Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ... Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

προσθεὶς τὸ ἰῶτα ἔφη, εἴαται ἐν μεγάροις. εἶτα λέγει ὅτι καὶ τὸ δασυνόμενον καὶ διὰ τῶν αὐτῶν στοιχείων ἐκφερόμενον οὕτως ἔχει. τὸ γὰρ ἧνται, ἤγουν κάθηνται, κατὰ τμῆσιν τῆς ηˉν συλλαβῆς εἰς ˉε καὶ ˉα ἕαται λέγεται, οἷον, οἳ δὴ νῦν ἕαται σιγῇ. τούτοις δὲ ὁ αὐτὸς ἐπάγει καὶ ὅτι ἔνιοι τῶν Ἰώνων, οἷς ἀκολουθεῖ, φησὶ, καὶ ὁ τὰ Ναξιακὰ γράψας Φιλήτας εἴτε Καλλῖνος, μόνον τὸ ˉη ἐν τοῖς τοιούτοις παρακειμένοις εἰς ˉε καὶ ˉα τέμνοντες τὸ ἑπόμενον ˉν φυλάττουσι, πεποιέανται λέγοντες καὶ γεγενέανται, καθὰ καὶ τὸ ἐγένοντο ἔγεντο. καὶ ὅ γε Ζηνόδοτος πολλάκις, φησὶ, παρὰ τῷ ποιητῇ οὕτω γράφει καὶ τὰ ἑνικά· δίχα μέντοι τοῦ νˉυ τὸ πεποίηται καὶ νενόηται πεποιέαται γράφων καὶ νενοέαται. ἡ μέντοι Ἀριστάρχειος ἔκδοσις οὐκ οἶδεν Ὅμηρον τῇδε τῇ διαλέκτῳ χρώμενον, εἰ καί τισιν ἔδοξεν ὁμοίως τῷ πεποίηται πεποιέαται, οὕτω τῇ τὸ ἧται ἑνικὸν, ἤγουν κάθηται, γενέσθαι ἕαται καὶ ληφθῆναι Βοιωτιακῶς ἀντὶ πληθυντικοῦ τοῦ ἧνται ἕαται ἐν τῷ, οἳ δὴ νῦν ἕαται σιγῇ· ὃ δὴ ἀποῤῥαπίζει ὁ Ἡρακλείδης εἰπὼν, οὐδέ ποτε τὸν Ὅμηρον ἑνικοῖς χρῆσθαι ῥήμασι ἀντὶ πληθυντικῶν, καθάπερ ἐνίοις Βοιωτῶν ἔδοξεν. (ῃερς. 107.) Αἱ δὲ δώδεκα ἀλετρίδες τὸ τοῦ ἀλετοῦ δηλοῦσι πολυδάπανον. πολλαχοῦ δὲ καὶ εἰσέτι ἐπιχωριάζει τὸ δι' ἀνδρῶν καὶ γυναικῶν ἀλετοὺς γίνεσθαι. Τὸ δὲ ἐπεῤῥώοντο τὴν τῶν ἀλετρίδων δηλοῖ σπουδαίαν κίνησιν καὶ ῥωμαλέαν. Τὸ μέντοι, ἀμβρόσιαι χαῖται ἐπεῤῥώοντο, ἄλλως ἐν Ἰλιάδι ἐῤῥέθη διὰ σεμνότητα. Περὶ δὲ ἀλφίτων καὶ ἀλειάτων προεῤῥέθη. (ῃερς. 109.) Ἐν δὲ τῷ, κατὰ πυρὸν ἄλεσαν, συνεκδοχικῶς νοεῖται καὶ εἴ τι ἄλλο ἤλεστο. (ῃερς. 114.) Τὸ δὲ τέῳ ἀντὶ τοῦ τινὶ πλεονασμὸν καὶ αὐτὸ ἔχει τοῦ ˉε, καθὰ καὶ ἄλλα τῶν αὐτῷ συστοίχων, ὡς προδεδήλωται. Τοῦ δὲ κρῆνον, ὃ καὶ κρήηνον ἐν ἄλλοις λέγεται, εὑρίσκεται καὶ κρῆναι τὸ ἀπαρέμφατον. (ῃερς. 121.) Ὁ δὲ ἀλείτης ἐκ τοῦ ἀλείτω τὸ ἁμαρτάνω γίνεται. ἐκεῖθεν δὲ καὶ ὁ ἀλοιτὸς ὁ παρὰ τῷ Λυκόφρονι, ὅμοιος ὢν τῷ Ἀλείτῃ. τοῦ δὲ ἀλείτω δεύτερος ἀόριστος ἤλιτον, ἐξ οὗ νηλιτεῖς καὶ νηλίτιδες γυναῖκες, καὶ ἀλιτρὸς, κατά τινας δὲ καὶ ἀλιτήριος. (ῃερς. 123.) Ὅτι τὸ ἀνάψαι πῦρ ἐν δώμασιν οὕτω φράζει· 2.230 δμωαὶ δ' ἀνέκαιον ἐπ' ἐσχάρῃ ἀκάματον πῦρ, ἤγουν οὐκ ἀμυδρὸν, ἀλλ' ἐγκρατῶς τῆς ὑποκειμένης ὕλης δραττόμενον, ὡς ἐκείνην μὲν κάμνειν, αὐτὸ δὲ εἶναι ἀκάματον. (ῃερς. 129.) Ὅτι κήδεσθαι προσποιούμενος ὡς ξείνου τοῦ πατρὸς ὁ Τηλέμαχος ἐρωτᾷ, πῶς αὐτὸν ἀνέπαυσαν, εἰπών· μαῖα φίλη, πῶς τὸν ξεῖνον ἐτιμήσασθ' ἐνὶ οἴκῳ, εὐνῇ καὶ σίτῳ; ἢ αὕτως κεῖται ἀκηδής; τοιαύτη γὰρ ἐμὴ μήτηρ πινυτή περ ἐοῦσα ἐμπλήγδην ἕτερόν γε τίει μερόπων ἀνθρώπων χείρονα, (ῃερς. 133.) τὸν δέ τ' ἀρείον' ἀτιμήσασ' ἀποπέμπει. καὶ οὐ διαβάλλει μὲν ὁ παῖς τὴν μητέρα, γλυκυπικρῶς δὲ τὸν λόγον κεράσας τὴν ἄγαν φιλανδρίαν αὐτῆς ἐνδείκνυται καὶ ἐν οἷς μέμφεται, λέγων, ὡς τοὺς ψευδῆ μὲν εὐαγγελιζομένους περὶ Ὀδυσσέως τιμᾷ, τοὺς δ' αὖ μὴ τοιούτους οὐχ' ὁμοίως δέχεται. (ῃερς. 135.) ἡ μέντοι Εὐρύκλεια τῆς δεσποίνης ὑπεραπολογουμένη πρός γε τὰ παρόντα φησίν· οὐκ ἄν μιν νῦν, τέκνον, ἀναίτιον αἰτιόῳο· ὃ παρῴδηται ἐκ τοῦ, καί κεν ἀναίτιον αἰτιόῳτο, τοῦ ἐν Ἰλιάδι κειμένου. οἴνου μὲν γὰρ πῖνε καθήμενος ὄφρ' ἔθελ' αὐτὸς, σίτου δ' οὐκέτ' ἔφη πεινήμεναι· εἴρετο γάρ μιν. ἀλλ' ὅτε δὴ κοίτοιο καὶ ὕπνου μιμνήσκοιτο, ἡ μὲν δέμνι' ἄνωγεν ὑποστορέσαι· ὁ δὲ, ὥς τις πάμπαν ὀϊζυρὸς καὶ ἄποτμος, οὐκ ἔθελ' ἐν λέκτροισι καὶ ἐν ῥήγεσσι καθεύδειν, ἀλλ' ἐν ἀδεψήτῳ βοέῃ καὶ κώεσιν οἰῶν, ὡς προεδηλώθη, ἔδραθεν ἐν προδόμῳ, (ῃερς. 143.) χλαῖναν δ' ἐπιέσσαμεν ἡμεῖς. οἰκειοῦται γὰρ ἡ γραῦς αὕτη τὸ τῆς Εὐρυνόμης· ἐκείνη γὰρ χλαῖναν ἐπέβαλε τῷ ξείνῳ πεσόντι. Ἐν οἷς ὅρα, ὡς ταυτὸν ἡγεῖται εἰπεῖν χλαῖναν ἐπιβαλεῖν καὶ χλαῖναν ἐπιέσαι. (ῃερς. 4.) εἰ δὲ χλαῖναν ἐπέβαλε κοιμηθέντι, τουτέστιν ἐπέθετο, τὸ δ' αὐτὸ λέγει καὶ χλαῖναν ἐπιέσασθαι, οὐκ ἀεὶ ἄρα τὸ ἐπιέσασθαι ἀντὶ τοῦ ἐνδύσασθαι λέγεται. (ῃερς. 129.) Τὸ δὲ, ξεῖνον ἐτιμήσασθε, Ἀττικῶς ἀντὶ τοῦ ἐτιμήσατε. παρὰ δέ γε τοῖς μεθ' Ὅμηρον ἐμπορικὴ καὶ συναλλακτικὴ λέξις τὸ τιμᾶσθαι καὶ γενικῇ συντάσσεται, οἷον, τοῦ παντὸς τιμῶμαι Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 262

τὴν ἀρετὴ, καὶ τοσοῦδε τινὸς τιμῶμαι τήνδε τὴν ὕλην. (ῃερς. 132.) Ἐμπλήγδην δὲ κατὰ τοὺς παλαιοὺς τὸ ἀκρίτως παρὰ τὸ ἐμπελάζειν ἢ ἐμπλήσσειν ἤτοι ἐμπίπτειν ὅπως ἂν καὶ τύχοι τοῖς πράγμασι. Καὶ ἄλλως δὲ ἐμπλήγδην τὸ δίκην ἐμπλήκτου τινός. ἔμπληκτος δὲ ὁ ἄστατος καὶ οἱονεὶ ἔσω πεπληγμένος καὶ οὐ κατὰ φύσιν φρονῶν, ὥς περ ἔκπληκτος ὁ ἔξωθεν πεπληγμένος κατὰ τοὺς ἐμβροντήτους καὶ ἐκπεπαταγμένους καὶ ἔκθαμβος κατὰ τὴν κοινῶς λεγομένην ἔκπληξιν. ὁ μέντοι παραπλὴξ ποτὲ μὲν τὸν ἔμπληκτον δηλοῖ, ποτὲ δὲ τὸν παράμουσον καὶ ἀπαίδευτον καὶ, ὡς εἰπεῖν, ἀπῳδόν· καθὰ καὶ παρὰ τῷ κωμικῷ κεῖται. (ῃερς. 133.) ὁ δὲ χείρων καὶ ὁ ἀρείων, ὥς περ ἐν Ἰλιάδι, οὕτω κἀνταῦθα ἀντίκεινται. Τὸ δὲ ἀτιμῶ ἀτιμήσω σύνηθες τῷ ποιητῇ, ὡς ἡ Ἰλιὰς δηλοῖ, ἔνθα καὶ ἀτίμητος ὁ ἄτιμος. οἱ δὲ ὕστερον ἀτιμῶ ἀτιμώσω φασίν. (ῃερς. 136.) Ἐν δὲ τῷ, οἶνον ἔπινε, σίτου δὲ οὐκ ἔφη πεινῆν, ἐν οἷς ἔοικε παρήχησίς τις εἶναι, ψεύδεσθαι ἡ γραῦς δοκεῖ· οὐδὲν γὰρ τοιοῦτον ἐφάνη γενέσθαι εἰς τὸν Ὀδυσσέα παρὰ τῇ Πηνελόπῃ, καὶ ἦν καίριον ὑπὲρ τῆς δεσποίνης τὸ ψεῦδος τῇ δούλῃ. καὶ ἄλλως δὲ ἀπεικὸς οὐδὲν κατὰ τὸ σιωπώμενον οὕτω γενέσθαι, ὡς ἡ δούλη ἔφη. (ῃερς. 146.) ἔστι δὲ καὶ μετ' ὀλίγα ὅμοιον σχῆμα σιωπηρόν· διεκβέβηκε γὰρ εἰς ἀγορὰν ὁ Τηλέμαχος, ἔχων καὶ πάλιν κύνας πόδας ἀργοὺς ἑπομένους. καὶ τοῦτο μὲν ὁ ποιητὴς παρεσημήνατο, τὸ δὲ καὶ εἰσελθεῖν ἐκεῖνον μὴ ἐκλαληθὲν ἀφείθη νοεῖσθαι κατὰ τὸ σιωπώμενον, ὥς περ καὶ αὐτὸ τοῦτο τὸ, ὡς καὶ ἐνέτυχέ τισιν, ὡς εἰκὸς, ἐν τῇ ἀγορᾷ καὶ ἐλάλησε τὰ δοκοῦντα. ἔθος γὰρ ἦν τοῖς κρατοῦσιν ἐπ' ἀγορᾶς ἕωθεν προϊέναι καὶ ἢ λαλεῖν ἢ ἐκμανθάνειν εἴ τί που νέον συνέπεσε. καὶ τοῦτο μὲν τοιοῦτον. (ῃερς. 136.) Τὸ δὲ, οἶνον μὲν γὰρ πῖνε, σίτου δ' οὐκ ἔφη πεινήμεναι, κατὰ ἄρσιν καὶ θέσιν δεξιῶς ἐσχημάτισται πρὸς κάλλος· θέσις μὲν γὰρ τὸ οἶνον πίνειν, ἄρσις δὲ τὸ σίτου δὲ οὐκ ἐπείνα. ἔνθα καὶ ὅρα, ὡς δυνάμενος εἰπεῖν, οἴνου μὲν γὰρ ἔπινεν, ὁμοίως τῷ, σίτου δ' οὐκ ἐπείνα, ὅμως καὶ τῇ ἀλλαγῇ τῆς συντάξεως σχῆμα ἕτερον ἐποίησεν, εἰ μὴ ἄρα τὸ πεινᾶν μὲν οἶδε γενικῇ συντασσόμενον, οὐκέτι δὲ καὶ τὸ πίνειν. Τὸ δὲ, ὄφρα ἔθελεν αὐτὸς, ὕφεσίν τινα ἔχει πρὸς τὸ κορέσασθαι. εἴη δὲ ἄν πως ὅμοιον τῷ, πίνειν ὄφρα ἤθελε, καὶ τὸ, σίτου μηκέτι πεινᾶν. δῆλον γὰρ, ὅτι καὶ ὁ μὴ πεινῶν ἤσθιεν ὄφρα ἤθελε. Τοῦ δὲ πεινήμεναι οὔτε ἡ προφορὰ ζηλωτὴ, οὔτε ἡ τοῦ θέματος εὕρεσις· τοῦ μὲν γὰρ πεινήμεναι προϋπάρχει τὸ πεινῆναι, αὐτοῦ δὲ θέμα τὸ πείνημι ἢ τὸ πειναίνω ἐκ τοῦ πεινῶ, ἀπόθετα καὶ αὐτὰ τῇ ποιήσει, καθὰ καὶ τὸ πένθημι ἢ πενθαίνω, ἐξ οὗ τὸ, πενθήμεναι ἄκριτον, καὶ τὸ θαυμαίνω, ἀφ' οὗ τὸ, ἀέθλια θαυμανέοντες. εἰκὸς δὲ καὶ ἄλλως τὸ πεινήμεναι ἀκολούθως ἔχειν τῷ φιλήμεναι, νοήμεναι· περὶ ὧν ἐν τῇ ἄλφα ῥαψῳδίᾳ προγέγραπται, 2.231 ὅπου κεῖται ἡ τοῦ Ἡρακλείδου γνώμη περὶ τοῦ ἔμμεναι. Τὸ δὲ, εἴρετο γάρ μιν, ἐῤῥέθη πρὸς τὸ, οὐκέτ' ἔφη· εἰ γὰρ μὴ ἠρωτήθη, οὐδ' ἂν ἔφη. Ἡ δὲ, ὡς ἐῤῥέθη, τοῦ Τηλεμάχου διέκβασις εἰς ἀγορὰν εἰς μικρόν τι χρήσιμός ἐστι τῷ ποιητῇ, διὸ οὐδὲ πολυλογεῖ αὐτήν. ἐξελθὼν γὰρ ὁ Τηλέμαχος ἐκκλίνει μόνον τὸ οἴκοι ἐντυχεῖν τῷ πατρὶ καὶ ἀνάγκην σχεῖν ὁμιλῆσαι καὶ οὕτως ὑποψίαν κινῆσαι τινά. ὁ δὲ ἐν τοσούτῳ βλέπει τοὺς δούλους, ἤγουν τὸν συβώτην Εὔμαιον καὶ τὸν βουκόλον Φιλοίτιον, καὶ λαμβάνει πεῖραν χρησιμεύουσαν αὐτῷ. (ῃερς. 133.) Ἐκ δὲ τῶν ἀνωτέρω κειμένων τὸ μὲν ἐμπλήγδην ἑτέρους μὲν τιμᾶν χείρονας, τοὺς δὲ ἀρείονας ἀτίμως ἀποπέμπειν, ἀδιακρίτου ἤθους ἐστί. (ῃερς. 136.) Τὸ δὲ οἶνον μὲν πίνειν τινὰ ὄφρα ἐθέλῃσι, τοῦ δὲ οὐκέτι πεινῆν, αὐτάρκη δηλοῖ δίαιταν. (ῃερς. 140.) Τὸ δὲ, αὐτὰρ ὅ γε ὥς τις πάμπαν ὀϊζυρὸς καὶ τὰ ἑξῆς, ἐπί τινος ῥηθήσεται χαμαικοιτοῦντος ἑκοντί. (ῃερς. 143.) Τὸ δὲ ἔδραθε σύνθετόν ἐστι· δράθω γὰρ καὶ δραθεῖν τὸ ἀποτιθέναι τὸ δρᾶν, ὅ ἐστι βλέπειν, περὶ οὗ ἀλλαχοῦ εἴρηται. τὸ μέντοι πλάθειν παρὰ Σοφοκλεῖ ἐν τῷ, τὰ τοῖς δυνατοῖς οὐκ ἐριστὰ πλάθειν, οὐχ' οὕτω σύνθετόν ἐστιν, ἀλλ' ἐκ τοῦ πλῶ, τὸ πελάζω, γίνεται πλάθω· ἐξ οὗ ἴσως καὶ Πλαθάνη ἡ παρὰ τῷ κωμικῷ. (ῃερς. 149.) Ὅτι οἰκονομία εἰλαπίνης ἅ περ ἡ δούλη μαῖα Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 263

τὴν ἀρετὴ, καὶ τοσοῦδε τινὸς τιμῶμαι τήνδε τὴν ὕλην. (ῃερς. 132.) Ἐμπλήγδην δὲ

κατὰ τοὺς παλαιοὺς τὸ ἀκρίτως παρὰ τὸ ἐμπελάζειν ἢ ἐμπλήσσειν ἤτοι ἐμπίπτειν

ὅπως ἂν καὶ τύχοι τοῖς πράγμασι. Καὶ ἄλλως δὲ ἐμπλήγδην τὸ δίκην ἐμπλήκτου

τινός. ἔμπληκτος δὲ ὁ ἄστατος καὶ οἱονεὶ ἔσω πεπληγμένος καὶ οὐ κατὰ φύσιν

φρονῶν, ὥς περ ἔκπληκτος ὁ ἔξωθεν πεπληγμένος κατὰ τοὺς ἐμβροντήτους καὶ

ἐκπεπαταγμένους καὶ ἔκθαμβος κατὰ τὴν κοινῶς λεγομένην ἔκπληξιν. ὁ μέντοι

παραπλὴξ ποτὲ μὲν τὸν ἔμπληκτον δηλοῖ, ποτὲ δὲ τὸν παράμουσον καὶ ἀπαίδευτον

καὶ, ὡς εἰπεῖν, ἀπῳδόν· καθὰ καὶ παρὰ τῷ κωμικῷ κεῖται. (ῃερς. 133.) ὁ δὲ χείρων

καὶ ὁ ἀρείων, ὥς περ ἐν Ἰλιάδι, οὕτω κἀνταῦθα ἀντίκεινται. Τὸ δὲ ἀτιμῶ ἀτιμήσω

σύνηθες τῷ ποιητῇ, ὡς ἡ Ἰλιὰς δηλοῖ, ἔνθα καὶ ἀτίμητος ὁ ἄτιμος. οἱ δὲ ὕστερον

ἀτιμῶ ἀτιμώσω φασίν. (ῃερς. 136.) Ἐν δὲ τῷ, οἶνον ἔπινε, σίτου δὲ οὐκ ἔφη πεινῆν,

ἐν οἷς ἔοικε παρήχησίς τις εἶναι, ψεύδεσθαι ἡ γραῦς δοκεῖ· οὐδὲν γὰρ τοιοῦτον

ἐφάνη γενέσθαι εἰς τὸν Ὀδυσσέα παρὰ τῇ Πηνελόπῃ, καὶ ἦν καίριον ὑπὲρ τῆς

δεσποίνης τὸ ψεῦδος τῇ δούλῃ. καὶ ἄλλως δὲ ἀπεικὸς οὐδὲν κατὰ τὸ σιωπώμενον

οὕτω γενέσθαι, ὡς ἡ δούλη ἔφη. (ῃερς. 146.) ἔστι δὲ καὶ μετ' ὀλίγα ὅμοιον σχῆμα

σιωπηρόν· διεκβέβηκε γὰρ εἰς ἀγορὰν ὁ Τηλέμαχος, ἔχων καὶ πάλιν κύνας πόδας

ἀργοὺς ἑπομένους. καὶ τοῦτο μὲν ὁ ποιητὴς παρεσημήνατο, τὸ δὲ καὶ εἰσελθεῖν

ἐκεῖνον μὴ ἐκλαληθὲν ἀφείθη νοεῖσθαι κατὰ τὸ σιωπώμενον, ὥς περ καὶ αὐτὸ τοῦτο

τὸ, ὡς καὶ ἐνέτυχέ τισιν, ὡς εἰκὸς, ἐν τῇ ἀγορᾷ καὶ ἐλάλησε τὰ δοκοῦντα. ἔθος γὰρ

ἦν τοῖς κρατοῦσιν ἐπ' ἀγορᾶς ἕωθεν προϊέναι καὶ ἢ λαλεῖν ἢ ἐκμανθάνειν εἴ τί που

νέον συνέπεσε. καὶ τοῦτο μὲν τοιοῦτον. (ῃερς. 136.) Τὸ δὲ, οἶνον μὲν γὰρ πῖνε, σίτου

δ' οὐκ ἔφη πεινήμεναι, κατὰ ἄρσιν καὶ θέσιν δεξιῶς ἐσχημάτισται πρὸς κάλλος· θέσις

μὲν γὰρ τὸ οἶνον πίνειν, ἄρσις δὲ τὸ σίτου δὲ οὐκ ἐπείνα. ἔνθα καὶ ὅρα, ὡς δυνάμενος

εἰπεῖν, οἴνου μὲν γὰρ ἔπινεν, ὁμοίως τῷ, σίτου δ' οὐκ ἐπείνα, ὅμως καὶ τῇ ἀλλαγῇ

τῆς συντάξεως σχῆμα ἕτερον ἐποίησεν, εἰ μὴ ἄρα τὸ πεινᾶν μὲν οἶδε γενικῇ

συντασσόμενον, οὐκέτι δὲ καὶ τὸ πίνειν. Τὸ δὲ, ὄφρα ἔθελεν αὐτὸς, ὕφεσίν τινα ἔχει

πρὸς τὸ κορέσασθαι. εἴη δὲ ἄν πως ὅμοιον τῷ, πίνειν ὄφρα ἤθελε, καὶ τὸ, σίτου

μηκέτι πεινᾶν. δῆλον γὰρ, ὅτι καὶ ὁ μὴ πεινῶν ἤσθιεν ὄφρα ἤθελε. Τοῦ δὲ

πεινήμεναι οὔτε ἡ προφορὰ ζηλωτὴ, οὔτε ἡ τοῦ θέματος εὕρεσις· τοῦ μὲν γὰρ

πεινήμεναι προϋπάρχει τὸ πεινῆναι, αὐτοῦ δὲ θέμα τὸ πείνημι ἢ τὸ πειναίνω ἐκ τοῦ

πεινῶ, ἀπόθετα καὶ αὐτὰ τῇ ποιήσει, καθὰ καὶ τὸ πένθημι ἢ πενθαίνω, ἐξ οὗ τὸ,

πενθήμεναι ἄκριτον, καὶ τὸ θαυμαίνω, ἀφ' οὗ τὸ, ἀέθλια θαυμανέοντες. εἰκὸς δὲ καὶ

ἄλλως τὸ πεινήμεναι ἀκολούθως ἔχειν τῷ φιλήμεναι, νοήμεναι· περὶ ὧν ἐν τῇ ἄλφα

ῥαψῳδίᾳ προγέγραπται, 2.231 ὅπου κεῖται ἡ τοῦ Ἡρακλείδου γνώμη περὶ τοῦ

ἔμμεναι. Τὸ δὲ, εἴρετο γάρ μιν, ἐῤῥέθη πρὸς τὸ, οὐκέτ' ἔφη· εἰ γὰρ μὴ ἠρωτήθη, οὐδ'

ἂν ἔφη. Ἡ δὲ, ὡς ἐῤῥέθη, τοῦ Τηλεμάχου διέκβασις εἰς ἀγορὰν εἰς μικρόν τι χρήσιμός

ἐστι τῷ ποιητῇ, διὸ οὐδὲ πολυλογεῖ αὐτήν. ἐξελθὼν γὰρ ὁ Τηλέμαχος ἐκκλίνει

μόνον τὸ οἴκοι ἐντυχεῖν τῷ πατρὶ καὶ ἀνάγκην σχεῖν ὁμιλῆσαι καὶ οὕτως ὑποψίαν

κινῆσαι τινά. ὁ δὲ ἐν τοσούτῳ βλέπει τοὺς δούλους, ἤγουν τὸν συβώτην Εὔμαιον καὶ

τὸν βουκόλον Φιλοίτιον, καὶ λαμβάνει πεῖραν χρησιμεύουσαν αὐτῷ. (ῃερς. 133.) Ἐκ

δὲ τῶν ἀνωτέρω κειμένων τὸ μὲν ἐμπλήγδην ἑτέρους μὲν τιμᾶν χείρονας, τοὺς δὲ

ἀρείονας ἀτίμως ἀποπέμπειν, ἀδιακρίτου ἤθους ἐστί. (ῃερς. 136.) Τὸ δὲ οἶνον μὲν

πίνειν τινὰ ὄφρα ἐθέλῃσι, τοῦ δὲ οὐκέτι πεινῆν, αὐτάρκη δηλοῖ δίαιταν. (ῃερς. 140.)

Τὸ δὲ, αὐτὰρ ὅ γε ὥς τις πάμπαν ὀϊζυρὸς καὶ τὰ ἑξῆς, ἐπί τινος ῥηθήσεται

χαμαικοιτοῦντος ἑκοντί. (ῃερς. 143.) Τὸ δὲ ἔδραθε σύνθετόν ἐστι· δράθω γὰρ καὶ

δραθεῖν τὸ ἀποτιθέναι τὸ δρᾶν, ὅ ἐστι βλέπειν, περὶ οὗ ἀλλαχοῦ εἴρηται. τὸ μέντοι

πλάθειν παρὰ Σοφοκλεῖ ἐν τῷ, τὰ τοῖς δυνατοῖς οὐκ ἐριστὰ πλάθειν, οὐχ' οὕτω

σύνθετόν ἐστιν, ἀλλ' ἐκ τοῦ πλῶ, τὸ πελάζω, γίνεται πλάθω· ἐξ οὗ ἴσως καὶ Πλαθάνη

ἡ παρὰ τῷ κωμικῷ. (ῃερς. 149.) Ὅτι οἰκονομία εἰλαπίνης ἅ περ ἡ δούλη μαῖα

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

263

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!