18.07.2013 Views

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

οὕτω βλέπονται, ἀμηχανίαν ἐμποιοῦντες καὶ ἀκριτομυθίαν τοῖς κατασκεπτομένοις

αὐτούς. Ἀμενηνοὶ δὲ ὄνειροι οἱ φαντασιοῦντες μὴ στερεμνίως τὰ βλεπόμενα καὶ ὡς

εἰπεῖν μετά τινος μένους. εἴρηται δὲ καθ' ὁμοιότητα τῶν ἀμενηνῶν ἐν Ἅιδου

εἰδώλων τῶν ἐν τῇ νεκύιᾳ διὰ καὶ τὸ συγγενῶς ἐκεῖνα πρὸς τοὺς ὀνείρους ἔχειν

κατὰ τὸ, ψυχὴ δ' ἠΰτ' ὄνειρος ἀποπταμένη πεπότηται. (ῃερς. 565.) Τοῦ δὲ ἀκράαντα

τὸ ῥῆμα κραιαίνω, ὥς περ τὸ κραίνω τοῦ ἄκραντα, οἷον, ἄκραντα γαρύετον. (ῃερς.

568.) Αἰνὸν δὲ ὄνειρον ἢ τὸν σκοτεινὸν, ὡς καὶ ἐπαινὴ Περσεφόνεια ἡ αἰανὴ, ἢ τὸν

αἰνιγματώδη παρὰ τὸ αἶνος, ὃς δηλοῖ ποτὲ καὶ τὸ αἴνιγμα, καθὰ πολλαχοῦ ἐφάνη.

(ῃερς. 570.) Ὅτι τὸ ἐν ποιήσει εὔπλαστον κατορθῶν πανταχοῦ μάλιστα ὁ ποιητὴς

θαυμαστός ἐστι καὶ ἐνταῦθα εὐμεθόδως ἀπὸ τῶν ἄρτι προλαλῶν καὶ 2.220 οἷον

προοιμιαζόμενος τὴν κατὰ τῶν μνηστήρων μάχην. ποιεῖ γοῦν τὴν Πηνελόπην οἷς οὐ

μόνον ἄλλοι, ἀλλὰ καὶ αὐτὸς ὁ παῖς ἐθέλει γήμασθαι αὐτὴν, ᾧ ἂν βούλεται,

μελετῶσαν καὶ αὐτὴν ἀναγκαίως τὸ τοιοῦτον ἔργον. καὶ τοίνυν ἐπεὶ πρὸ βραχέων

ἔφη τὸν ἄριστον αἱρήσεσθαι εἰς ἄνδρα, βουλεύεται αὐτὴ διακρῖναι τὸν τοιοῦτον καὶ

νοεῖ πρὸς παράδειγμα τὸν Ὀδυσσέα ἐξευρεῖν αὐτὸν, καὶ ἆθλον ἐκείνη ἐξενεγκεῖν

πελέκεας δώδεκα δι' ὧν ἐκεῖνος ὠΐστευε, καὶ τὸν ἰσχύσαντα οὕτω διοϊστεῦσαι

λαβεῖν ἄνδρα, ὡς ἐοικότα τῷ πάλαι ἀνδρί. καὶ οὕτω παρ' ἑαυτὴν τὸ βούλευμα

στήσασα κατὰ ψυχὴν ἐκκαλύπτει ἄρτι τῷ δῆθεν ξείνῳ, οἷα γνοῦσα τοῦτον ἀγχίνουν

καὶ οἷος οὔ πώ τις ἀνὴρ πεπνυμένος ξεῖνος ἦλθεν εἰς αὐτήν. (ῃερς. 583.) καὶ

Ὀδυσσεὺς ἀκούσας ἐπαινεῖ τὴν βουλὴν ὡς εὐτυχῶς αὐτῷ ἐπινοηθεῖσαν, καὶ

παραινεῖ ποιῆσαι οὕτω. (ῃερς. 573.) καὶ τοίνυν ἡ μὲν γυνὴ ἐξαγάγῃ τοὺς πελέκεας

καὶ τὸ παλαί ποτε τόξον τοῦ Ὀδυσσέως, καὶ προκαλέσεται τοὺς μνηστῆρας εἰς

πεῖραν. οἱ δὲ λαβόντες μεταχειρίσονται ἀγεννῶς. καὶ ὁ ξεῖνος ζητήσει καὶ αὐτὸς τὸ

τόξον ἐφ' ᾧ πειράσασθαι ἀφελῶς. καὶ οἱ μνηστῆρες μόγις μὲν, ἀλλ' οὖν δώσουσι. καὶ

αὐτὸς διοϊστεύσας πάντων πελέκεων ἐπαινεθήσεται. εἶτα καὶ κατὰ τῶν μνηστήρων

τραπόμενος ἀνύσει δεύτερον μέγιστον ἄεθλον. καὶ οὕτως εὐμόρφως ἐντεῦθεν

ἀρξάμενος περανεῖ τὰ ἐφεξῆς πάνυ πιθανῶς καὶ ὡς οὐκ ἂν ἔχοι τις κρεῖττον

πλάσασθαι. ἔστι δὲ ἃ λέγει ἐνταῦθα ἡ Πηνελόπη πρὸς τὸν Ὀδυσσέα τοιαῦτα· (ῃερς.

571.) ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος ἥ μ' Ὀδυσῆος οἴκου ἀποσχήσει. νῦν γὰρ καταθήσω

ἄεθλον τοὺς πελέκεας, τοὺς κεῖνος ἐνὶ μεγάροισιν ἑοῖσιν ἵστασχ' ἑξείης δρυόχους

ὣς, δώδεκα πάντας. στὰς δ' ὅ γε πολλὸν ἄνευθε διαῤῥίπτασκεν ὀϊστόν. νῦν δὲ

μνηστήρεσσιν ἄεθλον τοῦτο ἐφήσω· ὃς δέ κε ῥηΐτατ' ἐντανύσει βιὸν ἐν παλάμῃσι καὶ

διοϊστεύσει πελέκεων δυοκαίδεκα πάντων, τούτῳ ἅμ' ἑποίμην νοσφισαμένη,

τουτέστιν ἀφεῖσα, τόδε δῶμα κουρίδιον μάλα καλὸν ἐνίπλειον βιότοιο, τοῦ ποτὲ

μεμνήσεσθαι ὀίομαι ἔν περ ὀνείρῳ. τοῦτο δὴ τὸ παρεπόμενον τοῖς πάνυ τι ποθοῦσι.

καὶ οὕτω μὲν ἡ Πηνελόπη. (ῃερς. 583.) ὁ δὲ ξεῖνος, ὦ γύναι, φησὶν, αἰδοίη Ὀδυσῆος,

μηκέτι νῦν ἐν δόμοις ἀνάβαλλε τοῦτον ἄεθλον. πρὶν γὰρ ἐλεύσετ' ἐνθάδ' Ὀδυσσεὺς,

πρὶν τούτους τόξου τε νευρὴν ἐντανύσαι διοϊστεῦσαί τε σιδήρου, τῶν πελεκέων

δηλαδή. Ἰστέον δὲ ὅτι ἐθέλει Ὀδυσσεὺς οὕτω γενέσθαι, ὡς ἂν ἢ μή τινος τῶν

μνηστήρων δυνηθέντος αὐτὸς μόνος εὐδοκιμήσῃ, ὃ καὶ γενήσεται, ἢ καὶ τυχὸν

δυνηθέντων τινῶν ἐντανύσαι οἱ μὲν λοιποὶ χωρισθήσονται ἀπελθόντες, οἱ δὲ

δυνηθέντες, ὀλίγοι ὄντες, στασιάσωσι καὶ αὐτοὶ πρὸς ἀλλήλους καὶ οὕτως εἰς πλέον

ὀλιγωθέντες ἀλαπαδνότεροι ἔσονται. δῆλον δὲ, ὡς καὶ οἶδεν Ὀδυσσεὺς οἷον τὸ

τόξον. ὅθεν καὶ θαῤῥεῖ μὴ ἂν ῥᾳδίως ἐντανυσθῆναι αὐτὸ τῶν τινὶ μνηστήρων.

ἀστείως δὲ καὶ τοῦτο πλάττεται. ἦν μὲν γὰρ ποιῆσαι τινὰς ἐντανύσαντας καὶ

βαλόντας, οὐκ ἐθέλει δὲ ὁ ποιητὴς τοῦτο, ἵνα μηδεὶς ἐκφύγῃ, ἀλλὰ πᾶσιν ἀχρείοις

οὖσι τοξεύειν ἀναφανείη ὄλεθρος, καὶ μή τις θάνατον καὶ Κῆρας ἀλύξῃ, ὃ δὴ

μάλιστα ἐθέλει ὁ φιλοδυσσεὺς Ὅμηρος. ∆υσώνυμον δὲ ἠῶ τὴν τοῦ γάμου ἡ

Πηνελόπη φησὶ, καθὰ καὶ τὴν Ἴλιον Κακοΐλιον εἶπεν οὐκ ὀνομαστήν. ἄλλως γὰρ οὐ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

251

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!