Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ... Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

Σικελιωτῶν καὶ Σικελῶν τὸ τοὺς μὲν Ἕλληνας, τοὺς δὲ βαρβάρους εἶναι. φησὶ γοῦν Αἴλιος ∆ιονύσιος, ὅτι Ἰταλοὶ μὲν οἱ βάρβαροι, Ἰταλιῶται δὲ οἱ ἐπῳκηκότες Ἕλληνες τὴν Ἰταλίαν. οὕτω καὶ Σικελοί φησι καὶ Σικελιῶται διαφέρουσιν. οὐκέτι δὲ ἀνάλογον Θεσσαλοί, φησι, καὶ Θεσσαλιῶται πρὸς ἀλλήλους ἔχουσιν, ἀλλ' ἐκ τοῦ ἐναντίου σχεδόν. ἔθνος γάρ τι τῶν ὑπεροικούντων τὴν Θεσσαλίαν βαρβάρων Θεσσαλιῶται καλοῦνται. Ἰστέον δὲ ὅτι οἱ Σικελοὶ καὶ Σικανοὶ δοκοῦσι λέγεσθαι, ἐπεὶ καὶ Ἡρόδοτος Σικανίαν ἔοικε τὴν νῦν Σικελίαν λέγειν. ∆ιόδωρος μέντοι διαφορὰν τούτων οἶδεν ἐν οἷς λέγει, Σικανῶν καὶ Σικελῶν. Τὸ δὲ, ἄξιον ἄλφοι, ἢ οὐδετέρως ἀντὶ τοῦ, εὑρήσει τὸ ἄξιον, ἤγουν τὴν ἀξίαν τιμὴν, ἢ κατὰ γένος ἀρσενικὸν ἐλλειπτικῶς. τὸ γὰρ τέλειον, ἄξιον ὦνον ἄλφοι, ὡς καὶ ἀλλαχοῦ ἔκειτο. Ὅτι δὲ τὸ ἄξιον καὶ ἐπὶ τοῦ εὐώνου ἔκειτο παρὰ τοῖς ὕστερον Ἀττικοῖς, δηλοῖ σαφῶς καὶ ὁ κωμικὸς ἔν τε ἄλλοις καὶ ἐν τῷ, ἀξιωτέρας ἀφύας, ἤγουν εὐωνοτέρας. δῆλον δὲ ὅτι πρὸς ἐκφόβησιν ἐνταῦθα ἐξεφωνήθησαν οἱ Σικελοὶ, ὡς καὶ πρὸ τούτων ὁ Ἔχετος τῷ Ἴρῳ. εἰκὸς δὲ καὶ ἐμπορικοὺς τὰ τοιαῦτα εἶναι τοὺς Σικελοὺς, ἴσως δὲ καὶ ἀνδραποδιστάς. (ῃερς. 387.) Ὅτι ἀναγκαίως ἡ σοφὴ Πηνελόπη κατάντηστιν θεμένη περικαλλέα δίφρον ἀνδρῶν ἐν μεγάροις ἑκάστου μῦθον ἄκουε. πλάττει δὲ ὁ ποιητὴς τοῦτο ἐπίτηδες, ἵνα μαθοῦσα τὰ λαλούμενα ἐπισπεύσῃ τὸν διὰ τῶν πελέκεων ἄεθλον, καὶ οὕτω γένηται τὸ ἔργον τάχιον. Τὸ δὲ κατάντηστιν δηλοῖ μὲν τὸ ἀντικρύ, φασι, τοῦ ἀνδρεῶνος. πλεονασμὸν δὲ τοῦ σίγμα ἔχει ὁμοίως τῷ, προμνηστῖνοι, διὰ τὸ καλλιφωνότερον. ἄλλως γὰρ οὐκ ἀναγκαίως ἔχει τὸ σίγμα, ὡς δηλοῖ καὶ τὸ, ἐνάντητος ἐδωδή· καὶ τὸ δυσάντητος, καὶ εἴ τι ἄλλο τοιοῦτο. (ῃερς. 390.) Ὅτι προαναφωνῶν οἷα πείσονται πρὸς ἑσπέραν οἱ μνηστῆρες φησί· δεῖπνον μὲν τοί γε γελοίωντες τετύκοντο ἡδύ τε καὶ μενοεικὲς, ἐπεὶ μάλα πόλλ' ἱέρευσαν· δόρπου δ' οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο, οἷον δὴ τάχ' ἔμελλε καρτερὸς ἀνὴρ θήσειν καὶ ἡ παρ' αὐτῷ Ἀθηνᾶ φρόνησις. πρότεροι γάρ, φησιν, ἀεικέα μηχανόωντο· οὗ ἕνεκεν δηλαδὴ καὶ ὤλοντο οἷα κακῶν προκατάρξαντες. (ῃερς. 391.) Καὶ ὅρα τὸ, ἐπεὶ μάλα πολλὰ ἱέρευσαν· ἐξ ὧν οὐ μόνον τὸ δεῖπνον ἡδὺ καὶ μενοεικὲς, ἀλλὰ καὶ αὐτοὶ ἡδὺ γελόωντες διά τε τὸν κόρον, ὡς καὶ προδεδήλωται, καὶ διὰ τὴν ὡς εἰκὸς μέθην· ἃ δὴ καὶ αὐτὰ ἔχει τι συλλαβέσθαι τοῖς μνηστῆρσι 2.244 πρὸς τὴν ῥηθεῖσαν ὠχρίασιν καὶ τὸ ἄλλως εἰδεχθὲς, ἅ περ ὁ Θεοκλύμενος παρεσημειώσατο. (ῃερς. 390.) Τὸ δὲ, γελοίωντες τετύκοντο, βέλτιον οὕτω γράφειν. εἰ δέ που γράφεται γελώωντες διὰ τῶν δύο μεγάλων ˉω, νοητέον τὴν οˉι δίφθογγον τοῦ γελοίωντες τραπῆναι εἰς ˉω μέγα ὁμοίως τῷ, ἀγκώνη, ἀγκοίνη, καὶ τοῖς ὁμοίοις. (ῃερς. 392.) Ἀχαρίστερον δὲ τὸ ἀηδέστερον· οὗ ὁ τύπος ὡς τὸ λαλίστερον καὶ κλεπτίστερον. δῆλον δὲ ὅτι ἀντίκειται τὸ ἡδὺ, τουτέστι τὸ χαρίεν, πρὸς τὸ ἄχαρι· διὸ καὶ ἐνταῦθα ἡδὺ μὲν τὸ δεῖπνον, ὁ δὲ δόρπος ἄχαρις. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Φ. ΟΜΗΡΟΥ ΡΑΨΩΙ∆ΙΑΣ. Πηνελόπη τῷ τείνοντι τὸ τόξον ὁμολογεῖ τὸν ἑαυτῆς γάμον. Ὀδυσσεὺς δὲ Εὐμαίῳ καὶ Φιλοιτίῳ ἐντειλάμενος περὶ τῆς τῶν θυρῶν ἀσφαλείας αὐτὸς ἀφίησι τὸ βέλος διὰ τῶν πελέκεων, ἄλλου τεῖναι τὸ τόξον μὴ δυνηθέντος. Ο∆ΥΣΣΕΙΑΣ Φ. ΟΜΗΡΟΥ ΡΑΨΩΙ∆ΙΑ. (ῃερς. 1.) Ὅτι ἐξ ὧν, ὡς ἀνωτέρω ἐῤῥέθη, ἔγνω ἡ Πηνελόπη κατάντηστιν καθημένη ἀνδρῶν, φρονεῖ διὰ τῆς κατ' ἀλληγορίαν ἐν αὐτῇ Ἀθηνᾶς, τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον ἐν μεγάροις Ὀδυσῆος, ἀέθλια καὶ φόνου ἀρχήν. (ῃερς. 3.) διὸ ἐκ τοῦ, τόξον θέμεν, τόξου θέσις ἡ παροῦσα ῥαψῳδία ἐπιγράφεται. Πολιὸς δὲ σίδηρος ὁ λευκός, φασι, τῇ σμήξει, ἢ ὁ πολιτικὸς, ἢ ὁ ἔντιμος, ἢ ὁ πολὺς, ὡς καὶ ἀλλαχοῦ δηλοῦται σαφέστερον. λέγει δὲ νῦν σίδηρον τοὺς προῤῥηθέντας πελέκεας. (ῃερς. 4.) Τὸ δὲ ἀέθλιον οὐχ' ὑποκοριστικὸν ἀλλὰ παράγωγον, ὁμοίως τῷ, ἴσχνος ἴσχνιον. μετ' ὀλίγα οὖν ἐρεῖ· λιπόντες ἄεθλον. προαναφώνησις δὲ τὸ, καὶ φόνου ἀρχὴν, ἵνα λέγῃ ὅτι οὐκ ἄεθλός ἐστι τὸ τόξον, ὡς ἡ Πηνελόπη καὶ οἱ μνηστῆρες ἐλπίζουσιν, ἀλλὰ φόνου καταρχή. νοεῖ δὲ διὰ τῆς Ἀθηνᾶς ἡ Πηνελόπη χρῆναι ἤδη θέσθαι τόξον ἐπὶ γάμῳ, μὴ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 278

καὶ τραχυνομένων τῶν τε μνηστήρων τοῦ τε Τηλεμάχου μέγα τι γένηται κακόν. (ῃερς. 6.) Ὅτι ἐν τῷ, εἵλετο δὲ κληῗδ' εὐκαμπέα χειρὶ παχείῃ καλὴν, χαλκείην, κώπη δ' ἐλέφαντος ἐπῆν, ἀρχαϊκὸν εἶδος κληῗδος φράζει, καὶ οὐ κατὰ τὰ ὕστερον τρυπώμενα εἰς πολλὰς ὀπάς. ἔστι δὲ καὶ τοιούτων κληΐδων μέχρι καὶ νῦν χρῆσις, δι' ὀπῆς θύρας ἐνειρομένων καὶ μεταγουσῶν τὴν ἔνδον σειρὰν ἐπὶ ἀνοίξει τῆς θύρας. (ῃερς. 7.) Χαλκείην δὲ οὐ τὴν ἐκ σιδήρου κατὰ τὸ, χάλκεα ὅπλα, ἀλλὰ τὴν αὐτόχρημα χαλκῆν. διὸ καὶ καλὴν αὐτὴν ἔφη, ὃ καὶ μᾶλλον προκαλεῖται γραφὴν ἑτέραν τὴν ἔν τισιν ἀντιγράφοις, ἤγουν τὸ, καλὴν χρυσείην. χρυσῷ γὰρ μάλιστα οἰκεῖον τὸ καλόν. (ῃερς. 6.) Σημείωσαι δὲ τὴν κληῗδα κἀνταῦθα ἐκτείνουσαν τὸ παραλῆγον δίχρονον, ὡς καὶ ἐν τῷ, ναῦς πολυκλήϊς καὶ ταῖς ἀπὸ τούτων κινήσεσι. (ῃερς. 7.) Κώπην δὲ ἐλεφαντίνην τὴν λαβὴν λέγει, τοιαύτην οὖσαν διὰ τὸ τιμιώτερον· αἱ γὰρ λοιπαὶ ξύλινοι, ὡς εἰκός. οὔκουν ἐπὶ ξίφους μόνου ἡ κώπη, ἀλλ' ἰδοὺ καὶ ἐπὶ τῆς δρεπανοειδοῦς ταύτης κληῗδος τῆς καὶ διατοῦτο εὐκαμπέος ῥηθείσης· ἐπεὶ καὶ δρέπανόν που πρὸ τούτων εὐκαμπὲς ἔφη ὁ ποιητής. (ῃερς. 6.) Τὸ δὲ, χειρὶ παχείῃ, ἁπλῶς οὕτω κεῖται παραῤῥιφὲν ἐπὶ τῇ Πηνελόπῃ· ἀνδρὶ γὰρ μᾶλλον γενναίῳ ἐπιπρέπει ἡ παχεῖα χεὶρ, γυναικὶ δὲ τὸ λευκώλενον καὶ ῥοδόπηχυ καὶ εἴ τι τοιοῦτον. διὸ καὶ κατὰ ἀκυρολεξίαν οἱ παλαιοὶ ἐνταῦθα κεῖσθαι τὴν λέξιν φασὶν, ὡς καὶ ἐν Ἰλιάδι πλατύτερον δεδήλωται. (ῃερς. 2.) εἰ δὲ δαΐφρων ἡ Πηνελόπη ἐῤῥέθη που ὡς ἀνδρεία γυνὴ, ἁρμόττει ἂν αὐτῇ διατοῦτο καὶ ἡ παχεῖα χεὶρ διὰ τὸ τοῖς ἀνδρείοις τοιαῦτα ὡς ἐπιπολὺ τὰ ἀκρωτήρια εἶναι. (ῃερς. 9.) Ὅτι θάλαμος ἔσχατος καὶ ἐνταῦθα τὸ ταμιεῖον· ὃ καὶ βασιλικόν ἐστι διὰ τὸν βασιλέα Ὀδυσσέα, ἐν ᾧ, φησὶ, κειμήλια κεῖτο ἄνακτος, χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος· οἷς ἀνάλογον καλὴ καὶ ἡ κλείς. (ῃερς. 11.) ἔνθα δὲ τόξον ἔκειτο παλίντονον, περὶ οὗ καὶ Ἰλιὰς δηλοῖ, ἠδὲ φαρέτρη ἰοδόκος. (ῃερς. 12.) πολλοὶ δ' ἔνεσαν στονόεντες ὀϊστοί. πλάττει δὲ μετ' ὀλίγα ἐν τῷ τοιούτῳ 2.245 θαλάμῳ καὶ ὑψηλήν τινα σανίδα, (ῃερς. 51.) ἔνθα χηλοὶ ἕστασαν· οὐ μεγάλαι δηλαδή τινες· ἐν αἷς θυώδεα εἵματα ἔκειτο, κειμηλιούμενα δηλαδὴ καὶ αὐτά. (ῃερς. 10.) εἰ καὶ ὁ ποιητὴς ἐν τῷ, χαλκός τε χρυσός τε καὶ σίδηρος, ἐσίγησεν αὐτὰ, ὥς περ ἴσως καὶ ἄργυρον καὶ ἕτερά τινα, οἷα δηλῶν κἀνταῦθα ἐξ ὀλίγων τὸ πᾶν. ἐπὶ ταύτης δὴ τῆς σανίδος βᾶσα ἡ Πηνελόπη, (ῃερς. 53.) ἔνθεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξον αὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο φαεινός. ἑζομένη δὲ καταῦθι, φίλοις ἐπὶ γούνασι θεῖσα, κλαῖε μάλα λιγέως, ἐκ δ' ᾕρεε τόξον ἄνακτος. (ῃερς. 57.) ἐπεὶ δὲ τάρφθη πολυδακρύτοιο γόοιο διὰ τὴν, ὡς εἰκὸς, ἀνάμνησιν τοῦ ἀνδρὸς, ἦλθεν εἰς τοὺς μνηστῆρας τόξον ἔχουσα ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην, (ῃερς. 60.) ᾗ καὶ πάλιν λέγει πολλοὺς ὀϊστοὺς εἶναι, παρασημειούμενος τὸ πλῆθος διὰ τὸ ἀναγκαιότατον ἐν τοῖς ἑξῆς εἶναι. (ῃερς. 11.) Οἰκονομικῶς δέ, φασιν, ἐν θαλάμῳ τὸ τόξον ἀπέκειτο, ἵνα τε μὴ ἀπόληται κείμενον ἐν τῷ ἀνδρῶνι πρᾶγμα τοῦτο, οὗ μάλιστα χρῄζει ὁ νῦν καιρὸς, καὶ ἵνα μή τι πάθῃ ἀμεληθὲν ἢ περὶ τὴν νευρὰν ἢ κατά τι ἕτερον μέρος· πρὸς δέ γε τὸ πιθανῶς φαινόμενον ἀπόκειται τὸ τοιοῦτον τόξον ὡς ξένιον ἐπὶ μνήμῃ φιλίας κατὰ ἔθος ἀρχαῖον. πόθεν δὲ τῷ Ὀδυσσεῖ περιῆλθεν εἰς ξένιον, ἐφεξῆς μετ' ὀλίγα ῥηθήσεται. (ῃερς. 9.) Τὸ δὲ, κειμήλια κεῖτο, ἐτυμολογικῶς λαλεῖται. (ῃερς. 10.) Πολύκμητος δὲ σίδηρος ἴσως μὲν ὁ ἀκατέργαστος, περὶ ὃν πολλὰ ἔστι καμεῖν, μάλιστα δὲ ὁ εἰς ἔργα χαλκευθεὶς πολλῷ καμάτῳ. εἰ δὲ καὶ στονόεντα ξίφη εἰσὶ τὰ τοιαῦτα ἔργα, λέγεται τὰ τοιαῦτα πολύκμητος σίδηρος, δι' οὗ πολλοὶ ἂν κάμοιεν, ὅ ἐστι θάνοιεν, κατὰ τὸ, εἴδωλα καμόντων. (ῃερς. 12.) Τὸ δὲ ἰοδόκος ἴσως παροξύνεται διὰ τὸ μὴ δηλοῦν πάθος ὁποῖόν τι καὶ ἡ πρωτότοκος γυνὴ καὶ ἕτερα τοιαῦτα. Τὸ δὲ, πολλοὶ δ' ἔνεσαν ὀϊστοὶ, δηλωτικόν ἐστι τοῦ, τίνα λέγει φαρέτραν, ὅτι δηλαδὴ τὸ δοχεῖον τῶν ὀϊστῶν· ὃ φθάσας διὰ μιᾶς ἐδήλωσε λέξεως, ἰοδόκον εἰπών. (ῃερς. 51.) Χηλοὶ δὲ καὶ ἐνταῦθα τὰ κιβώτια, ὡς καὶ ἐν Φαιακίᾳ. Θυώδεα δὲ πόθεν γίνεται, προδεδήλωται. (ῃερς. 53.) Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 279

καὶ τραχυνομένων τῶν τε μνηστήρων τοῦ τε Τηλεμάχου μέγα τι γένηται κακόν.

(ῃερς. 6.) Ὅτι ἐν τῷ, εἵλετο δὲ κληῗδ' εὐκαμπέα χειρὶ παχείῃ καλὴν, χαλκείην, κώπη

δ' ἐλέφαντος ἐπῆν, ἀρχαϊκὸν εἶδος κληῗδος φράζει, καὶ οὐ κατὰ τὰ ὕστερον

τρυπώμενα εἰς πολλὰς ὀπάς. ἔστι δὲ καὶ τοιούτων κληΐδων μέχρι καὶ νῦν χρῆσις, δι'

ὀπῆς θύρας ἐνειρομένων καὶ μεταγουσῶν τὴν ἔνδον σειρὰν ἐπὶ ἀνοίξει τῆς θύρας.

(ῃερς. 7.) Χαλκείην δὲ οὐ τὴν ἐκ σιδήρου κατὰ τὸ, χάλκεα ὅπλα, ἀλλὰ τὴν αὐτόχρημα

χαλκῆν. διὸ καὶ καλὴν αὐτὴν ἔφη, ὃ καὶ μᾶλλον προκαλεῖται γραφὴν ἑτέραν τὴν ἔν

τισιν ἀντιγράφοις, ἤγουν τὸ, καλὴν χρυσείην. χρυσῷ γὰρ μάλιστα οἰκεῖον τὸ καλόν.

(ῃερς. 6.) Σημείωσαι δὲ τὴν κληῗδα κἀνταῦθα ἐκτείνουσαν τὸ παραλῆγον δίχρονον,

ὡς καὶ ἐν τῷ, ναῦς πολυκλήϊς καὶ ταῖς ἀπὸ τούτων κινήσεσι. (ῃερς. 7.) Κώπην δὲ

ἐλεφαντίνην τὴν λαβὴν λέγει, τοιαύτην οὖσαν διὰ τὸ τιμιώτερον· αἱ γὰρ λοιπαὶ

ξύλινοι, ὡς εἰκός. οὔκουν ἐπὶ ξίφους μόνου ἡ κώπη, ἀλλ' ἰδοὺ καὶ ἐπὶ τῆς

δρεπανοειδοῦς ταύτης κληῗδος τῆς καὶ διατοῦτο εὐκαμπέος ῥηθείσης· ἐπεὶ καὶ

δρέπανόν που πρὸ τούτων εὐκαμπὲς ἔφη ὁ ποιητής. (ῃερς. 6.) Τὸ δὲ, χειρὶ παχείῃ,

ἁπλῶς οὕτω κεῖται παραῤῥιφὲν ἐπὶ τῇ Πηνελόπῃ· ἀνδρὶ γὰρ μᾶλλον γενναίῳ

ἐπιπρέπει ἡ παχεῖα χεὶρ, γυναικὶ δὲ τὸ λευκώλενον καὶ ῥοδόπηχυ καὶ εἴ τι τοιοῦτον.

διὸ καὶ κατὰ ἀκυρολεξίαν οἱ παλαιοὶ ἐνταῦθα κεῖσθαι τὴν λέξιν φασὶν, ὡς καὶ ἐν

Ἰλιάδι πλατύτερον δεδήλωται. (ῃερς. 2.) εἰ δὲ δαΐφρων ἡ Πηνελόπη ἐῤῥέθη που ὡς

ἀνδρεία γυνὴ, ἁρμόττει ἂν αὐτῇ διατοῦτο καὶ ἡ παχεῖα χεὶρ διὰ τὸ τοῖς ἀνδρείοις

τοιαῦτα ὡς ἐπιπολὺ τὰ ἀκρωτήρια εἶναι. (ῃερς. 9.) Ὅτι θάλαμος ἔσχατος καὶ ἐνταῦθα

τὸ ταμιεῖον· ὃ καὶ βασιλικόν ἐστι διὰ τὸν βασιλέα Ὀδυσσέα, ἐν ᾧ, φησὶ, κειμήλια

κεῖτο ἄνακτος, χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος· οἷς ἀνάλογον καλὴ καὶ

ἡ κλείς. (ῃερς. 11.) ἔνθα δὲ τόξον ἔκειτο παλίντονον, περὶ οὗ καὶ Ἰλιὰς δηλοῖ, ἠδὲ

φαρέτρη ἰοδόκος. (ῃερς. 12.) πολλοὶ δ' ἔνεσαν στονόεντες ὀϊστοί. πλάττει δὲ μετ'

ὀλίγα ἐν τῷ τοιούτῳ 2.245 θαλάμῳ καὶ ὑψηλήν τινα σανίδα, (ῃερς. 51.) ἔνθα χηλοὶ

ἕστασαν· οὐ μεγάλαι δηλαδή τινες· ἐν αἷς θυώδεα εἵματα ἔκειτο, κειμηλιούμενα

δηλαδὴ καὶ αὐτά. (ῃερς. 10.) εἰ καὶ ὁ ποιητὴς ἐν τῷ, χαλκός τε χρυσός τε καὶ σίδηρος,

ἐσίγησεν αὐτὰ, ὥς περ ἴσως καὶ ἄργυρον καὶ ἕτερά τινα, οἷα δηλῶν κἀνταῦθα ἐξ

ὀλίγων τὸ πᾶν. ἐπὶ ταύτης δὴ τῆς σανίδος βᾶσα ἡ Πηνελόπη, (ῃερς. 53.) ἔνθεν

ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξον αὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο φαεινός.

ἑζομένη δὲ καταῦθι, φίλοις ἐπὶ γούνασι θεῖσα, κλαῖε μάλα λιγέως, ἐκ δ' ᾕρεε τόξον

ἄνακτος. (ῃερς. 57.) ἐπεὶ δὲ τάρφθη πολυδακρύτοιο γόοιο διὰ τὴν, ὡς εἰκὸς,

ἀνάμνησιν τοῦ ἀνδρὸς, ἦλθεν εἰς τοὺς μνηστῆρας τόξον ἔχουσα ἐν χειρὶ παλίντονον

ἠδὲ φαρέτρην, (ῃερς. 60.) ᾗ καὶ πάλιν λέγει πολλοὺς ὀϊστοὺς εἶναι,

παρασημειούμενος τὸ πλῆθος διὰ τὸ ἀναγκαιότατον ἐν τοῖς ἑξῆς εἶναι. (ῃερς. 11.)

Οἰκονομικῶς δέ, φασιν, ἐν θαλάμῳ τὸ τόξον ἀπέκειτο, ἵνα τε μὴ ἀπόληται κείμενον

ἐν τῷ ἀνδρῶνι πρᾶγμα τοῦτο, οὗ μάλιστα χρῄζει ὁ νῦν καιρὸς, καὶ ἵνα μή τι πάθῃ

ἀμεληθὲν ἢ περὶ τὴν νευρὰν ἢ κατά τι ἕτερον μέρος· πρὸς δέ γε τὸ πιθανῶς

φαινόμενον ἀπόκειται τὸ τοιοῦτον τόξον ὡς ξένιον ἐπὶ μνήμῃ φιλίας κατὰ ἔθος

ἀρχαῖον. πόθεν δὲ τῷ Ὀδυσσεῖ περιῆλθεν εἰς ξένιον, ἐφεξῆς μετ' ὀλίγα ῥηθήσεται.

(ῃερς. 9.) Τὸ δὲ, κειμήλια κεῖτο, ἐτυμολογικῶς λαλεῖται. (ῃερς. 10.) Πολύκμητος δὲ

σίδηρος ἴσως μὲν ὁ ἀκατέργαστος, περὶ ὃν πολλὰ ἔστι καμεῖν, μάλιστα δὲ ὁ εἰς ἔργα

χαλκευθεὶς πολλῷ καμάτῳ. εἰ δὲ καὶ στονόεντα ξίφη εἰσὶ τὰ τοιαῦτα ἔργα, λέγεται

τὰ τοιαῦτα πολύκμητος σίδηρος, δι' οὗ πολλοὶ ἂν κάμοιεν, ὅ ἐστι θάνοιεν, κατὰ τὸ,

εἴδωλα καμόντων. (ῃερς. 12.) Τὸ δὲ ἰοδόκος ἴσως παροξύνεται διὰ τὸ μὴ δηλοῦν

πάθος ὁποῖόν τι καὶ ἡ πρωτότοκος γυνὴ καὶ ἕτερα τοιαῦτα. Τὸ δὲ, πολλοὶ δ' ἔνεσαν

ὀϊστοὶ, δηλωτικόν ἐστι τοῦ, τίνα λέγει φαρέτραν, ὅτι δηλαδὴ τὸ δοχεῖον τῶν ὀϊστῶν·

ὃ φθάσας διὰ μιᾶς ἐδήλωσε λέξεως, ἰοδόκον εἰπών. (ῃερς. 51.) Χηλοὶ δὲ καὶ ἐνταῦθα

τὰ κιβώτια, ὡς καὶ ἐν Φαιακίᾳ. Θυώδεα δὲ πόθεν γίνεται, προδεδήλωται. (ῃερς. 53.)

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

279

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!