Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ... Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

τὸ φερώνυμον. οὐχ' ὅτι μέντοι αὐτὸς ὁ παῖς παρώργησέ τινας, ἀλλ' ὅτι ὁ πάππος· ὁποῖα καὶ ἄλλα τοιαῦτα δεδήλωται. καὶ ὅμως εἴ τις διὰ τὸν πάππον ὀδώδυσται καὶ τῷ ἐγγόνῳ παιδὶ, εἴη ἄν πως καὶ ὁ παῖς ἐπωνύμως δι' ἑαυτὸν Ὀδυσσεύς. (ῃερς. 411.) Κτήματα δὲ καὶ νῦν ἁπλῶς τὰ ἐν κτήσει, ἐξ ὧν καὶ τὰ δῶρα δίδονται, ὡς δηλοῖ ἐπαγόμενον τὸ, ἦλθεν Ὀδυσσεὺς, ἵνα οἱ πόροι ἀγλαὰ δῶρα. (ῃερς. 415.) Τὸ δὲ, χερσὶν ἠσπάζοντο, ἤγουν ἐδεξιοῦντο καὶ εἰς ἑαυτοὺς ἐπεσπῶντο, προγέγραπται καὶ ἑτέρωθι. χείλεσι δὲ ἀσπάζεσθαι οὐκ ἔστι παρὰ τῷ ποιητῇ. (ῃερς. 416.) Τὸ δὲ, μήτηρ μητρὸς, παραφράζει τὴν μάμμην, καθὰ καὶ πρὸ αὐτοῦ τὸν ἔγγονον τὸ παιδὸς παιδὶ φίλῳ. (ῃερς. 431.) Ὄρος δὲ καταειμένον ὕλῃ τὸ δασὺ καὶ οἷον ἐνδεδυμένον φυτῶν πυκνότητι καὶ κεκαλυμμένον· ὅθεν καὶ εἴνω τὸ καλύπτω· οὗ παράγωγον τὸ εἰνύω, ὡς τὸ, θριξὶ δὲ πάντα νέκυν καταείνυον. Τὸ δὲ ὄρος νῦν μὲν, ὡς καὶ ἀλλαχοῦ ποτὲ, κοινῶς προήνεκται· τὰ πλείω δὲ ἰάζεται, ὡς καὶ ἐν τῷ, κατ' οὔρεος εἶσι, καὶ, οὔρεά τε σκιόεντα. Τὸ δ' αὐτὸ γίνεται καὶ ἐν τῷ, ὅρος ὁ περιορισμένος, ὡς δῆλον ἐκ τοῦ ἀμφ' οὔροισι, καὶ, δίσκου οὖρα πέλονται. οὕτω καὶ ἐκ τοῦ ὀρούω οὖρος βαρυτόνως ὁ ἄνεμος ἰώνισται, καὶ ὁ πρὸς διαστολὴν δὲ αὐτοῦ ὀξυτονούμενος ἐν Ἰλιάδι οὐρὸς, οἷον, οὐρούς τ' ἐξεκάθαιρον. ὁ μέντοι κατὰ τὸ γάλα οὐρὸς δοκεῖ μὴ ἑλκυσθῆναι εἰς Ἰωνίδα διάλεκτον· οὕτω δὲ οὐδὲ ὁ παρὰ Ἀττικοῖς ζωϊκὸς ὄρος ὁ καὶ αὐτὸς ψιλούμενος. αὐτὸν δὲ διέστειλε τοῦ ὄρους ἡ διπλόη τοῦ ˉρ. εὕρηται γὰρ ὄῤῥος ἐν ἁπλότητι παρὰ τῷ κωμικῷ τόπος ὢν περὶ τοὺς γλουτοὺς, ὁ καὶ ταῦρος. ἐν μέντοι συνθέσει προσλαμβάνει καὶ αὐτὸς παρά τισι τὸ ˉυ. ὀῤῥωδεῖν μὲν γὰρ καὶ ὀροπύγιον ὀρνέων, οὐ μὴν κατά τινας ὀρθοπύγιον, ἀνάλογον καὶ κοινότερον. Ἰωνικὸν δέ που τὸ οὐροπύγιον, ὄρος ὄν, φασι, πυγῆς, ἀφ' οὗ καὶ ὀῤῥωδεῖν τὸ εὐλαβεῖσθαι. οἱ γὰρ εὐλαβούμενοί, φασι, κατά τι ἀνασπῶσι τὰ κατ' αὐτόν. καὶ τὰ ἄλογα δὲ ὑποστέλλει τὴν οὐρὰν, ὅτε εὐλαβεῖται. ἐκ τοῦ παρακολουθοῦντος οὖν ὀῤῥωδεῖν, τὸ τὸν τοιοῦτον ὄῤῥον ἰδίειν, ὃν οὐρὰν οἱ ἰδιῶται φασὶν, οἷα τῆς οὐρᾶς αὐτῷ παρωνυμουμένης. καὶ τοῦτο μὲν τοιοῦτον. Τὸ δὲ ἀῤῥωδεῖν διὰ τοῦ ˉα στερητικῶς εἴρηται κατὰ Ἐρέννιον Φίλωνα. δηλοῖ γὰρ τὸ μὴ ὀῤῥωδεῖν, ἀλλὰ καταφρονεῖν καὶ τεθαρηκέναι. Ἰστέον δὲ ὅτι ἐκ τοῦ, ὄρος ἐνδεδυμένον ὕλῃ, ληφθῆναι δοκεῖ καὶ τὸ, ὕδωρ ἀμφιένυσθαι τὸν δύντα καθ' ὕδατος, καὶ πυρὶ σπαργανοῦσθαι τὸν πυρούμενον. ἐντεῦθεν δὲ καὶ ἱμάτια πόλεως ὁ τειχισμός. τῇ ῥηθείσῃ δὲ Ὁμηρικῇ ἐννοίᾳ συγγενὲς καὶ τὸ, λάϊνον ἕσασθαι χιτῶνα, τὸν λίθοις χωσθέντα. (ῃερς. 433.) Τὸ δὲ, Ἠέλιος μὲν ἔπειτα καὶ ὁ ἐφεξῆς στίχος, περίφρασίς ἐστι τοῦ, γέγονεν ἡμέρα. δῆλον δὲ, ὡς Ἥλιος οὐ μόνον ὁ φαινόμενος ἀστὴρ, ὡς καὶ ἐνταῦθα καὶ ἐν τῷ, Ἠέλιος δ' ἀνόρουσε καὶ ἑξῆς, ἀλλά που καὶ σωματικὸς δαίμων, ὡς ἐν τῷ, Ἠέλιος μὲν σκοπιὴν ἔχε, καὶ, Ἠέλι', ἤτοι σὺ μετ' ἀθανάτοισι φάεινε. (ῃερς. 434.) Ἀκαλαῤῥείτης δὲ Ὠκεανὸς κατὰ τοὺς σοφοὺςὁ ἀκαλῶς καὶ ἡσύχως ῥέων, ὅ ἐστι πλημύρων, ὡς καὶ ἐν ἄλλοις ἐδηλώθη. τὰς γὰρ ἐπιβάσεις, φασὶ, τῶν πλημυρίδων, ἃς πολλαχοῦ ποιεῖ, πραείας ποιεῖ καὶ οὐ τελείως ῥοώδεις. (ῃερς. 435.) Βῆσσα δὲ ἡ μὲν τοῦ ὄρους ἐν δυσὶ ˉςˉσ· πόλις δέ τις Βῆσα ἐν τῇ Βοιωτίᾳ γράφεται καὶ δι' ἑνός. Ἐπακτῆρες δὲ οἱ κυνηγοί. καὶ ὡς μὲν ἐκ τοῦ ἐπάγειν ἡ λέξις γίνεται, δηλοῖ ὁ ποιητὴς μετ' ὀλίγα ἐν τῷ, ὡς ἐπάγοντες ἐπῇσαν. διττὴ δὲ τῆς λέξεως ἔννοια· ἢ γὰρ διότι ἐπάγονται κύνας, ὅθεν καὶ συνθέτως 2.211 κυνηγοὶ λέγονται, ἢ ὅτι ἐπὶ τοῖς κυσὶν, ἤγουν μετὰ τοὺς κύνας ἄγονται εἰς θήραν, διὰ τὸ ἐκείνους προϊέναι, ὡς δηλοῖ τὸ, ἵκανον ἐπακτῆρες, πρὸ δ' ἂρ αὐτῶν κύνες ἤϊσαν. (ῃερς. 445.) ὧν παράφρασις τὸ, ὡς ἐπάγοντες ἐπῇσαν, ἤγουν μετ' ἐκείνους καὶ ἤϊσαν. δῆλον δὲ, ὅτι ἐκ τοῦ ἤϊσαν τὸ ἐπῇσαν συνῄρηται. Ἰστέον δὲ ὅτι καὶ ἐπακτρεῖς ἐλέγοντο οἱ κυνηγοὶ, ὡς δηλοῖ ὁ γράψας ἐν ῥητορικῷ λεξικῷ, ὅτι ἐπακτρίδες αἱ ἁλιάδες· ἐπακτρεῖς γὰρ οἱ κυνηγοί. ὅτι δὲ ἀπὸ τῆς ῥηθείσης ἐπακτρίδος καὶ ἐπακτροκέλης κατὰ Αἴλιον ∆ιονύσιον πλοῖον λῃστρικὸν, προδεδήλωται. (ῃερς. 436.) Τοῦ δὲ ἰχνευταὶ περίφρασις ὂν τὸ, ἴχνι' ἐρευνῶντες, κάλλιον ἐκείνου Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 240

πέφρασται. Ὅρα δ' ἐνταῦθα τὸ, ἴχνι' ἐρευνῶντες, ὑποδύσκολον ὂν τῇ φράσει καὶ λαβυρινθῶδες κατὰ τὰ νῦν σχεδικά. ἦν μὲν γὰρ καὶ ἴχνη γράψαι διὰ τοῦ ˉη, εἵλετο δὲ ἡ ποίησις τὸ ἴχνια. καὶ ἐσημειώθη ἐν ἄλλοις καὶ ἕτερα τοιαῦτα. (ῃερς. 438.) Τοῦ δὲ κραδάων τὸ θέμα πρωτότυπον τοῦ κραδαίνω ἐστί. Λόχμην δὲ καὶ ξύλοχον εἰπεῖν ταυτὸν ἐν τοῖς ῥηθεῖσι φαίνεται. (ῃερς. 439.) Ὁ δὲ σῦς, ὡς καὶ αὐτὸ ἐν ῥητορικῷ κεῖται λεξικῷ, καὶ ἀσχέδωρος λέγεται. φησὶ γάρ· ἀσχέδωρος, ὁ σύαγρος παρὰ Ἰταλιώταις. ἠγνόησαν δέ, φησιν, οἱ ἀποδόντες τὸν ἄσχετα δωρούμενον, ἤγουν οἱ ἑρμηνεύσαντες, ὅτι ἀσχέδωρός ἐστιν ὁ ἄσχετα δωρούμενος, ὡς οἷά τις μεγαλόδωρος. χρῆσις δέ, φασιν, ἀσχεδώρου, παρ' Αἰσχύλῳ, διατρίψαντι ἐν Σικελίᾳ καὶ εἰδότι. φησὶ γάρ· ἔδυ δ' ἐς ἄντρον ἀσχέδωρος ὥς. λέγει δὲ καὶ ἡ κωμῳδία· ἔνθ' οὔτε ποιμὴν ἀξιοῖ νέμειν βοτὰ, οὔτ' ἀσχέδωρος νεμόμενος καπρώζεται. ἔνθα καὶ ὅρα τὸ καπρώζεται, οὗ, ὥς που καὶ ἐν Ἰλιάδι παρεσημάνθη, θέμα παρ' ἄλλοις πρωτότυπον τὸ καπρῶ. ἐξ οὗ καὶ γυνὴ καπρῶσα ἡ μάχλος. ἐτυμώτερον δὲ κατὰ τὸν Ἀθήναιον τὸ σῦς ἐν τρισὶ γράμμασιν ὡς ἀπὸ τοῦ σεύεσθαι καὶ ὁρμητικῶς ἔχειν τὸ τοιοῦτον ζῷον. τέτριπται δὲ καὶ τὸ λέγειν ὗς δίχα τοῦ πρώτου σίγμα. οἱ δέ φασιν εἰρῆσθαι σῦν ὡς οἱονεὶ θῦν τὸν εἰς θυσίαν εὐθετοῦντα. ∆ῆλον δὲ ὅτι καὶ ὄνομα ἰχθύων ὕες, οἷον, ἐν δ' αἴνῳ καὶ τῷ πόντῳ, τὴν ὗν ἀγόραζε, ἣν καλέουσί τινες θνητῶν ψαμμίτην ὀρυκτήν. Ἔτι ἰστέον καὶ ὅτι σύαγρος οὐ παρὰ πᾶσιν ὁ ἀπὸ συὸς ἀγρίου σύνθετος, ἀλλὰ καὶ κύων ὁ σύας ἀγρεύων. Σοφοκλῆς σὺ δ', ὦ σύαγρε, Πηλιωτικὸν βρέφος. παρὰ δὲ Ἡροδότῳ ἔστι καὶ κύριον ὄνομα Σύαγρος. καὶ ὅτι σῦς ἀσχέδωρος εἰρῆσθαι δοκεῖ οὐχ' ὁ ἁπλῶς, οἷον ὁ σίαλος ἢ ἡ ἀγελαῖος, ἀλλ' ὁ μονιὸς, ἤδη δὲ καὶ ὁ χλούνης, ὁ καὶ χαλεπὸς καὶ ἄλκιμος, ὃν δὴ χλούνην οἱ ἐκτομίαν, φασὶ, λέγοντες τελείως ἀπήρτηνται τοῦ ὑποκειμένου, ἤγουν αἰωροῦνται, ἠερέθονται, οὐδὲν ἔμπεδον καὶ βέβαιον λέγουσιν, ἀλλὰ δηλαδὴ ἀνεμώλια λαλοῦσι καὶ οὐδέν τι τοῦ ὑποκειμένου ἅπτονται. Ὅρα δ' ἐν τούτοις καὶ τὸν μονιὸν σῦν, οὗ διενήνοχεν ὁ μονίας, καθὰ καὶ ὁ μονώτης, λεγόμενα ἐπὶ ἀνθρώπου ἐρημάζοντος. ἐπὶ τούτοις ἰστέον καὶ ὅτι, καθὰ καὶ ὗς θαλάσσιος, οὕτω καὶ κάπρος, ὡς δηλοῖ καὶ Ἀθήναιος ἐν τῷ, κάπρον ἂν ἐσίδῃς θαλάττιον, ὠνοῦ καὶ μὴ καταλίπῃς κἂν ἰσόχρυσος ἔνι, μή σοι νέμεσις καταπνεύσῃ δεινὴ ἀπ' ἀθανάτων· τὸ γάρ ἐστι νέκταρος ἄνθος· ὃ παραποίησίς ἐστι τοῦ, νέκταρος ἀποῤῥὼξ, ὡς καὶ προεγράφη. (ῃερς. 444.) Ἐν δὲ τῷ, κτύπος ποδοῖϊν, ὅρα ὡς ἀπὸ μέρους τοῦ κατ' ἄνδρας ἔφρασε τὸ ποδοῖϊν, οὐ προσλογισάμενος καὶ τοὺς τετράποδας κύνας. (ῃερς. 446.) Τὸ δὲ φρίσσειν ὅτι κυρίως τριχῶν δηλοῖ ὄρθωσιν, πολλαχοῦ δεδήλωται. διὸ πάνυ κυριολεκτεῖται ἐνταῦθα τὸ, φρίξας λοφιάν. Λοφιὰ δὲ ἐπὶ συὸς κυριολεκτεῖται, καθά περ ἡ χαίτη ἐπὶ ἵππου καὶ λέοντος. ἴσως δὲ ἡ λοφιὰ καὶ ἐπὶ τοιούτων λέγεται, ὡς δηλοῖ ὁ γράφων, ζῷα λόφουρα τὰ, ὥς φασί τινες, ἔχοντα λόφους καὶ οὐράς. πρὸς ὃ ἔστιν εἰπεῖν, ὡς διαφέρει λόφος καὶ λοφιά. λέγεται δὲ λοφιὰ ὡς ἐν τῷ λόφῳ οὖσα ἤγουν τῷ περὶ τὸν αὐχένα τόπῳ, περὶ οὗ εἰς τὸ καταλοφάδια προγέγραπται. Τὸ δὲ, πῦρ ὀφθαλμοῖσι δεδορκὼς, ἀντὶ τοῦ, ὡς πῦρ βλέπων. καὶ ἔστιν ὅμοιον τῷ, ὄσσε δέ οἱ πυρὶ ἐΐκτην. (ῃερς. 448.) Τὸ δὲ, πρώτιστος ἔσσυτο ἀνασχόμενος, τουτέστιν ἀνατείνας δόρυ, πιθανὸν ποιεῖ καὶ τὸν παρὰ Φαίαξι λόγον αὐτοῦ τὸ, πρῶτος ἂν ἄνδρα βάλοιμι, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι παρασταῖεν. ἔοικε δὲ νῦν δι' ἀπειρίαν τὴν ἐκ νεότητος ἀτέχνως θρασύνασθαι ὁ Ὀδυσσεύς. διὸ καὶ φθάμενος ἔλασεν αὐτὸν σῦς. (ῃερς. 450.) Τὸ δὲ διήφυσε βάθος δηλοῖ τῆς πληγῆς ἕως ἐγγὺς τοῦ ὀστέου. διὸ καὶ τὴν οὐλὴν εἰκὸς βαθεῖαν οὖσαν ῥᾷον γνωσθῆναι ἂν ὑπὸ τῆς Εὐρυκλείας καὶ ἐν σκότῳ. ἄλλως γὰρ ἐπίπεδος οὖσα καὶ ὁμαλὴ οὐκ ἂν ἔγνωστο. ἀστείως δὲ ἐῤῥέθη τὸ διήφυσε καὶ ἀσφαλῶς, ὡς πολλῆς ἐκεῖθεν ὑγρᾶς σαρκὸς οἷον ἐξαντληθείσης. διάφορον δὲ τὸ διήφυσε πρὸς τὸ ἐπήφυσε τὸ πρὸ βραχέων ῥηθέν. Ῥᾳδία δὲ πάντως ἡ δι' ὀδόντος πληγὴ τῷ συΐ. χαυλιόδων γάρ ἐστι, τουτέστι κεχαλασμένον τὸν ὀδόντα 2.212 ἔξω ἔχων καὶ ὡς οἷά τι βέλος ἀεὶ προβεβλημένος αὐτόν. δῆλον δ' ὅτι ὁ χαυλιόδων καὶ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 241

τὸ φερώνυμον. οὐχ' ὅτι μέντοι αὐτὸς ὁ παῖς παρώργησέ τινας, ἀλλ' ὅτι ὁ πάππος·

ὁποῖα καὶ ἄλλα τοιαῦτα δεδήλωται. καὶ ὅμως εἴ τις διὰ τὸν πάππον ὀδώδυσται καὶ

τῷ ἐγγόνῳ παιδὶ, εἴη ἄν πως καὶ ὁ παῖς ἐπωνύμως δι' ἑαυτὸν Ὀδυσσεύς. (ῃερς. 411.)

Κτήματα δὲ καὶ νῦν ἁπλῶς τὰ ἐν κτήσει, ἐξ ὧν καὶ τὰ δῶρα δίδονται, ὡς δηλοῖ

ἐπαγόμενον τὸ, ἦλθεν Ὀδυσσεὺς, ἵνα οἱ πόροι ἀγλαὰ δῶρα. (ῃερς. 415.) Τὸ δὲ, χερσὶν

ἠσπάζοντο, ἤγουν ἐδεξιοῦντο καὶ εἰς ἑαυτοὺς ἐπεσπῶντο, προγέγραπται καὶ ἑτέρωθι.

χείλεσι δὲ ἀσπάζεσθαι οὐκ ἔστι παρὰ τῷ ποιητῇ. (ῃερς. 416.) Τὸ δὲ, μήτηρ μητρὸς,

παραφράζει τὴν μάμμην, καθὰ καὶ πρὸ αὐτοῦ τὸν ἔγγονον τὸ παιδὸς παιδὶ φίλῳ.

(ῃερς. 431.) Ὄρος δὲ καταειμένον ὕλῃ τὸ δασὺ καὶ οἷον ἐνδεδυμένον φυτῶν

πυκνότητι καὶ κεκαλυμμένον· ὅθεν καὶ εἴνω τὸ καλύπτω· οὗ παράγωγον τὸ εἰνύω,

ὡς τὸ, θριξὶ δὲ πάντα νέκυν καταείνυον. Τὸ δὲ ὄρος νῦν μὲν, ὡς καὶ ἀλλαχοῦ ποτὲ,

κοινῶς προήνεκται· τὰ πλείω δὲ ἰάζεται, ὡς καὶ ἐν τῷ, κατ' οὔρεος εἶσι, καὶ, οὔρεά τε

σκιόεντα. Τὸ δ' αὐτὸ γίνεται καὶ ἐν τῷ, ὅρος ὁ περιορισμένος, ὡς δῆλον ἐκ τοῦ ἀμφ'

οὔροισι, καὶ, δίσκου οὖρα πέλονται. οὕτω καὶ ἐκ τοῦ ὀρούω οὖρος βαρυτόνως ὁ

ἄνεμος ἰώνισται, καὶ ὁ πρὸς διαστολὴν δὲ αὐτοῦ ὀξυτονούμενος ἐν Ἰλιάδι οὐρὸς,

οἷον, οὐρούς τ' ἐξεκάθαιρον. ὁ μέντοι κατὰ τὸ γάλα οὐρὸς δοκεῖ μὴ ἑλκυσθῆναι εἰς

Ἰωνίδα διάλεκτον· οὕτω δὲ οὐδὲ ὁ παρὰ Ἀττικοῖς ζωϊκὸς ὄρος ὁ καὶ αὐτὸς

ψιλούμενος. αὐτὸν δὲ διέστειλε τοῦ ὄρους ἡ διπλόη τοῦ ˉρ. εὕρηται γὰρ ὄῤῥος ἐν

ἁπλότητι παρὰ τῷ κωμικῷ τόπος ὢν περὶ τοὺς γλουτοὺς, ὁ καὶ ταῦρος. ἐν μέντοι

συνθέσει προσλαμβάνει καὶ αὐτὸς παρά τισι τὸ ˉυ. ὀῤῥωδεῖν μὲν γὰρ καὶ ὀροπύγιον

ὀρνέων, οὐ μὴν κατά τινας ὀρθοπύγιον, ἀνάλογον καὶ κοινότερον. Ἰωνικὸν δέ που

τὸ οὐροπύγιον, ὄρος ὄν, φασι, πυγῆς, ἀφ' οὗ καὶ ὀῤῥωδεῖν τὸ εὐλαβεῖσθαι. οἱ γὰρ

εὐλαβούμενοί, φασι, κατά τι ἀνασπῶσι τὰ κατ' αὐτόν. καὶ τὰ ἄλογα δὲ ὑποστέλλει

τὴν οὐρὰν, ὅτε εὐλαβεῖται. ἐκ τοῦ παρακολουθοῦντος οὖν ὀῤῥωδεῖν, τὸ τὸν

τοιοῦτον ὄῤῥον ἰδίειν, ὃν οὐρὰν οἱ ἰδιῶται φασὶν, οἷα τῆς οὐρᾶς αὐτῷ

παρωνυμουμένης. καὶ τοῦτο μὲν τοιοῦτον. Τὸ δὲ ἀῤῥωδεῖν διὰ τοῦ ˉα στερητικῶς

εἴρηται κατὰ Ἐρέννιον Φίλωνα. δηλοῖ γὰρ τὸ μὴ ὀῤῥωδεῖν, ἀλλὰ καταφρονεῖν καὶ

τεθαρηκέναι. Ἰστέον δὲ ὅτι ἐκ τοῦ, ὄρος ἐνδεδυμένον ὕλῃ, ληφθῆναι δοκεῖ καὶ τὸ,

ὕδωρ ἀμφιένυσθαι τὸν δύντα καθ' ὕδατος, καὶ πυρὶ σπαργανοῦσθαι τὸν πυρούμενον.

ἐντεῦθεν δὲ καὶ ἱμάτια πόλεως ὁ τειχισμός. τῇ ῥηθείσῃ δὲ Ὁμηρικῇ ἐννοίᾳ συγγενὲς

καὶ τὸ, λάϊνον ἕσασθαι χιτῶνα, τὸν λίθοις χωσθέντα. (ῃερς. 433.) Τὸ δὲ, Ἠέλιος μὲν

ἔπειτα καὶ ὁ ἐφεξῆς στίχος, περίφρασίς ἐστι τοῦ, γέγονεν ἡμέρα. δῆλον δὲ, ὡς Ἥλιος

οὐ μόνον ὁ φαινόμενος ἀστὴρ, ὡς καὶ ἐνταῦθα καὶ ἐν τῷ, Ἠέλιος δ' ἀνόρουσε καὶ

ἑξῆς, ἀλλά που καὶ σωματικὸς δαίμων, ὡς ἐν τῷ, Ἠέλιος μὲν σκοπιὴν ἔχε, καὶ,

Ἠέλι', ἤτοι σὺ μετ' ἀθανάτοισι φάεινε. (ῃερς. 434.) Ἀκαλαῤῥείτης δὲ Ὠκεανὸς κατὰ

τοὺς σοφοὺςὁ ἀκαλῶς καὶ ἡσύχως ῥέων, ὅ ἐστι πλημύρων, ὡς καὶ ἐν ἄλλοις

ἐδηλώθη. τὰς γὰρ ἐπιβάσεις, φασὶ, τῶν πλημυρίδων, ἃς πολλαχοῦ ποιεῖ, πραείας

ποιεῖ καὶ οὐ τελείως ῥοώδεις. (ῃερς. 435.) Βῆσσα δὲ ἡ μὲν τοῦ ὄρους ἐν δυσὶ ˉςˉσ·

πόλις δέ τις Βῆσα ἐν τῇ Βοιωτίᾳ γράφεται καὶ δι' ἑνός. Ἐπακτῆρες δὲ οἱ κυνηγοί. καὶ

ὡς μὲν ἐκ τοῦ ἐπάγειν ἡ λέξις γίνεται, δηλοῖ ὁ ποιητὴς μετ' ὀλίγα ἐν τῷ, ὡς

ἐπάγοντες ἐπῇσαν. διττὴ δὲ τῆς λέξεως ἔννοια· ἢ γὰρ διότι ἐπάγονται κύνας, ὅθεν

καὶ συνθέτως 2.211 κυνηγοὶ λέγονται, ἢ ὅτι ἐπὶ τοῖς κυσὶν, ἤγουν μετὰ τοὺς κύνας

ἄγονται εἰς θήραν, διὰ τὸ ἐκείνους προϊέναι, ὡς δηλοῖ τὸ, ἵκανον ἐπακτῆρες, πρὸ δ'

ἂρ αὐτῶν κύνες ἤϊσαν. (ῃερς. 445.) ὧν παράφρασις τὸ, ὡς ἐπάγοντες ἐπῇσαν, ἤγουν

μετ' ἐκείνους καὶ ἤϊσαν. δῆλον δὲ, ὅτι ἐκ τοῦ ἤϊσαν τὸ ἐπῇσαν συνῄρηται. Ἰστέον δὲ

ὅτι καὶ ἐπακτρεῖς ἐλέγοντο οἱ κυνηγοὶ, ὡς δηλοῖ ὁ γράψας ἐν ῥητορικῷ λεξικῷ, ὅτι

ἐπακτρίδες αἱ ἁλιάδες· ἐπακτρεῖς γὰρ οἱ κυνηγοί. ὅτι δὲ ἀπὸ τῆς ῥηθείσης ἐπακτρίδος

καὶ ἐπακτροκέλης κατὰ Αἴλιον ∆ιονύσιον πλοῖον λῃστρικὸν, προδεδήλωται. (ῃερς.

436.) Τοῦ δὲ ἰχνευταὶ περίφρασις ὂν τὸ, ἴχνι' ἐρευνῶντες, κάλλιον ἐκείνου

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

240

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!