Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ... Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

ἐγρήγορα μέσου παρακειμένου γενόμενον. ἐγείρω γάρ· μέλλων ἐγερῶ, παρακείμενος ἤγερκα, μέσος ἤγορα, καὶ Ἀττικῶς ἐγήγορα καὶ πλεονασμῷ ἐγρήγορα. ὅθεν τὸ ἐγρηγορῶ μετὰ τῆς πρωτοτύπου αὐξήσεως, ὁμοίως τῷ πέποιθα πεποιθῶ πεποιθήσω, ἐξ οὗ ἡ πεποίθησις, ὡς ἐγρηγόρησις ἐγρήγορσις. καὶ Ὅμηρος μὲν τετρασυλλάβως οἶδεν ἐγρηγορῶ, οἱ δὲ ὕστερον καὶ γρηγορῶ τρισυλλάβως, ὅ περ οὐ φιλεῖται τοῖς ῥήτορσιν. (ῃερς. 2.) Ἀδέψητον δὲ βοέην λέγει καθ' ὁμοιότητα τοῦ, βόας αὔας ἤγουν ξηράς. τὸ μὲν γὰρ ἀδέψητον ἤτοι ἀμάλακτον καὶ ἀκατέργαστον αὖον ἂν εἴη. Βοέη δὲ ἡ βοῦς, ὅ ἐστι βύρσα, ἣν βοείην ἐντελῶς μετ' ὀλίγα ἐρεῖ. Ἀδέψητος γοῦν βοέη ἡ ξηρὰ βύρσα. γίνεται δὲ ἡ ἀδέψητος οὕτως· δέφω δέψω τὸ μαλάσσω καὶ κατεργάζομαι· οὗ ὁ μέλλων δέψω, καὶ ∆ωρικῶς ἢ Αἰολικῶς δεψῶ, καὶ κατὰ ἀναδρομὴν τὴν εἰς ἐνεστῶτα, δεψῶ δεψήσω, ἀφ' οὗ ἀδέψητος. ἀπὸ μέντοι τοῦ δέφω δέψω βυρσοδέψης καὶ σκυτοδέψης, ὡς δὲ ἐν Ἰλιάδι ἐγράφη, καὶ σκυλαδέψης. Βοέη δὲ καὶ βοῦς ἡ ἐπὶ βύρσης διαφέρουσι, καθότι μετουσιαστικὸν μὲν ἡ βοέη, δορὰ δηλαδὴ, ὡς καὶ ἡ λεοντέη καὶ ἡ παρδαλέη, ἡ δὲ βοῦς τὸ τοῦ ὅλου ἔχει ὄνομα, καθὰ καὶ ὁ πριστὸς ἐλέφας τὸ τοῦ ἐλέφαντος. Τὸ δὲ στορῶ στορέσω συγκοπὲν ἀλλοιοῖ τὴν συζυγίαν· στρῶ γὰρ στρώσω γίνεται. ἀγαθὸν δὲ πτωχῷ στόρεσμα ἤτοι στρῶμα τὸ ἔχον κώεα πολλὰ οἱῶν. (ῃερς. 5.) Κεῖται δὲ Ὀδυσσεὺς ἐν προδόμῳ πρὸς ἀπόπειραν τῶν ἀτασθάλων γυναικῶν. Τὸ δὲ μνηστῆρσι κακὰ φρονῶν πεποίηκε τὴν τῆς ῥαψῳδίας ταύτης ἐπιγραφὴν, λέγουσαν οὕτω· τὰ πρὸ τῆς μνηστηροφονίας. (ῃερς. 6. σθθ.) Ὅτι τοῦ ξένου Ὀδυσσέως ἐν προδόμῳ κοιμηθέντος ἤγουν κειμένου αἱ γυναῖκες ἐκ μεγάρου ἤρχοντο, αἳ μνηστῆρσιν ἐμιγέσκοντο, ἀλλήλαις γέλωτα καὶ εὐφροσύνην παρέχουσαι. τοῦ δὲ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι, πολλὰ δὲ μερμήριζεν ἠὲ μεταΐξας θάνατον τεύξειεν ἑκάστῃ, ἢ ἔτι ἐῷ, τουτέστιν ἐῴη, μνηστῆρσι μιγῆναι ὕστατα καὶ πύματα, 2.223 τουτέστιν, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, ἔσχατα ἐσχάτων, ἢ καὶ ἄλλως εἰπεῖν, πανύστατα. κραδίη δέ οἱ ἔνδον ὑλάκτει. ἐπεὶ δὲ σκληρὸν δοκεῖ ἐπὶ καρδίας τὸ ὑλακτεῖν, ἐπάγει συνήθως ἐπὶ θεραπείᾳ τῆς λέξεως, ὁποῖα καὶ ἐν ἄλλοις παρεσημάνθη, παραβολὴν ταύτην. ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα ἄνδρα ἀγνοιήσασα ὑλάει μέμονέν τε μάχεσθαι, ὥς ῥα τοῦ ἔνδον ὑλάκτει, καρδία δηλαδὴ, ἀγαιομένου κακὰ ἔργα. καὶ οὕτω θεραπεύσας τὸ τὴν καρδίαν ὑλακτεῖν τῇ κατὰ τὴν κύνα περὶ τοῦ ὑλακτεῖν παραβολῇ ἐπάγει· στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ, ὃς καὶ εἰς παροιμίαν ἔπεσε, τοιοῦτος ὤν· τέτλαθι κραδίη, καὶ κύντερον ἄλλο ποτ' ἔτλης ἤματι τῷ, ὅτε μοι μένος ἄσχετος ἤσθιε Κύκλωψ ἰφθίμους ἑτάρους· σὺ δ' ἐτόλμας ὄφρα σε μῆτις ἐξάγαγεν ἐξ ἄντροιο, ὀϊόμενον θανέεσθαι. τεχνικὴ δὲ αὕτη μέθοδος, παραμυθεῖσθαι τινὰ ἑαυτὸν ἐφ' οἷς πάσχει ἐξ ὧν ἄλλοτέ ποτε πέπονθεν. Ἰστέον δὲ ὅτι κύντερον Ὀδυσσεὺς λέγει τὸ κατὰ τὸν Κύκλωπα ὡς πρὸς τὰ τῶν δμωΐδων κακά. ἄλλως γὰρ ἁπλῶς οἴκτιστον μὲν αὐτὸς φθάσας ἔφη τὸ κατὰ τοὺς ἑτέρους ὅτε αὐτοὺς ἡ Σκύλλα ἥρπασε. τὸ δὲ κατὰ Λαιστρυγόνας οὐ μόνον οἴκτιστον, ἀλλὰ καὶ χείριστον. ἐπελέξατο δ' ἐνταῦθα ὁ ποιητὴς τὸ κατὰ τὸν Κύκλωπα, διότι Σκύλλα μὲν καὶ Λαιστρυγόνες ἄπρακτος ἦσαν ἀνία, κατὰ δὲ τοῦ Κύκλωπος ἔπραξεν ἄμυναν Ὀδυσσεὺς, τλήμων φανεὶς ἕως εὗρε καιρόν· ὥς περ δὴ καὶ ἐνταῦθα τίσεται κατὰ καιρὸν τὰς κακάς. (ῃερς. 8.) Ἔτι ἰστέον καὶ ὅτι τὸν γυναικεῖον γέλων κιχλισμὸν ἐκάλουν οἱ παλαιοὶ, ὁποῖός τις καὶ ἄρτι ὁ δουλικός. οἱ δ' αὐτοὶ καὶ χύτραν ἔλεγον εἶδός τι φιλήματος, καθὰ καὶ δράπετον καὶ παιδάριον. Παυσανίας δὲ καὶ γιγγλισμὸν γένος λέγει φιλήματος. τὸ μέντοι γιγρὶ ἐπιφώνημά τι ἐπὶ καταμωκήσει, ὡς ἐν ῥητορικῷ κεῖται λεξικῷ. ἐξ οὗ καὶ γιγρὼν, ἀφροδισιακός, φασι, δαίμων, ὃς καὶ δοκεῖ διάκονος γενέσθαι τῷ Ἄρει τῆς μοιχείας. Ὅρα δὲ ὡς οὐ μόνον πολυλογεῖν ἀνοίκειον γυναιξὶν, αἷς κόσμον ἡ σιγὴ φέρει, ἀλλὰ καὶ ὁ ἄθρους γέλως καὶ ἡ ἀκόλουθος εὐφροσύνη. χρὴ γὰρ, ὡς ταπολλὰ, ἡσύχως ἔχειν αὐτάς. διὸ καὶ ψιθύρου Ἀφροδίτης κατὰ Παυσανίαν ἱερὸν ἦν Ἀθήνῃσι καὶ Ἔρωτος δέ· οὗ καὶ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 254

∆ημοσθένης, φησὶ,μέμνηται ἐν τῷ κατὰ Νεαίρας. ἐκαλεῖτο δέ, φασι, ψίθυρος διὰ τὸ τὰς εὐχομένας αὐτῇ πρὸς τὸ οὖς λέγειν, ὅ περ ἐδήλου μὲν χρῆναι μυστηριάζεσθαι τὰ τοιαῦτα. οὐκ ἦν δὲ ἀπεικὸς, δηλοῦν καὶ τὸ δεῖν εἶναι ἀπέχειν τὸ τρανὲς τῶν φωνῶν, ὧν μέρος καὶ τὰ θρασέα γελοιαστικά. Ἰστέον δὲ καὶ ὅτι τὸ, γέλωτα καὶ εὐφροσύνην, εὕρηται ἔν τισιν ἀντιγράφοις, γέλω τε καὶ εὐφροσύνην, ἀποκοπὲν ἴσως καὶ αὐτὸ ὁμοίως τῷ, γέλω ἔκθανον. τοιαύτη δὲ ἀποκοπὴ καὶ ἐν τῷ, ἱδρῶτα ἱδρῶ. (ῃερς. 10.) Τῷ δὲ μερμηρίζειν σύστοιχον, ὡς καὶ ἡ Ἰλιὰς ἐδήλωσε, καὶ ἡ μέρμηρα, ὅ πέρ ἐστι φροντίς· οὗ χρῆσις ἐκεῖ παρήνεκται τὸ, ἄμπαυμά τε μερμηράων. συστοιχεῖ δὲ τούτοις καὶ ἐπίῤῥημα τὸ ἀμερμηρεὶ, ὅ πέρ ἐστι δίχα μερίμνης, ἣ καὶ αὐτὴ ἐκ τοῦ μερίζειν γίνεται· ὅθεν καὶ τὸ μερμηρίζειν καὶ τὰ κατ' αὐτό. (ῃερς. 12.) Τοῦ δὲ, ἐῷ μνηστῆρσι μιγῆναι, τὸ πρῶτον εὐκτικὸν, ἐάοιμι ἐῷμι, ὡς βοάοιμι βοῷμι, τὸ δεύτερον ἐῷς, καὶ τρίτον ἐῷ μετὰ προσγεγραμμένου τοῦ ˉι πρὸς διαστολὴν τοῦ ἐῶ ἐνεστῶτος· ἐκ δὲ τούτων τὸ ἐῴην ἐῴης ἐῴη. τοιαύτης δὲ ἀκολουθίας καὶ τὸ ὁράοιμι ὁρῷμι, ὁράοις ὁρῷς, ὁράοι ὁρῷ μετὰ προσγραφῆς τοῦ ˉι· πληθυντικὸν δεύτερον ὁράοιτε ὁρῷτε, καὶ ἐπενθέσει τοῦ ˉο μικροῦ, ὁρόῳτε ἐν Ἰλιάδι, οἷον, νῦν δὲ φίλως χ' ὁρόῳτε, ἤγουν ἡδέως ἂν βλέποιτε. (ῃερς. 14.) Τί δὲ τὸ ἀμαλὸν καὶ ἡ ἀμαλὴ, ἐξ ὧν καὶ τὸ ἀμαλδύνειν πλεονασμῷ τοῦ δέλτα, ἡ Ἰλιὰς δηλοῖ. Τὸ δὲ περιβαίνειν καὶ τὸ ἀμφιβαίνειν τισὶ, ταυτὰ ὄντα, ὅτι φυλακὴν καὶ σκέπην δηλοῦσι συμμαχικὴν, ἡ Ἰλιὰς μυριαχοῦ δηλοῖ. (ῃερς. 15.) Τὸ δὲ ἀγνοιήσασα γίνεται μὲν διὰ χρησιμότητα μέτρου πλεονασμῷ τοῦ ἰῶτα ἐκ τοῦ ἀγνοεῖν, παράγει δὲ ἀναλόγως τὴν ἄγνοιαν. Ὑλακτεῖν δὲ καὶ ὑλάειν δῆλον ὅτι ἀδιάφορά εἰσι. πρωτότυπον δὲ τὸ ὑλάειν· δεύτερον δὲ ἀπ' αὐτοῦ τὸ ὑλάσσειν· ἐξ οὗ ὄνομα ὑλακτὸς, καὶ ἀπ' αὐτοῦ ῥῆμα τὸ ὑλακτεῖν, ὁμοίως τῷ τάσσω, ἄτακτος, ἀτακτῶ. (ῃερς. 16.) Ἀγαιόμενος δὲ κακὰ ἔργα ὁ μεμφόμενος, ἐκ τοῦ ἀγῶ ἀγαίω, ὡς γῶ γαίω τὸ γαυριῶ. ὅτι δὲ τὸ ἀγαιομένου καὶ ἀταιομένου γράφεται ὡς ἀπὸ τοῦ ἀτῶ ἀταίνω τὸ βλάπτω, οἱ παλαιοὶ δηλοῦσι κριτικοί. (ῃερς. 17.) Στῆθος δὲ πλήττεται διὰ τὸ ἐκεῖσε πάθος τοῦ θυμοῦ ἐν καρδίᾳ. οὕτω καὶ ποὺς ἀνδρὸς στρατιωτικοῦ ἐν πολέμῳ ὑποτρέμων πεπείραται ἐν τοῖς νῦν, δόρατι πληγεὶς ὑπὸ τοῦ πάσχοντος, κολάσοντος οὕτω τὸ μέρος, ὅθεν τὸ κακόν. Τὸ δὲ ἠνίπαπε πλεονασμὸν ἔχει ποιητικόν· τὸ γὰρ κοινὸν ἤνιπα, μέσος παρακείμενος τοῦ ἐνίπω. (ῃερς. 18.) Τὸ δὲ, τέτλαθι κραδίη, ἀπὸ μέρους ἀντὶ τοῦ, σὺ, ὦ Ὀδυσσεῦ. διὸ καὶ ὑποκαταβὰς ἔφη· ὀϊόμενον θανέεσθαι, σὲ 2.224 δηλονότι τὸν Ὀδυσσέα. Ἰστέον δὲ ὅτι τὸ, τέτλαθι κραδίη καὶ ἑξῆς, παρῴδησέ τις οὕτως ἐν τοῖς τοῦ Ἀθηναίου· τέτλαθι δὴ πενίη καὶ ἀνάσχετο μωρολογούντων. οἷς ἐπῆκται καὶ τὸ, ὄψων γὰρ πλῆθός σε δαμᾷ καὶ λιμὸς ἀτερπής· ὅ περ παρῳδία ἐστὶ τοῦ, πόλεμος δαμᾷ καὶ λοιμὸς Ἀχαιούς. Τὸ δὲ κύντερον πάνυ καιρίως ἐνταῦθα κεῖται, τὴν ἀσφάλειαν ἔχον ἐκ τῆς ῥηθείσης κατὰ τὴν κύνα παραβολῆς. Ὡς δὲ ἐκ τοῦ Κύκλωπος τοῦ ποιητικοῦ παραποιήσας Ἐμπεδοκλῆς κύκλωπα κούρην ἔφη τὴν τοῦ ὀφθαλμοῦ κατὰ λόγον δριμύτητος, ἐδηλώθη καὶ ἀλλαχοῦ. (ῃερς. 22.) Ὅτι καὶ ἐνταῦθα καθάπτεσθαι τὸ λογικῶς ἀποτείνεσθαι, οἷον, ἐν στήθεσσι καθαπτόμενος φίλον ἦτορ, τουτέστιν ὡς πρὸς τὴν καρδίαν ἀποτεινόμενος. διὸ καὶ ἐπάγει· (ῃερς. 23.) τῷ δὲ μάλα ἐν πείσῃ κραδίη μένε, ἤγουν τὸ ῥηθὲν ἦτορ, τετληυῖα. ἔστι δὲ τὸ πείσῃ ἀντὶ τοῦ πειθοῖ ἀπὸ εὐθείας τῆς ἡ πεῖσα. ἅπαξ δὲ καὶ τοῦτο ἐνταῦθα κεῖται. Τὸ δὲ τετληυῖα καιρία λέξις ἐν τούτοις, ὥς περ καὶ τὸ τολμᾶν. διὸ καὶ πολλάκις τούτοις ὁ ποιητὴς ἐν τοῖς παροῦσιν ἐχρήσατο. δῆλον δὲ ὅτι ὁ κατορθῶν τὸ τοιοῦτον οὐ μόνον τλήμων λέγεται, ἀλλ' εἰκότως καὶ σχέτλιος παρὰ τὸ ἀνέχεσθαι καὶ τλῆναι. διὸ μετ' ὀλίγα (ῃερς. 45.) σχέτλιον ἡ Ἀθηνᾶ ἐρεῖ Ὀδυσσέα τὸν ταῦτα λέγοντα. (ῃερς. 24.) Ὅτι τὸ ἄϋπνον ὄντα τὸν Ὀδυσσέα ὧδε καὶ ἐκεῖ ἑλίττεσθαι καὶ οὐχ' ἁπλῶς ἀλλὰ συχνὰ μεριμνῶντα νυκτὸς παραβάλλων εἰς ὁμοιότητα πράγματος ὁ ποιητὴς φησίν· ὡς δ' ὅτε γαστέρ' ἀνὴρ, πολέος πυρὸς αἰθομένοιο, ἐμπλείην κνίσσης τε καὶ αἵματος ἔνθα καὶ ἔνθα αἰόλλει, μάλα δ' ὦκα Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 255

ἐγρήγορα μέσου παρακειμένου γενόμενον. ἐγείρω γάρ· μέλλων ἐγερῶ, παρακείμενος

ἤγερκα, μέσος ἤγορα, καὶ Ἀττικῶς ἐγήγορα καὶ πλεονασμῷ ἐγρήγορα. ὅθεν τὸ

ἐγρηγορῶ μετὰ τῆς πρωτοτύπου αὐξήσεως, ὁμοίως τῷ πέποιθα πεποιθῶ πεποιθήσω,

ἐξ οὗ ἡ πεποίθησις, ὡς ἐγρηγόρησις ἐγρήγορσις. καὶ Ὅμηρος μὲν τετρασυλλάβως

οἶδεν ἐγρηγορῶ, οἱ δὲ ὕστερον καὶ γρηγορῶ τρισυλλάβως, ὅ περ οὐ φιλεῖται τοῖς

ῥήτορσιν. (ῃερς. 2.) Ἀδέψητον δὲ βοέην λέγει καθ' ὁμοιότητα τοῦ, βόας αὔας ἤγουν

ξηράς. τὸ μὲν γὰρ ἀδέψητον ἤτοι ἀμάλακτον καὶ ἀκατέργαστον αὖον ἂν εἴη. Βοέη δὲ

ἡ βοῦς, ὅ ἐστι βύρσα, ἣν βοείην ἐντελῶς μετ' ὀλίγα ἐρεῖ. Ἀδέψητος γοῦν βοέη ἡ ξηρὰ

βύρσα. γίνεται δὲ ἡ ἀδέψητος οὕτως· δέφω δέψω τὸ μαλάσσω καὶ κατεργάζομαι· οὗ ὁ

μέλλων δέψω, καὶ ∆ωρικῶς ἢ Αἰολικῶς δεψῶ, καὶ κατὰ ἀναδρομὴν τὴν εἰς

ἐνεστῶτα, δεψῶ δεψήσω, ἀφ' οὗ ἀδέψητος. ἀπὸ μέντοι τοῦ δέφω δέψω βυρσοδέψης

καὶ σκυτοδέψης, ὡς δὲ ἐν Ἰλιάδι ἐγράφη, καὶ σκυλαδέψης. Βοέη δὲ καὶ βοῦς ἡ ἐπὶ

βύρσης διαφέρουσι, καθότι μετουσιαστικὸν μὲν ἡ βοέη, δορὰ δηλαδὴ, ὡς καὶ ἡ

λεοντέη καὶ ἡ παρδαλέη, ἡ δὲ βοῦς τὸ τοῦ ὅλου ἔχει ὄνομα, καθὰ καὶ ὁ πριστὸς

ἐλέφας τὸ τοῦ ἐλέφαντος. Τὸ δὲ στορῶ στορέσω συγκοπὲν ἀλλοιοῖ τὴν συζυγίαν·

στρῶ γὰρ στρώσω γίνεται. ἀγαθὸν δὲ πτωχῷ στόρεσμα ἤτοι στρῶμα τὸ ἔχον κώεα

πολλὰ οἱῶν. (ῃερς. 5.) Κεῖται δὲ Ὀδυσσεὺς ἐν προδόμῳ πρὸς ἀπόπειραν τῶν

ἀτασθάλων γυναικῶν. Τὸ δὲ μνηστῆρσι κακὰ φρονῶν πεποίηκε τὴν τῆς ῥαψῳδίας

ταύτης ἐπιγραφὴν, λέγουσαν οὕτω· τὰ πρὸ τῆς μνηστηροφονίας. (ῃερς. 6. σθθ.) Ὅτι

τοῦ ξένου Ὀδυσσέως ἐν προδόμῳ κοιμηθέντος ἤγουν κειμένου αἱ γυναῖκες ἐκ

μεγάρου ἤρχοντο, αἳ μνηστῆρσιν ἐμιγέσκοντο, ἀλλήλαις γέλωτα καὶ εὐφροσύνην

παρέχουσαι. τοῦ δὲ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι, πολλὰ δὲ μερμήριζεν ἠὲ

μεταΐξας θάνατον τεύξειεν ἑκάστῃ, ἢ ἔτι ἐῷ, τουτέστιν ἐῴη, μνηστῆρσι μιγῆναι

ὕστατα καὶ πύματα, 2.223 τουτέστιν, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, ἔσχατα ἐσχάτων, ἢ καὶ

ἄλλως εἰπεῖν, πανύστατα. κραδίη δέ οἱ ἔνδον ὑλάκτει. ἐπεὶ δὲ σκληρὸν δοκεῖ ἐπὶ

καρδίας τὸ ὑλακτεῖν, ἐπάγει συνήθως ἐπὶ θεραπείᾳ τῆς λέξεως, ὁποῖα καὶ ἐν ἄλλοις

παρεσημάνθη, παραβολὴν ταύτην. ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα

ἄνδρα ἀγνοιήσασα ὑλάει μέμονέν τε μάχεσθαι, ὥς ῥα τοῦ ἔνδον ὑλάκτει, καρδία

δηλαδὴ, ἀγαιομένου κακὰ ἔργα. καὶ οὕτω θεραπεύσας τὸ τὴν καρδίαν ὑλακτεῖν τῇ

κατὰ τὴν κύνα περὶ τοῦ ὑλακτεῖν παραβολῇ ἐπάγει· στῆθος δὲ πλήξας κραδίην

ἠνίπαπε μύθῳ, ὃς καὶ εἰς παροιμίαν ἔπεσε, τοιοῦτος ὤν· τέτλαθι κραδίη, καὶ

κύντερον ἄλλο ποτ' ἔτλης ἤματι τῷ, ὅτε μοι μένος ἄσχετος ἤσθιε Κύκλωψ ἰφθίμους

ἑτάρους· σὺ δ' ἐτόλμας ὄφρα σε μῆτις ἐξάγαγεν ἐξ ἄντροιο, ὀϊόμενον θανέεσθαι.

τεχνικὴ δὲ αὕτη μέθοδος, παραμυθεῖσθαι τινὰ ἑαυτὸν ἐφ' οἷς πάσχει ἐξ ὧν ἄλλοτέ

ποτε πέπονθεν. Ἰστέον δὲ ὅτι κύντερον Ὀδυσσεὺς λέγει τὸ κατὰ τὸν Κύκλωπα ὡς

πρὸς τὰ τῶν δμωΐδων κακά. ἄλλως γὰρ ἁπλῶς οἴκτιστον μὲν αὐτὸς φθάσας ἔφη τὸ

κατὰ τοὺς ἑτέρους ὅτε αὐτοὺς ἡ Σκύλλα ἥρπασε. τὸ δὲ κατὰ Λαιστρυγόνας οὐ μόνον

οἴκτιστον, ἀλλὰ καὶ χείριστον. ἐπελέξατο δ' ἐνταῦθα ὁ ποιητὴς τὸ κατὰ τὸν

Κύκλωπα, διότι Σκύλλα μὲν καὶ Λαιστρυγόνες ἄπρακτος ἦσαν ἀνία, κατὰ δὲ τοῦ

Κύκλωπος ἔπραξεν ἄμυναν Ὀδυσσεὺς, τλήμων φανεὶς ἕως εὗρε καιρόν· ὥς περ δὴ

καὶ ἐνταῦθα τίσεται κατὰ καιρὸν τὰς κακάς. (ῃερς. 8.) Ἔτι ἰστέον καὶ ὅτι τὸν

γυναικεῖον γέλων κιχλισμὸν ἐκάλουν οἱ παλαιοὶ, ὁποῖός τις καὶ ἄρτι ὁ δουλικός. οἱ

δ' αὐτοὶ καὶ χύτραν ἔλεγον εἶδός τι φιλήματος, καθὰ καὶ δράπετον καὶ παιδάριον.

Παυσανίας δὲ καὶ γιγγλισμὸν γένος λέγει φιλήματος. τὸ μέντοι γιγρὶ ἐπιφώνημά τι

ἐπὶ καταμωκήσει, ὡς ἐν ῥητορικῷ κεῖται λεξικῷ. ἐξ οὗ καὶ γιγρὼν, ἀφροδισιακός,

φασι, δαίμων, ὃς καὶ δοκεῖ διάκονος γενέσθαι τῷ Ἄρει τῆς μοιχείας. Ὅρα δὲ ὡς οὐ

μόνον πολυλογεῖν ἀνοίκειον γυναιξὶν, αἷς κόσμον ἡ σιγὴ φέρει, ἀλλὰ καὶ ὁ ἄθρους

γέλως καὶ ἡ ἀκόλουθος εὐφροσύνη. χρὴ γὰρ, ὡς ταπολλὰ, ἡσύχως ἔχειν αὐτάς. διὸ

καὶ ψιθύρου Ἀφροδίτης κατὰ Παυσανίαν ἱερὸν ἦν Ἀθήνῃσι καὶ Ἔρωτος δέ· οὗ καὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

254

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!