18.07.2013 Views

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

συνεχεῖς ἀλλήλοις τόπους ἱστορεῖ, ὡς εἶναι ταῦτα πάντα περὶ τοὺς κατὰ Σικελίαν

τόπους. (ῃερς. 261.) ἔπαινος δὲ τῆς νήσου ταύτης οὐ μόνον τὸ ἀμύμονα εἶναι, ἀλλὰ

καὶ τὸ Ἡλίου νῆσον λέγεσθαι. οὕτω δὲ καὶ ἡ Ῥόδος Ἡλίῳ ἀνεῖται κατὰ Πίνδαρον.

καλὴ δὲ ὡς εἰκὸς οὖσα Ἡλίουεἶναι λέγεται, ὃς χαίρει τοῖς καλοῖς· οὗ καὶ αἱ βόες

τοιαῦται, ὡς δηλοῖ τὸ, καλαὶ βόες εὐρυμέτωποι. (ῃερς. 265.) Ὅτι κυριολεκτῶν λέγει

μυκηθμὸν ἀκοῦσαι βοῶν αὐλιζομενάων οἰῶν τε βληχήν. μυκῶνται μὲν γὰρ αἱ βόες,

βληχᾶται δὲ ὄϊς. εἰ δέ που ἐν Ἰλιάδι ἐπὶ προβάτου καὶ αἰγῶν κεῖται κοινῶς ὁμοῦ τὸ

μηκᾶσθαι, συλληπτικὸς ὁ τρόπος ἐκεῖ. αἶγες γὰρ κυρίως μηκῶνται, προβάτων δὲ οὐκ

ἔστι τοῦτο, ἀλλ' ἡ βληχή. Ἰστέον δὲ ὅτι μάλιστα τὸ βὴ φωνῆς προβάτων ἐστὶ

σημαντικόν. καὶ φέρεται παρὰ Αἰλίω ∆ιονυσίῳ καὶ χρῆσις Κρατίνου τοιαύτη· ὅδ'

ἠλίθιος ὥς περ πρόβατον βὴ βὴ λέγων βαδίζει. καὶ εἰκὸς καὶ τὴν βληχὴν ἐκ τοῦ

τοιούτου βὴ παρῆχθαι κατὰ πλεονασμὸν τοῦ ˉλ, ἵνα ᾖ βληχὴ ὁ τοῦ βὴ ἦχος.

αὐλιζόμεναι δὲ βόες αἱ μὴ ἄγριαι, ἀλλὰ αἱ κατὰ ἔπαυλιν. διὸ καὶ οὐ τῆλε νηὸς τῆς

κατὰ τὸν 2.24 Ὀδυσσέα ἐβόσκοντο, ἡμέρως ὡς εἰκὸς ἔχουσαι καὶ διατοῦτο καὶ ῥᾷον

κατασχεθεῖσαι καὶ ἀθορύβως ὡς μηδέν τι γνῶναι τὸν Ὀδυσσέα. Ὅτι τὸ ἐνθυμηθῆναι

ἐμπεσεῖν θυμῷ λέγει ἐν τῷ, καί μοι ἔπος ἔμπεσε θυμῷ μάντιος ἀλαοῦ. (ῃερς. 269.)

Ὅτι δὶς ἐνταῦθα τερψίμβροτον λέγει τὸν Ἥλιον ὁ Ὀδυσσεὺς,αἰνιττόμενος ὡς οὐκ

ἐχρῆν αὐτὸν λύπην πρὸς βροτῶν πάσχειν οὓς αὐτὸς τέρπει. ὅθεν οἱ τοῦ Ὀδυσσέως

ἑταῖροι λυπήσαντες αὐτὸν εἰκότως ὤλοντο. (ῃερς. 275.) Ὅτι πρόῤῥησιν κακοῦ ἔχει

τὸ, ἔνθα γὰρ αἰνότατον κακὸν ἔμμεναι ἄμμιν ἔφασκεν. (ῃερς. 277.) Ὅτι καὶ ἐνταῦθα

τὸ κατεκλάσθη φίλον ἦτορ ἀντὶ τοῦ κατέπεσε διὰ ῥᾳθυμίαν, ὡς ἐκ μεταφορᾶς τῶν

κλωμένων σωμάτων. (ῃερς. 279.) Ὅτι σχέτλιος καὶ ὧδε ὁ καρτερικὸς καὶ ἀνένδοτος

ἐν τῷ, σχέτλιος εἶς Ὀδυσσεῦ. διὸ ἑρμηνεύων ἐπάγει· περί τοι μένος, ἀντὶ τοῦ,

περιττόν σοί ἐστι μένος. καὶ πάλιν· οὐδέ τι γυῖα κάμνεις. καὶ πάλιν· ἦ ῥά νυ σοί γε

σιδήρεα πάντα τέτυκται. καὶ ὅρα ὡς τετράκις ἐνταῦθα εἶπε κομματικῶς τὸ αὐτὸ

νόημα κατὰ γοργότητα. ταυτὸν γὰρ τῷ, σχέτλιος εἶς, καὶ περί τοι μένος, καὶ οὔ τι

γυῖα κάμνεις, καὶ σιδήρεά σοι πάντα. (ῃερς. 280.) ἔπαινοι δὲ ταῦτα καρτερικοῦ καὶ

φερεπόνου ἀνδρός. σεμνότερον δὲ πέφρασται τὸ τέταρτον κόμμα καὶ ποιητικώτερον,

ὁποῖόν τι καὶ τὸ, σιδήρεόν νύ τοι ἦτορ. πλὴν ἐκεῖ μὲν ἦτορ μόνον σιδήρεον, ἐνταῦθα

δὲ πάντα σιδήρεα. (ῃερς. 281.) Ὅτι ἐν τῷ, ἑτάρους καμάτῳ ἀδηκότας ἠδὲ ὕπνῳ,

κάματον μὲν λέγει τὸν ἤδη γενόμενον, ὕπνον δὲ τὸν μὴ γεγονότα, ἤγουν οὗ

ἐστέρηνται οἱ τοῦ Ὀδυσσέως φίλοι. διὸ καὶ ἀδηκότες εἰσὶν ἤγουν ἀηδῶς ἔχοντες διά

τε τὸν κάματον καὶ διὰ τὸ ἐστερῆσθαι ὕπνου. εἰπεῖν γὰρ ὕπνον κατά τινας τὴν

ἀγρυπνίαν ἀντιφραστικῶς ὀκνήσῃ ἄν τις. Ἰστέον δὲ ὅτι τε πολλὴ χρῆσις παρὰ

ποιηταῖς τοῦ ἀδηκὼς ἀδηκότος, καὶ ὅτι ἐκ τοῦ κατὰ τὸν τοιοῦτον παρακείμενον

ἐνεστῶτος ἤγουν τοῦ ἀδῶ ἀδήσω καὶ τοῦ ἐκεῖθεν παθητικοῦ παρακειμένου ἄῤῥητον

γίνεται ὄνομα ἀδήμων ἀδήμονος, ὅθεν τὸ ἀδημονεῖν, καὶ ὅτι καὶ ἆδος ὁ κόρος τῷ

εἰρημένῳ ῥήματι γειτνιάζει, καὶ ὅτι ἀδεῖν λέγεται ἄλλως τὸ ἀρέσκειν ὡς ἀπὸ

δευτέρου μέλλοντος οὗ ἐνεστὼς θεματικὸς τὸ ἥδω ἤτοι εὐφραίνω, δασυνομένου

αὐτοῦ εἰ καὶ τὸ ἀδεῖν ψιλοῦται Αἰολικῶς, οὗ χρῆσις ἐν Ἰλιάδι. ὅτι δὲ τὸ ἀδῶ ἀδήσω

καὶ αὐτόχρημα τὸ ἥδεσθαι δηλοῖ ποτὲ, δῆλον ἀπὸ χρήσεως Ἱππώνακτος ἣν

Ἡρακλείδης προφέρει, εἰπόντος, ἄδηκε βουλὴ, ἤγουν ἤρεσκε τὸ βούλευμα, καὶ εἴη

ἂν τοῦ τοιούτου παρακειμένου μετοχὴ, ἀδηκὼς ὁ ἡδυνθεὶς ἀπεναντίας τῷ Ὁμηρικῷ.

εἰ δὲ ἐκ τοῦ τοιοῦδε ἄδηκα καὶ τοῦ ἀδηκὼς γίνεται Ἀττικῶς μὲν καὶ Αἰολικῶς τὸ

εὔαδεν ἀντὶ τοῦ, ἡδὺς ἔδοξε, κοινότερον δὲ τὸ, ἑαοδότα μῦθον ἔειπε, ζητητέον ἐς

ἀκριβές. (ῃερς. 283.) Ὅτι κεῖται τὸ ἀμφιρύτη καὶ ἐνταῦθα μετὰ ἑνὸς ἀμεταβόλου. καὶ

λαρὸς δόρπος ὁ γλυκὺς μετὰ ἐκτάσεως τοῦ διχρόνου, καὶ νὺξ θοὴ ἡ ταχεῖα, ἢ

καταθετικὴ, ἢ ὀξεῖα, ὡς δεδήλωται ἀλλαχοῦ. (ῃερς. 279.) Ὅτι ὁ τοῦ Ὀδυσσέως

κηδεστὴς Εὐρύλοχος ἐπιτηδείως προσεπαινέσας τὸν Ὀδυσσέα ὡς τλησίπονον, εἶτα

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

27

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!