Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ... Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

ἄλλως ἐξαναστήματα. ὥς περ οὖν πάλιν ἐν τοῖς μὴ τοιούτοις πλατύνεται τὸ βλέπειν, ὅθεν καὶ εὐρωπὸν σπήλαιόν τις ἔφη τὸ πλατὺ ἀπεναντίας τῷ στενωπῷ. (ῃερς. 236) Τὸ δὲ ἀνεῤῥοίβδησεν ἀνηκόντισεν ἑρμηνεύουσί τινες τῶν παλαιῶν. ἴσως δὲ οὐ καλῶς διὰ τὰ προῤῥηθέντα, ἐν οἷς ὁ ποιητὴς τὸ μὲν ἐξακοντίζεσθαι τὸ τοιοῦτον ὕδωρ ἀνιέναι εἶπεν, ἀναροιβδεῖν δὲ τὸ καταπίνεσθαι. εἰς τοῦτο δὲ χρήσιμον καὶ Μνησιμάχου τοῦ κωμικοῦ τὸ, κρατὴρ δ' ἐξεῤῥοίβδητ' οἴνου, ἶσον ὂν τῷ, ἐξηντλήθη καὶ ἔξω πίθου ἐφάνη. (ῃερς. 237.) Ὅτι τὸ, ὡς ἐῤῥέθη, ἀναπωτικὸν τῆς Χαρύβδεως ἑρμηνεύων ὁ ποιητής φησιν οὕτως· ἤτοι ὅτ' ἐξεμέσειε, λέβης ὣς ἐν πυρὶ πολλῷ πᾶσ' ἀναμορμύρεσκε κυκωμένη, ὑψόσε δ' ἄχνη ἄκροισι σκοπέλοισιν ἐπ' ἀμφοτέροισιν ἔπιπτεν. ἀλλ' ὅτ' ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ, πᾶσ' ἐντὸς φάνεσκε κυκωμένη. ἀμφὶ δὲ πέτρη δεινὸν ἐβεβρύχει. ὑπένερθε δὲ γαῖα φάνεσκε ψάμμῳ κυανέῃ. τοὺς δὲ χλωρὸν δέος ᾕρει. (ῃερς. 236.) Ὅ περ καὶ αὐτὸ καθὰ καὶ τὸ, δεινὸν ἀνεῤῥοίβδησεν, αἰνίττεται φοβερὸν εἶναι τὸ χωρίον τοῦτο γραφῆς, ὥς περ τότε γινόμενον, οὕτω καὶ ὑπὸ τοῦ ποιητοῦ φραζόμενον. ἐν ᾧ καὶ ἡ ἐξ ὀνοματοποιϊῶν τραχυφωνία σεμνῶς καὶ δεινῶς ἐπιτετήδευται διὰ τοῦ ἀναῤῥοιβδεῖν, καὶ μορμύρειν, καὶ ἀναβρόχειν, καὶ βεβρυχέναι, καὶ τῶν λοιπῶν. (ῃερς. 237.) Ὅρα δὲ τὸ ἐξεμέσειεν, ὃ πρὸ τούτων ἀνιέναι εἶπεν ἐν τῷ, τρὶς μὲν γάρ τ' ἀνίησιν. ἔστι δὲ τὸ ἐξεμεῖν ὑψηλότερον καὶ πρέπον χωρίῳ δεινῷ. καὶ ἦν μὲν προσφυὲς ἐν τούτοις προσθεῖναί που καὶ τὸ ἐρεύγεσθαι, ἀκολούθως τῷ ἐξεμεῖν, οὐχ' εἵλετο δὲ ὁ ποιητής. Ἡ δὲ ἀπὸ τοῦ λέβητος παραβολὴ μικροπρεπὴς μὲν, πάνυ δὲ διασαφητικὴ τοῦ πράγματος. καὶ αὐτὸς γὰρ πνεύματι κυκώμενος ἀναζέει καὶ βράζεται. καὶ τὸ ὕδωρ δὲ τοῦτο πνεύματι ἀνωθούμενον βιαιοτάτῳ, καθὰ καὶ προδεδήλωται, ἀναμορμύρει αἰρόμενον ὑψοῦ, ὡς τὴν αὐτοῦ ἄχνην καὶ τοῦ ὑψηλοτάτου σκοπέλου καθικνεῖσθαι. (ῃερ. 238.) καίριον δὲ τὸ κυκᾶσθαι ἐν τούτοις, διὸ καὶ δὶς εἴρηται. Τοῦ δὲ μορμύρειν ἡ παραγωγὴ ὁμοία τῇ τοῦ μαρμαίρειν, ὡς καὶ ἐν Ἰλιάδι δεδήλωται. (ῃερς. 240.) Τὸ δὲ ἀναβρόξειε ταυτόν ἐστι τῷ ἀναῤῥοιβδεῖν. ἄμφω δὲ ἶσον δύναται τῷ ἀναῤῥοφεῖν, ὡς καὶ προδεδήλωται. τραχυφωνότερον δὲ τούτου τὸ ἀναμορμύρειν, ἐξ οὗ καὶ ἡ μυθικὴ Μορμὼ πλάττεται, δαιμόνιόν τι φοβερόν. Θέμα δὲ τοῦ ἀναβρόξειεν ἄχρηστον τὸ βρόχω, ἐξ οὗ καὶ ὁ βρόχθος ἐπὶ λαιμοῦ, (ῃερς. 239.) καὶ βροχθίζειν τὸ διὰ τοῦ τοιούτου βρόχθου προάγειν. (ῃερς. 238.) Τὸ δὲ ἄκροισι, καὶ τὸ σκοπέλοισι, καὶ τὸ ἀμφοτέροισι, διαγελᾷ τῇ παρισώσει ὡς ἂν μὴ διόλου σκυθρωπὸν εἴη τὸ χωρίον. Ἔχει δέ τι κάλλους καὶ τὸ, ἀναμορμύρεσκε καὶ φάνεσκεν, εἰ καὶ μακρὰν ἀλλήλων κεῖνται. (ῃερς. 244.) Ὅτι τῶν περὶ Ὀδυσσέα πρὸς τὴν Χάρυβδιν ἀπιδόντων, ὅτε ἀνεῤῥοίβδησε δηλαδὴ ἐξεμοῦσαν γὰρ, ὕστερον μόνος ἰδὼν Ὀδυσσεὺς πεπείραται ὧν ἄρτι ἀφήγηται, (ῃερς. 245.) τόφρα Σκύλλη κοίλης ἐκ νηὸς ἑτάρους ἓξ ἕλετο, ὥς περ ἐπιλέγδην ἑλοῦσα ἐκείνους, καθὰ δηλοῖ καὶ τὸ ἕλετο τουτέστιν ἐξαιρέτους ἔλαβε. διὸ ἑρμηνεύων ἐπάγει· οἳ χερσί τε βίῃφί τε φέρτεροι ἦσαν. οἳ καὶ ὑψόσε ἀειρόμενοι ἐμέ, φησι, φθέγγοντο καλεῦντες ἐξονομακλήδην, τό τ' ὕστατον ἀχνύμενοι κῆρ. καὶ οὐ νῦν μόνον, ἀλλὰ καὶ ὅτε αὐτοῦ εἰνὶ θύρῃσι κατήσθιε κεκλήγοντας, χεῖρας ἐμοί, φησιν, ὤρεγον. (ῃερς. 258.) ἐφ' οἷς ἐλεεινολογίαν τῷ φρικτῷ διηγήματι ἐπιπλέκων φησίν· οἴκτιστον δὴ κεῖνο ἐμοῖς ἴδον ὀφθαλμοῖσι πάντων ὅσσ' ἐμόγησα οὐχ' ἁπλῶς, ἀλλὰ πόρους ἁλὸς ἐξερεείνων. καὶ ἔστι τοῦτο θεωρία τις Ὁμηρικὴ, παρασημειωμένου τοῦ ποιητοῦ καὶ οἴκτου πολύ τι ἐνεῖναι τῷ παρόντι ἀφηγήματι, ὡς παρακεῖσθαι ἀλλήλοις ἄνω μὲν δεινὸν χωρίον, ἐνταῦθα δὲ ἐλεεινόν. (ῃερς. 245.) Ὅτι δὲ τὸ Σκύλλη κοίλης ἐκ νηὸς παρηχεῖν δοκεῖ, γέγραπται οὐ πρὸ πολλῶν. τοιοῦτον δέ τι καὶ ἐν τοῖς τοῦ Ἀθηναίου τὸ, κοίλη κύλιξ. (ῃερς. 256.) Ὅτι δὲ καὶ τὸ κεκλήγοντας, καθὰ τὸ πεπλήγοντας Συρακούσιοι λέγουσιν, ἐδηλώθη που καὶ αὐτό. (ῃερς. 251.) Ὅτι παραβολικῶς δηλῶν 2.22 ὁ ποιητὴς ὅπως ῥᾷον ἡ Σκύλλα τοὺς τοῦ Ὀδυσσέως ἑταίρους ἄνω ἤγαγε ταῖς περιμήκεσι δειραῖς, φησίν· (ῃερς. 252.) ὡς δ' ὅτε ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳ ἰχθύσιν οὐ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 24

μεγάλοις τισὶν ἀλλὰ τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων, ἤγουν βρώματά τινα δέλεαρ καταβάλλων, ὅ ἐστι ῥίπτων, ἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο, ἀσπαίροντα δ' ἔπειτα λαβὼν ἔῤῥιψε θύραζε, ὣς οἵ γ' ἀσπαίροντες ἀείροντο ποτὶ πέτρας, ἤτοι ἀέριοι ἐκουφίζοντο φερόμενοι. καὶ ἔστιν ἡ παραβολὴ αὕτη ἔχουσά τι γλυκύτητος, οὐ μόνον ὡς παραβολὴ ἁπλῶς, ἀλλὰ καὶ ὡς τοιαύτη παραβολὴ, σκυθρωπὸν δηλαδὴ ἔχουσα οὐδὲν, ἀλλ' ἐξ ὕλης οὖσα γλυκείας. τοιαῦτα γὰρ καὶ τὰ θηρατικὰ διηγήματα. ἐχρῆν δὲ πάντως τὸν Ὀδυσσέα νῦν ἀδειάζοντα οὕτω φράζειν πρὸς τοὺς τρυφῶντας Φαίακας, ἵνα μὴ τὸ παθητικὸν τοῦ λόγου ἄκρατον ὂν ἀποκναίη ἐκείνους εἰς ἀκρόασιν. (ῃερς. 251.) Ὅρα δὲ ὡς πρόβολον τὸν προβλῆτα λίθον λέγει, ὅθεν λαβόντες οἱ μεθ' Ὅμηρον καὶ τὸν σύμμαχον πρόβολον τροπικῶς λέγουσι. Ῥάβδῳ δὲ ἁλιεύοντα παράγει, ὡς ἀσφαλέστερον ὂν τοῦτο τοῦ καλάμοις ἁλιεύειν, καὶ διατοῦτο προσφυέστερον ταῖς δειραῖς τῆς Σκύλλης. ὁ γὰρ κάλαμος εὐσύντριπτός ἐστι, καὶ μάλισθ' ὅταν μέγα τι ἀνέλκῃ. (ῃερς. 252.) Ὀλίγους δὲ ἰχθύας οὐ τῷ πλήθει κατὰ διωρισμένον ποσὸν, ἀλλὰ τοὺς μικρούς. καὶ ἔστι πολλαχοῦ χρῆσις τῆς τοιαύτης σημασίας παρὰ τῷ ποιητῇ. παλαιὸς δὲ ὁ γράψας, ὅτι ὅλος μὲν ἐπὶ πηλικότητος τάσσεται καὶ ἐφ' ἑνὸς ἀνθρώπου ἢ ἁπλῶς ζῴου, πᾶς δὲ ἐπὶ ποσότητος καὶ πολλῶν· ὁ λέγων οὖν ὅλος ἄνθρωπος ἓν λέγει σῶμα· ὁ δὲ λέγων πᾶς ἄνθρωπος πλείους δηλοῖ· ἔτι δὲ δηλώσας καὶ ὅτι μέγας μὲν ἐπὶ πηλικότητος, πολὺς δὲ ἐπὶ ποσότητος· διὸ τὸ, ποία ὥρα ἤτοι πόση, ἀκυρολογεῖται, λέγει καὶ ὅτι μικρὸς μὲν ἐπὶ πηλικότητος, ἤγουν μεγέθους, ὀλίγος δὲ ἐπὶ ποσότητος, καὶ τηλικοῦτος μὲν ἐπὶ πηλικότητος, τοσοῦτος δὲ ἐπὶ ποσότητος. Ὅμηρος δ' ἐναλλάσσει, καί σε τοσοῦτον ἔθηκά φησι ἀντὶ τοῦ τηλικοῦτον· καὶ, ἰχθύσιν ὀλίγοις ἤγουν μικροῖς· καὶ, ὀλίγος ἐὼν ἤγουν μικρός. Ἰστέον δὲ ὅτι ὁ παντελῶς ὀλίγος ἰχθὺς ἄπιχθυς ἐλέγετο παρὰ τοῖς παλαιοῖς καὶ ἐδήλου τὸν μὴ ἐσθιόμενον. καὶ φέρουσιν ἐκεῖνοι χρῆσιν εἰς τοῦτο ἐκ τοῦ κωμικοῦ. ἐν μέντοι τῷ περὶ ὀνομασίας ἡλικιῶν τοῦ γραμματικοῦ Ἀριστοφάνους φέρεται ὅτι ἀπίχθυες κατά τινας οἱ μὴ ἐσθίοντες ἰχθῦς, καὶ φέρει ἐκεῖνος καὶ Ἀριστοφάνους χρῆσιν ἐξ Ἐρεχθέως ταύτην· τοὐνθένδεν ἀπίχθυς βαρβάρους οἰκεῖν δοκῶ. προάγει δὲ καὶ ἄλλας λέξεις, ἐν αἷς ὁμοία ἐμφαίνεται σημασία τῆς ἀπˉο προθέσεως, ἀποίνους γάρ φησι θυσίας καλεῖσθαι τὰς νηφαλίους, καὶ ἀποβώμια δέ τινα ἱερὰ ὧν οὐκ ἐπὶ βωμοῦ ὁ καθαγισμὸς ἀλλ' ἐπὶ ἐδάφους. Ὅρα δὲ κἀνταῦθα ἰχθυοφαγίαν παλαιὰν, ὡς καὶ πρὸ τούτων, ὅπου ἤσθιόν τινες ὅ, τι φίλας χεῖρας ἵκοιτο. εἰ καὶ Εὔβουλος κωμικώτερον παίζων φησίν· ἰχθὺν δὲ ποῦ Ὅμηρος ἐσθίοντα εἴρηκέ τινα τῶν Ἀχαιῶν; καὶ λέγει μὲν ἐκεῖνος ἀληθῶς. οὐδαμοῦ γὰρ προσώπῳ ἡρωϊκῷ τροφὴν ἐξ ἰχθύων διεσκεύασεν. ἄλλως μέντοι νοεῖται ὡς καὶ ἰχθυοφάγουν κατ' ἀνάγκην οἱ ἥρωες. εἰ δὲ μὴ ἰχθυοφάγουν οἱ Πυθαγορισταὶ ὕστερον, οὐδὲν αὐτὸ πρὸς τὰ πάλαι ἡρωϊκά. ἦν δὲ τοῖς Πυθαγορισταῖς ἀπειρημένον τὸ ἰχθυοφαγεῖν εἰς σύμβολον τοῦ ἐχεμυθεῖν. ἐπειδὴ θεῖον ἡγοῦντο τὴν σιωπήν. σιγηλὸν γὰρ ὁ ἰχθὺς διχά γε τοῦ σκάρου. διὸ καὶ ἔλλοψ ἐῤῥέθη διὰ τὸ ἴλλεσθαι ὅ πέρ ἐστιν ἐκβάλλεσθαι, ἐκκλείεσθαι, στερεῖσθαι ὀπός. καθολικὸν γὰρ ὁ ἔλλοψ ἐπὶ πάντων ἰχθύων, καθὰ καὶ ὁ μέροψ ἐπὶ ἀνθρώπων. εἰ καὶ ἰδίως ἰχθύς τις ἔλλοψ καλεῖται, καθὰ καὶ ἄνθρωπός τις Μέροψ, ὁ καὶ παρὰ τῷ ποιητῇ. ὅτι δὲ καὶ κύριον ὄνομα ἰχθὺς παρὰ τοῖς παλαιοῖς, ὁ Ἀθήναιος λέγει, προσιστορῶν καὶ μὴ μόνον τὸν σκάρον φθέγγεσθαι. γράφει γὰρ οὕτω· πολλαχοῦ εὑρίσκονται ὀρυκτοὶ ἰχθύες, ζῶντες κατὰ τόπους, οὔτε ποταμῶν ἐπιχύσεις ἔχοντας, οὔτε θερμῶν ναμάτων, τὸ καινότατον, ξενίζει δὲ καὶ τὸ, τοὺς ἐν Κλείτορι ποταμῷ Ἀρκαδίας περὶ τὸν Λάδωνα ἰχθύας φθέγγεσθαι, καί τοι Ἀριστοτέλους εἰπόντος μόνον σκάρον φθέγγεσθαι καὶ τὸν ποτάμιον χοῖρον. καὶ ἐν Ἀόρνῳ δὲ ποταμῷ ἰχθύες οἳ καλοῦνται ποικιλίαι φθέγγονται οἷα κίχλαι. δοκεῖ δὲ ὁ εἰρημένος σκάρος ὡς ἡ σκαρὶς ἐκ τοῦ σκαίρειν γίνεσθαι, ὡς καὶ ἀπὸ τοῦ σπαίρειν ὁ σπάρος. οὓς ὑπερφιλῶν τις ἔγραψεν· ἁλιεύομεν σπάρους καὶ σκάρους, τῶν, ἤγουν Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 25

μεγάλοις τισὶν ἀλλὰ τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων, ἤγουν βρώματά τινα

δέλεαρ καταβάλλων, ὅ ἐστι ῥίπτων, ἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο,

ἀσπαίροντα δ' ἔπειτα λαβὼν ἔῤῥιψε θύραζε, ὣς οἵ γ' ἀσπαίροντες ἀείροντο ποτὶ

πέτρας, ἤτοι ἀέριοι ἐκουφίζοντο φερόμενοι. καὶ ἔστιν ἡ παραβολὴ αὕτη ἔχουσά τι

γλυκύτητος, οὐ μόνον ὡς παραβολὴ ἁπλῶς, ἀλλὰ καὶ ὡς τοιαύτη παραβολὴ,

σκυθρωπὸν δηλαδὴ ἔχουσα οὐδὲν, ἀλλ' ἐξ ὕλης οὖσα γλυκείας. τοιαῦτα γὰρ καὶ τὰ

θηρατικὰ διηγήματα. ἐχρῆν δὲ πάντως τὸν Ὀδυσσέα νῦν ἀδειάζοντα οὕτω φράζειν

πρὸς τοὺς τρυφῶντας Φαίακας, ἵνα μὴ τὸ παθητικὸν τοῦ λόγου ἄκρατον ὂν

ἀποκναίη ἐκείνους εἰς ἀκρόασιν. (ῃερς. 251.) Ὅρα δὲ ὡς πρόβολον τὸν προβλῆτα

λίθον λέγει, ὅθεν λαβόντες οἱ μεθ' Ὅμηρον καὶ τὸν σύμμαχον πρόβολον τροπικῶς

λέγουσι. Ῥάβδῳ δὲ ἁλιεύοντα παράγει, ὡς ἀσφαλέστερον ὂν τοῦτο τοῦ καλάμοις

ἁλιεύειν, καὶ διατοῦτο προσφυέστερον ταῖς δειραῖς τῆς Σκύλλης. ὁ γὰρ κάλαμος

εὐσύντριπτός ἐστι, καὶ μάλισθ' ὅταν μέγα τι ἀνέλκῃ. (ῃερς. 252.) Ὀλίγους δὲ ἰχθύας

οὐ τῷ πλήθει κατὰ διωρισμένον ποσὸν, ἀλλὰ τοὺς μικρούς. καὶ ἔστι πολλαχοῦ

χρῆσις τῆς τοιαύτης σημασίας παρὰ τῷ ποιητῇ. παλαιὸς δὲ ὁ γράψας, ὅτι ὅλος μὲν

ἐπὶ πηλικότητος τάσσεται καὶ ἐφ' ἑνὸς ἀνθρώπου ἢ ἁπλῶς ζῴου, πᾶς δὲ ἐπὶ

ποσότητος καὶ πολλῶν· ὁ λέγων οὖν ὅλος ἄνθρωπος ἓν λέγει σῶμα· ὁ δὲ λέγων πᾶς

ἄνθρωπος πλείους δηλοῖ· ἔτι δὲ δηλώσας καὶ ὅτι μέγας μὲν ἐπὶ πηλικότητος, πολὺς

δὲ ἐπὶ ποσότητος· διὸ τὸ, ποία ὥρα ἤτοι πόση, ἀκυρολογεῖται, λέγει καὶ ὅτι μικρὸς

μὲν ἐπὶ πηλικότητος, ἤγουν μεγέθους, ὀλίγος δὲ ἐπὶ ποσότητος, καὶ τηλικοῦτος μὲν

ἐπὶ πηλικότητος, τοσοῦτος δὲ ἐπὶ ποσότητος. Ὅμηρος δ' ἐναλλάσσει, καί σε τοσοῦτον

ἔθηκά φησι ἀντὶ τοῦ τηλικοῦτον· καὶ, ἰχθύσιν ὀλίγοις ἤγουν μικροῖς· καὶ, ὀλίγος ἐὼν

ἤγουν μικρός. Ἰστέον δὲ ὅτι ὁ παντελῶς ὀλίγος ἰχθὺς ἄπιχθυς ἐλέγετο παρὰ τοῖς

παλαιοῖς καὶ ἐδήλου τὸν μὴ ἐσθιόμενον. καὶ φέρουσιν ἐκεῖνοι χρῆσιν εἰς τοῦτο ἐκ

τοῦ κωμικοῦ. ἐν μέντοι τῷ περὶ ὀνομασίας ἡλικιῶν τοῦ γραμματικοῦ Ἀριστοφάνους

φέρεται ὅτι ἀπίχθυες κατά τινας οἱ μὴ ἐσθίοντες ἰχθῦς, καὶ φέρει ἐκεῖνος καὶ

Ἀριστοφάνους χρῆσιν ἐξ Ἐρεχθέως ταύτην· τοὐνθένδεν ἀπίχθυς βαρβάρους οἰκεῖν

δοκῶ. προάγει δὲ καὶ ἄλλας λέξεις, ἐν αἷς ὁμοία ἐμφαίνεται σημασία τῆς ἀπˉο

προθέσεως, ἀποίνους γάρ φησι θυσίας καλεῖσθαι τὰς νηφαλίους, καὶ ἀποβώμια δέ

τινα ἱερὰ ὧν οὐκ ἐπὶ βωμοῦ ὁ καθαγισμὸς ἀλλ' ἐπὶ ἐδάφους. Ὅρα δὲ κἀνταῦθα

ἰχθυοφαγίαν παλαιὰν, ὡς καὶ πρὸ τούτων, ὅπου ἤσθιόν τινες ὅ, τι φίλας χεῖρας

ἵκοιτο. εἰ καὶ Εὔβουλος κωμικώτερον παίζων φησίν· ἰχθὺν δὲ ποῦ Ὅμηρος ἐσθίοντα

εἴρηκέ τινα τῶν Ἀχαιῶν; καὶ λέγει μὲν ἐκεῖνος ἀληθῶς. οὐδαμοῦ γὰρ προσώπῳ

ἡρωϊκῷ τροφὴν ἐξ ἰχθύων διεσκεύασεν. ἄλλως μέντοι νοεῖται ὡς καὶ ἰχθυοφάγουν

κατ' ἀνάγκην οἱ ἥρωες. εἰ δὲ μὴ ἰχθυοφάγουν οἱ Πυθαγορισταὶ ὕστερον, οὐδὲν αὐτὸ

πρὸς τὰ πάλαι ἡρωϊκά. ἦν δὲ τοῖς Πυθαγορισταῖς ἀπειρημένον τὸ ἰχθυοφαγεῖν εἰς

σύμβολον τοῦ ἐχεμυθεῖν. ἐπειδὴ θεῖον ἡγοῦντο τὴν σιωπήν. σιγηλὸν γὰρ ὁ ἰχθὺς

διχά γε τοῦ σκάρου. διὸ καὶ ἔλλοψ ἐῤῥέθη διὰ τὸ ἴλλεσθαι ὅ πέρ ἐστιν ἐκβάλλεσθαι,

ἐκκλείεσθαι, στερεῖσθαι ὀπός. καθολικὸν γὰρ ὁ ἔλλοψ ἐπὶ πάντων ἰχθύων, καθὰ καὶ

ὁ μέροψ ἐπὶ ἀνθρώπων. εἰ καὶ ἰδίως ἰχθύς τις ἔλλοψ καλεῖται, καθὰ καὶ ἄνθρωπός

τις Μέροψ, ὁ καὶ παρὰ τῷ ποιητῇ. ὅτι δὲ καὶ κύριον ὄνομα ἰχθὺς παρὰ τοῖς παλαιοῖς,

ὁ Ἀθήναιος λέγει, προσιστορῶν καὶ μὴ μόνον τὸν σκάρον φθέγγεσθαι. γράφει γὰρ

οὕτω· πολλαχοῦ εὑρίσκονται ὀρυκτοὶ ἰχθύες, ζῶντες κατὰ τόπους, οὔτε ποταμῶν

ἐπιχύσεις ἔχοντας, οὔτε θερμῶν ναμάτων, τὸ καινότατον, ξενίζει δὲ καὶ τὸ, τοὺς ἐν

Κλείτορι ποταμῷ Ἀρκαδίας περὶ τὸν Λάδωνα ἰχθύας φθέγγεσθαι, καί τοι

Ἀριστοτέλους εἰπόντος μόνον σκάρον φθέγγεσθαι καὶ τὸν ποτάμιον χοῖρον. καὶ ἐν

Ἀόρνῳ δὲ ποταμῷ ἰχθύες οἳ καλοῦνται ποικιλίαι φθέγγονται οἷα κίχλαι. δοκεῖ δὲ ὁ

εἰρημένος σκάρος ὡς ἡ σκαρὶς ἐκ τοῦ σκαίρειν γίνεσθαι, ὡς καὶ ἀπὸ τοῦ σπαίρειν ὁ

σπάρος. οὓς ὑπερφιλῶν τις ἔγραψεν· ἁλιεύομεν σπάρους καὶ σκάρους, τῶν, ἤγουν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

25

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!