18.07.2013 Views

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἐκδεξάμενοι τὸν λόγον κερατίνην μὲν πύλην τοὺς ὀφθαλμοὺς ἀπέδωκαν κατὰ τὴν

ἐκ μέρους συνεκδοχὴν, ὅ ἐστι σύλληψιν· ἐπεὶ κερατοειδὴς ὁ πρῶτος χιτὼν τοῦ

ὀφθαλμοῦ· ἐλεφαντίνην δὲ τὸ 2.219 στόμα διὰ τοὺς ἐλεφαντόχρωτάς φασιν ὀδόντας,

ἵνα λέγῃ συμβολικῶς ἡ σοφὴ Πηνελόπη πιστότερα τῶν ἁπλῶς οὕτω λεγομένων

εἶναι τὰ ἐξ ἀποτελέσματος ὁρώμενα. διὸ καὶ τοῖς περὶ Ὀδυσσέως ὀνειροκριτικῶς

λεγομένοις πιστεύειν δηλαδὴ, ὅτε ἂν ἴδοι αὐτά. Ἄλλοι δὲ κέρασι μὲν εἴκασαν τοὺς

οὐρανίους ὀνείρους, οὓς καὶ διοπέμπτους ἔλεγον καὶ ἀληθεῖς· ἐπεὶ καὶ τὰ κέρατα εἰς

ὕψος ἀνέχουσιν· ἐλέφαντι δὲ τοὺς χθονίους· τὰ γὰρ τῶν ἐλεφάντων κέρατα κάτω

νεύει. δηλοῖ δὲ καὶ ἀλλαχοῦ ὁ ποιητὴς τοὺς μὲν οὐρανίους ἐν τῷ, καὶ γάρ τ' ὄναρ ἐκ

∆ιός ἐστι, τοὺς δὲ χθονίους ἐν τῷ, Λευκάδα πέτραν καὶ Ἠελίου πύλας καὶ δῆμον

ὀνείρων. ἐθέλει οὖν εἰπεῖν ἡ γυνὴ, ὡς ἐμοὶ ὁ θεαθεὶς ὄνειρος οὐκ ἦν ἐκ ∆ιὸς, ἀλλά

ποθεν κάτωθεν. Εἰσὶ δὲ οἳ καὶ οὕτως ἐνόησαν, ὡς ὅσα μέν τις ἴδοι πλησάμενος

τροφῆς ᾗ καθυπουργοῦσιν οἱ ἐλεφαντοφανεῖς ὀδόντες, ταῦτα ψεύδονται· ὅσα δὲ

φαντασθείη ὁ νήφων καὶ ἀναπεπταμένος ὑψοῦ καὶ ἄνω νεύων κατὰ τὸ κέρας τὸ

ἀγχιστεῦον τῷ τῆς κεφαλῆς ἡγεμονικῷ, ταῦτα δὲ ἀληθῆ εἰσί. καὶ τοῦτο δέδωκεν

ἀρχὴν τῷ Ἰταλῷ ἐν τῷ περὶ ὀνείρων λόγῳ εἰπεῖν τὸ ᾀδόμενον, ὅ πέρ ἐστι τοιοῦτον

προσφωνηθέν τινι βασιλεῖ· τὸ δὲ εἶναι νηστείας τὸ κέρας σύμβολον καὶ τοῦ ἕλε φάγε

τὸν ἐλέφαντα, καλὸν μὲν, ὦ βασιλεῦ, ἀλλὰ δημῶδες εἰπεῖν. ἐθέλει τοίνυν εἰπεῖν

κατὰ τὸν λόγον τοῦτον ἡ Πηνελόπη, ὡς ὁ περὶ τῶν χηνῶν ὄνειρος οὐ νήφοντος ἦν

λογισμοῦ, ἀλλὰ δηλαδὴ τοῦ ἀνάπαλιν, ἤτοι ὡς εἰπεῖν ἐξ ὀδόντων, ὅ περ ὤκνησεν

εἰπεῖν ὡς μὴ αὐτῆς ἄξιον, εἰποῦσα μὲν τὴν ἄρσιν τὸ μὴ ἐκ τοῦ κατὰ κεφαλὴν

ἡγεμονικοῦ τὸν ὄνειρον εἶναι, σιγήσασα δὲ τὴν θέσιν τὸ, ἀλλ' ἐκ πλησμίου τροφῆς. ὁ

δ' αὐτὸς Ἰταλὸς καὶ ἐκ τῆς ἐνταῦθα ῥηθείσης τετάρτης ἐννοίας ὡρμημένος τῆς κατὰ

τοὺς οὐρανίους καὶ χθονίους ὀνείρους γράφει, ὡς ἡ φαντασία δύναμίς ἐστι ψυχικὴ

τῶν τε ἁπλουστέρων μεταίχμιος καὶ τῶν παχυτέρων καὶ γεωδεστέρων. καὶ τούτων

τὸ μὲν κέρας, τὸ δὲ ἐλέφας, φησὶν, ὀνομάσθη, ὡς τοῦ μὲν εἰς ὕψος ὁρῶντος καὶ ἄνω

ὄντος, καθὰ καὶ τῶν παχυτέρων ὑπέρκειται τὰ ἁπλούστερα· τοῦ δὲ τῇ προνομαίᾳ

νενευκότος εἰς ἔδαφος, καὶ τοῦ μὲν νοῦ τυγχάνοντος, τοῦ δὲ αἰσθήσεώς τε καὶ τῶν

ἑπομένων αὐτῇ. οἱ μὲν οὖν ἐξ ἐλεφάντων ὄνειροι ἐξ αἰσθήσεώς εἰσιν, ἢ μᾶλλον

εἰπεῖν, ἐκ γῆς μελανοπτερύγων μητρὸς ὀνείρων· οἱ δ' ἐκ κεράτων ἐκ μετεώρου τινὸς,

καὶ ὡς εἰπεῖν, οἱ μὲν ἐκ νοῦ καὶ νοερᾶς καταστάσεως, οἱ δὲ ἔκ τινων σωματικῶν καὶ

ἀλόγων δυνάμεων· ὅθεν οἱ μὲν ἀληθεῖς ὡς ἐκ χωρίων ἀληθινῶν εἰς φαντασίαν

νεύοντες, οἱ δὲ ψευδεῖς ὡς κάτωθεν εἰς αὐτὴν ἀναβαίνοντες καὶ τὸ εἰλικρινὲς

θολοῦντες αὐτῆς καὶ ἀμαυροῦντες τὸ καθαρώτατον. καὶ οὕτω μὲν καλὰ ταῦτα.

πολλῶν δὲ ὄντων ἃ σεμνύνει τὸν ἐλέφαντα καὶ τὸ εὐγενὲς καὶ θέας ἄξιον ζῷον, ἰδοὺ

καὶ Ὁμηρικὸν εἰς ἐκεῖνον πεπόρισται σέμνωμα τὸ κατὰ τὴν ὀνειρείαν ἐλεφαντίνην

πύλην. περιᾴδεται οὖν καὶ αὐτὴ οὐδὲν ἧττον ἤ περ αἱ θεωρικαὶ καὶ ξυνωρίδες τῶν

ἐλεφάντων καὶ τὰ κατὰ πόλεμον ἀγήματα τῶν αὐτῶν. ἱστορεῖται γάρ που ὥς περ

ἄγημα στρατιωτῶν ἀθανάτων καὶ μηλοφόρων, οὕτω καὶ ἄγημα ἐλεφάντων. τακτικὴ

δὲ λέξις τὸ ἄγημα, ἴσως μὲν παρὰ τὸ ἄγειν γεγονυῖα, ἴσως δὲ παρὰ τὸ ἀγῶ ἀγήσω, διὰ

τὸ ἐκπλήττειν καὶ θαυμάζεσθαι. Ἐν τούτοις δὲ σημείωσαι καὶ ὅτι τοῦ ἀληθοῦς

ὀνείρου ἐτυμολογουμένου ἀπό τε τοῦ, αὐτὸ τὸ ὂν εἴρειν, ἔτι δὲ καὶ ἀπὸ τοῦ ὀνέω τὸ

ὠφελῶ, ἐξ οὗ καὶ τὸ ὄνειαρ πλεονασμῷ τοῦ ἰῶτα, ὠνόμασέ τις ὄνειαρ καὶ αὐτὸ τὸ

ὄνειρον, οἷον, ὄνειαρ κεράτων οὐδ' ἐλέφαντος ὄν. ἐξ οὗ δῆλον, ὅτι οὐκ ἐπὶ

βρωμάτων μόνον λέγεται τὸ ὄνειαρ, ἀλλὰ πᾶν εἰς ὄνησιν ἐπιτήδειον οὕτω καλεῖται,

ὁποῖόν τι καὶ ὁ ἀληθὴς ὄνειρος. οἱ γλωσσογράφοι μέντοι ἐπὶ βρώματος τὴν λέξιν

ἰδίασαν. (ῃερς. 560.) Ἀμήχανοι δὲ ὄνειροι, πρὸς οὓς οὐκ ἔστι κρίσιν τινὰ ὡρισμένην

τεχνήσασθαι ἤτοι μηχανήσασθαι. διὸ καὶ ἀκριτόμυθοι οἱ αὐτοί. σαφεστέρα δὲ τούτου

ἑρμηνεία τὸ, οὐδέ τι πάντα τελείεται ἀνθρώποις, ἀλλ' εἰσὶν οἳ καὶ μάτην ἁπλῶς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

250

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!