18.07.2013 Views

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἄεθλον, καὶ ἀπαιωρήσας οὕτω τὸν λόγον, ἐπάγει τὸ, ἀλλ' ἄγε, μὴ μύνῃσι παρέλκετε.

(ῃερς. 106.) Τὸ δὲ, φαίνεται ἄεθλον, ἀντὶ τοῦ, πέφῃνε καὶ εἰς φῶς ἔκκειται, ὁποῖα τὰ

ἐν τοῖς ἀγῶσι προκείμενα ἔπαθλα. χρῆσις δὲ τοῦδε τοῦ φαίνεται καὶ πρὸ τούτων ἐν

τῷ, τὰ μὲν ὑμέτερα ἀεικέα ἔργα φαίνεται. Σημείωσαι δὲ καὶ ὅτι ἡ Πηνελόπη μὲν ἐν

τῷ, ἀλλ' ἄγετε μνηστῆρες, ἐπεὶ τόδε φαίνεται ἄεθλον, οὐδέν τι περιαυτολογῆσαι

προέθετο, ἐπεὶ μηδὲ ἐχρῆν· ὁ δὲ ῥήτωρ φίλος υἱὸς ἔπαινον αὐτῆς ἐνταῦθα εἶπεν, ὃς

ἦν ἂν μεγαλοπρεπέστερος, εἴ περ ἠρκέσθη ὁ παῖς εἰπὼν, οἵα νῦν οὐκ ἔστι γυνὴ, καθὰ

καὶ ἡ μήτηρ σιγήσασα παντελῶς πλείω ἑαυτὴν ἐσέμνυνε διὰ μόνου τοῦ, τόδ' ἄεθλον.

νῦν δὲ μερικεύσας αὐτὸς καὶ ὡρισμένως προσθέμενος τὸ, κατ' Ἀχαιΐδα γαῖαν καὶ

ἑξῆς, σμικρῦναι δοκεῖ καὶ ἀποστενῶσαι τὸν ἔπαινον. καὶ ὅμως ἔστι νοῆσαι ἄλλως,

ὅτι ἡ σύγκρισις τῷ ῥήτορι πρὸς μόνας νῦν τὰς Ἑλληνίδας γίνεται· ὧν πασῶν

ὑπεξαίρει τὴν Πηνελόπην, εἰπὼν τὸ κατ' Ἀχαιΐδα γαῖαν. αἱ γὰρ ὁποιδή ποτε

Ἑλληνίδες Ἀχαιΐδες ἂν εἶεν ὡς ἐκ μέρουςτοῦ κρείττονος. δῆλον δὲ, ὡς ὑπερτίθησι

τὴν μητέρα καὶ αὐτῆς Ἑλένης τῆς περιπύστου, εἴ περ Ἀργεία καὶ ἐκείνη. εἰ τοίνυν

πρὸς μὲν τὰς βαρβάρους ἀσύγκριτος ὡς Ἑλληνὶς αὕτη, τῶν δὲ Ἑλληνίδων οὐδεμία

ἐστὶ κατ' αὐτὴν, πασῶν λοιπῶν ὑπερκεῖσθαι λέγοι ἂν αὐτὴν ὁ παῖς. (ῃερς. 108.) Τὸ

δὲ, οὔτε Πύλου ἱερῆς οὔτε Μυκήνης, ἐκ περισσοῦ κείσθαι δοκεῖ· συνεπινοοῦνται γὰρ

τῷ Ἄργει καὶ αὐταὶ, εἴ περ Ἄργος μὲν ἡ ὅλη τοῦ Πέλοπος νῆσος, Πύλος δὲ καὶ

Μυκήνη ἐντὸς αὐτῆς. ἴσως οὖν ἢ τῷ ὅλῳ συνήθως τὰ μέρη συμπεριείληφεν

ἁπλοϊκώτερον ὁ παῖς, ἢ ἐπίτηδες ἄλλως αὐτὸ πεποίηκεν, ἵνα μὴ μόνου Ἄργους

μνησθεὶς δόξῃ τὴν μητέρα ἐξ ὀρθοῦ τῇ Ἀργείᾳ Ἑλένῃ συγκρίνειν, ἣν καὶ αὐτὴν, ὡς

εἰκὸς, δι'αἰδοῦς ἄγει ὡς ξεινοδόκον, καθὰ προδεδήλωται. Ἰστέον δὲ καὶ ὅτι, ὅτε

εἶπεν Εὐρύμαχος τῇ Πηνελόπῃ, ὡς εἰ πάντες σὲ ἴδοιεν ἀν' ἴασον Ἄργος Ἀχαιοὶ,

πλέονες ἂν μνηστῆρες εὑρεθεῖεν ἐνταῦθα ἕωθεν, ἐπεὶ περίεσσι γυναικῶν, τοιοῦτον

τινὰ καὶ ἐκεῖνος ἔπαινον ἔλεγε τῆς γυναικὸς, ὁποῖον καὶ ὁ Τηλέμαχος ἐνταῦθα

φησίν. (ῃερς. 107.) Ἀχαιῒς γὰρ γῆ δύναται νοηθῆναι νῦν ἡ κατὰ τὸ ῥηθὲν ἐκεῖ ἴασον

Ἄργος, περὶ ὃ καὶ χώρα ἡ ἰδίως Ἀχαΐα λεγομένη. (ῃερς. 108.) Ἱερὴν δὲ Πύλον λέγει ἢ

ἁπλῶς κατὰ κοινὸν ἐπίθετον, ἱεραὶ γὰρ ἅπασαι πόλεις, ἢ καὶ διὰ τὰς ἐκεῖ θυσίας, ἃς ἡ

ἀρχὴ τῆς ˉγ ῥαψῳδίας προέφῃνε. (ῃερς. 110.) Τὸ δὲ, καὶ δ' αὐτοὶ τόδε ἴστε, τί με χρὴ

μητέρος αἴνου; παρῳδηθείη ἄν ποτε, ὅτε τις τὸν πᾶσι γνωστὸν ἐπαινεῖ. (ῃερς. 111.)

Τὸ δὲ, ἀλλ' ἄγε μὴ μύνῃσι παρέλκετε, εἰς ἀπροφάσιστον ἐρεθίζει σπουδήν. μύνη γὰρ,

ὡς πρὸ ὀλίγων (ῃερς. 71.) ἐῤῥέθη, ἡ πρόφασις. (ῃερς. 112.) Τὸ δὲ παρέλκειν ταυτὸν

τῷ διατρίβειν ἐστὶν, οἷον, οὔ τι διατρίβω μητρὸς γάμον. Ἡ δὲ τανυστὺς λέξις μὲν καὶ

αὐτὴ ποιητική· γίνεται δὲ ἀπὸ τοῦ τανύειν, καὶ κεῖται ὑπὸ ἀναλογίαν τοῦ, ὀϊζὺς,

ῥυστακτὺς, βρωτὺς, ἐδητὺς, καὶ τῶν ὁμοίων. (ῃερς. 117.) Τὸ δὲ, ἐγὼ λιποίμην, οἷος

ἤδη πατρὸς ἀέθλια καλὰ ἀνελέσθαι, ὁ ἐοικὼς ἀνδρείῳ ἢ καὶ ἄλλως ἀγαθῷ πατρὶ

λέγοι ἄν. (ῃερς. 118.) Ἡ δὲ χλαῖνα φανερῶς καὶ ἐνταῦθα μανδύας φαίνεται εἶναι. οὐ

γὰρ ἀπεδύσατο χλαῖναν ὁ παῖς, ἄλλ' ἀπ' ὤμοιϊν ἔθετο, καθὰ καὶ ξίφος ὀξὺ ἀπ' ὤμων

θέτο. Φοινικόεσσα δὲ αὐτὴ τῷ Τηλεμάχῳ οἷα βασιλέως υἱῷ. (ῃερς. 119.) Ὅρα δὲ ὡς

ἐν τῷ, ὀρθὸς ἀναΐξας, ἡ ἀνˉα πρόθεσις ἐκτείνει τὴν λήγουσαν διὰ τὴν ἐπιφερομένην

ὀξεῖαν λόγῳ κοινῆς 2.254 συλλαβῆς. (ῃερς. 120.) καὶ ὅτι τάφρος οὐ μόνον ἐπὶ

πολλοῦ βάθους ὀρύγματος, ἀλλ' ἰδοὺ καὶ ἐπὶ ὀλιγίστου· τὸ γὰρ ἐπὶ τῇ στάσει τῶν

πελέκεων ὄρυγμα τάφρον εἶπεν, ἣν μακρὰν μὲν ὀρύττει ὁ παῖς, ὅτι μηδὲ ἔδει

πλάτους αὐτῇ. (ῃερς. 121.) ἐπὶ στάθμην δὲ ἰθύνει, ὡς ἂν αἱ στειλειαὶ τῶν πελέκεων

κατ' εὐθὺ ἐφεξῆς κείμεναι διοϊστευθῶσιν ἀκωλύτως. (ῃερς. 122.) Τὸ δὲ ἔναξεν ἀντὶ

τοῦ ἐπίλησεν ἢ πατήσας ἢ χερσὶ συμπιλήσας. ἀπὸ τοῦ νάσσω δὲ ἡ λέξις γίνεται, ὅθεν

καὶ ναστὸς ἄρτος ὁ πυκνὸς, εἰς ὃ φέρεται καὶ χρῆσις· μάζαν ναξάμενος, ὅ τινες καὶ

μαξάμενος γράφουσιν, ὡς εἶναι ἐτυμολογικὸν τὸ μάζαν μαξάμενος. ἐν δὲ τοῖς τοῦ

Ἀθηναίου δηλοῦται, ὅτι ναστὸς ἄρτου πεπιλημένου εἶδος καὶ οὐχὶ ὠγκωμένου. ἦν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

289

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!