ὀδύρομαι ἀχνύμενός περ, εἰσὶ καὶ ἄλλαι πολλαὶ Ἀχαιΐδες καὶ πολλαχοῦ· (ῃερς. 253.) ἀλλ' εἰ δὴ τοσσόνδε βίης ἐπιδευέες εἰμὲν, ἤγουν ἐσμὲν, ὡς καὶ προείρηται, ἀντιθέου Ὀδυσῆος, ὅτ' οὐ δυνάμεσθα τανύσαι τόξον· ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι. (ῃερς. 254.) Ὅρα δὲ τὸ, ἀντιθέου Ὀδυσῆος, παραῤῥιφὲν ἐπὶ θεραπείᾳ τῆς λύπης, ὡς μὴ καινὸν ὂν, εἰ τοιούτου ἀνδρὸς λείπονται. (ῃερς. 248.) Ἐνταῦθα δὲ κεῖνται καὶ τρία ἐκ παραλλήλου, τὸ εἶπε, ἔφατο καὶ τὸ ἐξονόμαζε· φησὶ γάρ· ὀχθήσας δ' ἄρα εἶπεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν· ὢ πόποι καὶ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 294

τὰ ἑξῆς. ἀλλ' οὕτω μὲν ὁ Εὐρύμαχος ἀπογινώσκει ἐντανύσαι τὸ τόξον, (ῃερς. 250.) ἐμφήνας καὶ τὴν ἄγαν λύπην ἐπὶ τῇ στερήσει τῆς Πηνελόπης ἐν τῷ, οὔ τι τόσσον ὀδύρομαι. πολλοῦ γὰρ ἄχους τὸ ὅλως ὀδύρεσθαι. (ῃερς. 257.) Ἀντίνοος μέντοι παραμυθούμενος, οὐχ' οὕτως ἔσται, φησί· νοέεις δὲ καὶ αὐτός. νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ θεοῦ ἐπιστατοῦντος τῷ τόξῳ ἁγνή. (ῃερς. 259.) τίς δ' ἂν καὶ τόξα τιταίνοιτο; ὡς τῆς ἑορτῆς ἀργίαν ἐθελούσης. (ῃερς. 264.) εἶτα καὶ εἰς τὴν αὔριον ἀναβάλλεται τὸ ἔργον, (ῃερς. 267.) ὅτε σπείσαντες ἕωθεν καὶ μηρία θέντες Ἀπόλλωνι κλυτοτόξῳ, τῷ τῆς τοξείας ἐφόρῳ, τόξου, φησὶ, πειρώμεθα καὶ ἐκτελέωμεν ἄεθλον. εἰπὼν δὲ καὶ ὡς τοὺς πελέκεας καὶ εἴ περ ἐῶμεν ἅπαντας ἵστασθαι οὐκ ἄν τις αὐτοὺς ἀναιρήσεται, (ῃερς. 263.) κελεύει τὸν οἰνοχόον ἐπάρξασθαι δεπάεσσιν ἐπὶ σπονδῇ. καὶ γίνεται οὕτω. καὶ οἱ κρητῆρες ἐπιστέφονται καὶ νῦν ποτοῖο καὶ ὁ οἶνος διανέμεται καὶ σπονδὴ γίνεται καὶ πίνουσιν ὅσον ἤθελε θυμός. (ῃερς. 246.) Ἰστέον δὲ ὅτι σέλας οὐ μόνον πυρὸς ἀλλὰ καὶ ἡλίου· ὅθεν παρὰ Σοφοκλεῖ ἡ ὀπὴ, ὡς ἐν ῥητορικῷ εὕρηται λεξικῷ. παρὰ τὸ σέλας φασὶν ἐμβιβάζειν. ἡ δὲ χρῆσις καὶ παρὰ Λυκόφρονι. (ῃερς. 259.) Καίριον δὲ ἐπίθετον ἑορτῆς τὸ ἁγνὴ διὰ τοὺς τηνικαῦτα ἁγνισμούς. (ῃερς. 263.) Ἔνθα ὅρα καὶ ὡς οἱ περὶ τὸ θεῖον ῥᾴθυμοι δι' ἀνάγκην ἐπὶ τὸ θύειν ἔρχονται, οὐδ' ἐν τῇ θυσίᾳ πάντως ἀπαλλαγησόμενοι τοῦ πολυφαγεῖν, ἵνα καὶ αὐτὴ φάγων ἑορτὴ λέγηται, ὁποία καὶ ἡ παρὰ Κλεάρχῳ τῷ Ἀριστοτέλους μαθητῇ, ὃς, καθὰ λέγει Ἀθήναιος, φαγησίαν ἑορτὴν ἱστορεῖ, κατὰ δέ τινας φαγησιποσίαν. κρατῶ γάρ, φησι, καὶ τῆς λέξεως διὰ τὸ σφόδρα μοι εἶναι προσφιλῆ τὸν Κλέαρχον. ἑορτὴ δὲ ἦν ἄρτι, ὡς προείρηται, Ἀπόλλωνος ἡλίου διὰ τὴν ἐν τριακάδι, ὡς δεδήλωται, σύνοδον. Ἀπόλλωνος γὰρ ἱερὰ πᾶσα νουμηνία, καθὰ καὶ ἡ τοῦ σεληνιακοῦ μηνὸς ἑβδόμη ὡς γενέθλιος Ἀπόλλωνος. δῆλον δὲ καὶ ὅτι τὴν ἑορτὴν, ὀρτὴν δισυλλάβως οἱ μεταγενέστεροι ἔλεγον Ἴωνες. Αἰολεῖς δὲ προπαροξυτόνως καὶ κατὰ μετάθεσιν ἔροτιν, ὡς ἀπὸ εὐθείας τῆς ἡ ἔροτις. ὅτι δὲ ἡ διὰ τὸ τίμιον ἁγνὴ ἑορτὴ καὶ θάλεια λέγεται, ὡς τοῖς θύουσιν αἰτία τοῦ θάλλειν, δῆλον ἐκ τοῦ, ἐπὶ δ' ὀφρύσι σελίνων στεφανίσκους θέμενοι θάλειαν ἑορτὴν ἀγάγωμεν, ἐν ᾗ δηλαδὴ ἔθαλλον 2.259 ὑπερβάλλοντές, φασι, τὰ εἰωθότα, ὃ δὴ παρέχει τὰς ἡδονάς. διὸ πάντες ἄνθρωποι ἡδέως προσδέχονται τὰς ἑορτάς. (ῃερς. 261.) Τὸ δὲ ἀναιρήσεσθαι ἀνελέσθαί τι δηλοῖ κάτω κείμενον. τοιοῦτον οὖν τι καὶ πρὸ ὀλίγων μεταφορικῶς τὸ, ἀέθλια πατρὸς καλὰ ἀνελέσθαι. (ῃερς. 263.) Ἐπάρξασθαι δὲ τὸ ἐπὶ τοῖς φθάσασι πάλιν ἄρξασθαι. (ῃερς. 277.) Ὅτι Ὀδυσσεὺς κολακικῶς πάλιν τὸν λόγον μεταχειριζόμενος πρῶτα μὲν, εἰ καὶ Ἡσιόδῳ μὴ δοκεῖ δεῖν εἶναι ἐσαύριον τὸ ἔργον ἀναβάλλεσθαι, ἀλλ' αὐτὸς κατὰ μοῖραν εἰπεῖν φησὶ τὸν Ἀντίνοον ἀναβαλλόμενον τὴν τοξείαν εἰς νέωτα, καλέσας καὶ θεοειδῆ αὐτόν. εἶτα καὶ ζητεῖ λαβεῖν καὶ αὐτὸς ἐπὶ πείρᾳ τὸ τόξον. φησὶ γοῦν· κέκλυτε, μνηστῆρες ἀγακλειτῆς βασιλείης. Εὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον θεοειδέα λίσσομαι, τοὺς κατὰ τὸν ποιητὴν ἀρχοὺς καὶ ἐξόχους τῇ ἀρετῇ. ἐπεί, φησι, καὶ τοῦτο ἔπος κατὰ μοῖραν ἔειπε, τουτέστι προσηκόντως, ὁ Ἀντίνοος, ἤγουν τὸ, νῦν παῦσαι τόξον, ἐπιτρέψαι δὲ θεοῖσιν, ἠῶθεν δὲ θεὸς δώσει κράτος ᾧ κ' ἐθέλῃσιν. ἀλλ' ἄγε μοι δότε τόξον ἐΰξοον, (ῃερς. 281.) ὄφρα μεθ' ὑμῖν, ἤγουν ἐν ὑμῖν, χειρῶν καὶ σθένεος πειρήσομαι, εἴ μοι ἔτ' ἔστιν ἲς, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν, ἢ ἤδη με ὄλεσσεν ἄλη τε ἀκομιστίη τε, ἤγουν ἡ πλάνη καὶ τὸ μὴ ἔχειν κομιδὴν, δι' ἧς τημελεῖται τὸ σῶμα. (ῃερς. 279.) Καὶ ὅρα τὸ, ἐπιτρέψαι θεοῖσι, μίγμα ὂν ἐπαίνου καὶ σκώμματος. δῆλον γὰρ ὡς ἀνέθετο τὰ τοῦ τόξου Ἀντίνοος ἐς τὴν αὔριον, ὡς μὲν αὐτὸς ἂν ἐρεῖ, ἀνατιθεὶς ἁπλῶς θεῷ τὰ τοῦ ἔργου, ἀληθῶς δὲ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ὅτι ἀμηχανοῦντες προκαλοῦνται τὸ θεῖον εἰς σύναρσιν. (ῃερς. 277.) Τὸ δὲ θεοειδὲς, νῦν μὲν Ὀδυσσεὺς ἐπιλέγει τῷ Ἀντινόῳ. πρὸ βραχέων δὲ ὁ ποιητὴς τὸν Εὐρύμαχον οὕτως εἶπεν ἐν τῷ, Ἀντίνοος ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδής. καὶ ἦν ἐκεῖνο κρεῖττον. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 295

τὰ ἑξῆς. ἀλλ' οὕτω μὲν ὁ Εὐρύμαχος ἀπογινώσκει ἐντανύσαι τὸ τόξον, (ῃερς. 250.)

ἐμφήνας καὶ τὴν ἄγαν λύπην ἐπὶ τῇ στερήσει τῆς Πηνελόπης ἐν τῷ, οὔ τι τόσσον

ὀδύρομαι. πολλοῦ γὰρ ἄχους τὸ ὅλως ὀδύρεσθαι. (ῃερς. 257.) Ἀντίνοος μέντοι

παραμυθούμενος, οὐχ' οὕτως ἔσται, φησί· νοέεις δὲ καὶ αὐτός. νῦν μὲν γὰρ κατὰ

δῆμον ἑορτὴ θεοῦ ἐπιστατοῦντος τῷ τόξῳ ἁγνή. (ῃερς. 259.) τίς δ' ἂν καὶ τόξα

τιταίνοιτο; ὡς τῆς ἑορτῆς ἀργίαν ἐθελούσης. (ῃερς. 264.) εἶτα καὶ εἰς τὴν αὔριον

ἀναβάλλεται τὸ ἔργον, (ῃερς. 267.) ὅτε σπείσαντες ἕωθεν καὶ μηρία θέντες

Ἀπόλλωνι κλυτοτόξῳ, τῷ τῆς τοξείας ἐφόρῳ, τόξου, φησὶ, πειρώμεθα καὶ

ἐκτελέωμεν ἄεθλον. εἰπὼν δὲ καὶ ὡς τοὺς πελέκεας καὶ εἴ περ ἐῶμεν ἅπαντας

ἵστασθαι οὐκ ἄν τις αὐτοὺς ἀναιρήσεται, (ῃερς. 263.) κελεύει τὸν οἰνοχόον

ἐπάρξασθαι δεπάεσσιν ἐπὶ σπονδῇ. καὶ γίνεται οὕτω. καὶ οἱ κρητῆρες ἐπιστέφονται

καὶ νῦν ποτοῖο καὶ ὁ οἶνος διανέμεται καὶ σπονδὴ γίνεται καὶ πίνουσιν ὅσον ἤθελε

θυμός. (ῃερς. 246.) Ἰστέον δὲ ὅτι σέλας οὐ μόνον πυρὸς ἀλλὰ καὶ ἡλίου· ὅθεν παρὰ

Σοφοκλεῖ ἡ ὀπὴ, ὡς ἐν ῥητορικῷ εὕρηται λεξικῷ. παρὰ τὸ σέλας φασὶν ἐμβιβάζειν. ἡ

δὲ χρῆσις καὶ παρὰ Λυκόφρονι. (ῃερς. 259.) Καίριον δὲ ἐπίθετον ἑορτῆς τὸ ἁγνὴ διὰ

τοὺς τηνικαῦτα ἁγνισμούς. (ῃερς. 263.) Ἔνθα ὅρα καὶ ὡς οἱ περὶ τὸ θεῖον ῥᾴθυμοι δι'

ἀνάγκην ἐπὶ τὸ θύειν ἔρχονται, οὐδ' ἐν τῇ θυσίᾳ πάντως ἀπαλλαγησόμενοι τοῦ

πολυφαγεῖν, ἵνα καὶ αὐτὴ φάγων ἑορτὴ λέγηται, ὁποία καὶ ἡ παρὰ Κλεάρχῳ τῷ

Ἀριστοτέλους μαθητῇ, ὃς, καθὰ λέγει Ἀθήναιος, φαγησίαν ἑορτὴν ἱστορεῖ, κατὰ δέ

τινας φαγησιποσίαν. κρατῶ γάρ, φησι, καὶ τῆς λέξεως διὰ τὸ σφόδρα μοι εἶναι

προσφιλῆ τὸν Κλέαρχον. ἑορτὴ δὲ ἦν ἄρτι, ὡς προείρηται, Ἀπόλλωνος ἡλίου διὰ τὴν

ἐν τριακάδι, ὡς δεδήλωται, σύνοδον. Ἀπόλλωνος γὰρ ἱερὰ πᾶσα νουμηνία, καθὰ καὶ

ἡ τοῦ σεληνιακοῦ μηνὸς ἑβδόμη ὡς γενέθλιος Ἀπόλλωνος. δῆλον δὲ καὶ ὅτι τὴν

ἑορτὴν, ὀρτὴν δισυλλάβως οἱ μεταγενέστεροι ἔλεγον Ἴωνες. Αἰολεῖς δὲ

προπαροξυτόνως καὶ κατὰ μετάθεσιν ἔροτιν, ὡς ἀπὸ εὐθείας τῆς ἡ ἔροτις. ὅτι δὲ ἡ

διὰ τὸ τίμιον ἁγνὴ ἑορτὴ καὶ θάλεια λέγεται, ὡς τοῖς θύουσιν αἰτία τοῦ θάλλειν,

δῆλον ἐκ τοῦ, ἐπὶ δ' ὀφρύσι σελίνων στεφανίσκους θέμενοι θάλειαν ἑορτὴν

ἀγάγωμεν, ἐν ᾗ δηλαδὴ ἔθαλλον 2.259 ὑπερβάλλοντές, φασι, τὰ εἰωθότα, ὃ δὴ

παρέχει τὰς ἡδονάς. διὸ πάντες ἄνθρωποι ἡδέως προσδέχονται τὰς ἑορτάς. (ῃερς.

261.) Τὸ δὲ ἀναιρήσεσθαι ἀνελέσθαί τι δηλοῖ κάτω κείμενον. τοιοῦτον οὖν τι καὶ πρὸ

ὀλίγων μεταφορικῶς τὸ, ἀέθλια πατρὸς καλὰ ἀνελέσθαι. (ῃερς. 263.) Ἐπάρξασθαι δὲ

τὸ ἐπὶ τοῖς φθάσασι πάλιν ἄρξασθαι. (ῃερς. 277.) Ὅτι Ὀδυσσεὺς κολακικῶς πάλιν τὸν

λόγον μεταχειριζόμενος πρῶτα μὲν, εἰ καὶ Ἡσιόδῳ μὴ δοκεῖ δεῖν εἶναι ἐσαύριον τὸ

ἔργον ἀναβάλλεσθαι, ἀλλ' αὐτὸς κατὰ μοῖραν εἰπεῖν φησὶ τὸν Ἀντίνοον

ἀναβαλλόμενον τὴν τοξείαν εἰς νέωτα, καλέσας καὶ θεοειδῆ αὐτόν. εἶτα καὶ ζητεῖ

λαβεῖν καὶ αὐτὸς ἐπὶ πείρᾳ τὸ τόξον. φησὶ γοῦν· κέκλυτε, μνηστῆρες ἀγακλειτῆς

βασιλείης. Εὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον θεοειδέα λίσσομαι, τοὺς κατὰ τὸν

ποιητὴν ἀρχοὺς καὶ ἐξόχους τῇ ἀρετῇ. ἐπεί, φησι, καὶ τοῦτο ἔπος κατὰ μοῖραν ἔειπε,

τουτέστι προσηκόντως, ὁ Ἀντίνοος, ἤγουν τὸ, νῦν παῦσαι τόξον, ἐπιτρέψαι δὲ

θεοῖσιν, ἠῶθεν δὲ θεὸς δώσει κράτος ᾧ κ' ἐθέλῃσιν. ἀλλ' ἄγε μοι δότε τόξον ἐΰξοον,

(ῃερς. 281.) ὄφρα μεθ' ὑμῖν, ἤγουν ἐν ὑμῖν, χειρῶν καὶ σθένεος πειρήσομαι, εἴ μοι ἔτ'

ἔστιν ἲς, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν, ἢ ἤδη με ὄλεσσεν ἄλη τε

ἀκομιστίη τε, ἤγουν ἡ πλάνη καὶ τὸ μὴ ἔχειν κομιδὴν, δι' ἧς τημελεῖται τὸ σῶμα.

(ῃερς. 279.) Καὶ ὅρα τὸ, ἐπιτρέψαι θεοῖσι, μίγμα ὂν ἐπαίνου καὶ σκώμματος. δῆλον

γὰρ ὡς ἀνέθετο τὰ τοῦ τόξου Ἀντίνοος ἐς τὴν αὔριον, ὡς μὲν αὐτὸς ἂν ἐρεῖ,

ἀνατιθεὶς ἁπλῶς θεῷ τὰ τοῦ ἔργου, ἀληθῶς δὲ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ὅτι

ἀμηχανοῦντες προκαλοῦνται τὸ θεῖον εἰς σύναρσιν. (ῃερς. 277.) Τὸ δὲ θεοειδὲς, νῦν

μὲν Ὀδυσσεὺς ἐπιλέγει τῷ Ἀντινόῳ. πρὸ βραχέων δὲ ὁ ποιητὴς τὸν Εὐρύμαχον

οὕτως εἶπεν ἐν τῷ, Ἀντίνοος ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδής. καὶ ἦν ἐκεῖνο κρεῖττον.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

295

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!