Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ... Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

τὴν εὐθὺς ῥηθησομένην τοῦ ξένου ὁμοιότητα πρὸς τὸν Ὀδυσσέα, τῷ σε πόδας νίψω ἅματ' αὐτῆς Πηνελοπείης καὶ σέθεν εἵνεκα. (ῃερς. 377.) ἐπεί μοι ὀρώρεται ἔνδοθι θυμὸς κήδεσιν. εἶτα ἑρμηνεύουσα τὸ, ὀρώρεταί μοι θυμὸς, λέγει ὡς πολλοὶ δὴ ξεῖνοι ταλαπείριοι ἐνθάδ' ἵκοντο, ἀλλ' οὔ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι, ὡς σὺ δέμας φωνήν τε πόδας τ' Ὀδυσῆϊ ἔοικας. Ἔοικε γὰρ ἡ μὲν Πηνελόπη αἰδημόνως προσβλέπειν καὶ οὐ κατὰ τὴν αὐτανεψίαν Ἑλένην, περιεργότερον δὲ ἡ μαῖα ἐπιβάλλειν τὴν ὄψιν ὅλῳ τῷ ξένῳ καὶ ἀκριβέστερον διακεῖσθαι τὰ εἰς εἰκασμὸν καὶ εἴδους περιεργίαν. Ὅθεν σημείωσαι, ὡς ἡ παρὰ τῆς Ἀθηνᾶς ἀλλοίωσις τοῦ Ὀδυσσέως οὐδὲν ἦνἄλλο ἢ τεχνικὴ ἐπίκρυψίς τις αὐτοῦ, μεθοδευθεῖσα ὡς ἐνεχώρει πρὸς τοὺς ἁπλουστέρους καὶ μὴ δει ἄλλο ἢ τεχνικὴ ἐπίκρυψίς τις αὐτοῦ, μεθοδευθεῖσα ὡς ἐνεχώρει πρὸς τοὺς ἁπλουστέρους καὶ μὴ δεινοὺς ἀνασκαλεύειν γνωριμότητα. ὁ μέντοι Ἄργος ὁ κύων ἀκριβὴς ὢν αἰσθέσθαι καὶ νῦν δὲ ἡ γραῦς 2.207 μαῖα ἔγνων τὸν Ὀδυσσέα. (ῃερς. 383.) αὐτὸς δέ γε καὶ πάλιν ἐπικρύπτειν ἑαυτὸν πειρώμενος καὶ μηδὲ ἀφιεὶς τὴν γραῦν φιλοτιμότερον πλατύναι τὰ σημεῖα φησὶ πάνυ δεξιῶς· ὦ γρηῦ, οὕτω φασὶν, ὅσοι ἴδον ὀφθαλμοῖσιν ἡμέας ἀμφοτέρους, μάλα ἰκέλω ἀλλήλοιϊν ἔμμεναι, ὡς σύ περ αὐτὴ ἐπιφρονέουσ' ἀγορεύεις. Καὶ ὁ μὲν Ὀδυσσεὺς οὕτω δεινῶς ὁμολογεῖ μὲν τὴν ὁμοιότητα, μὴ εἶναι δέ φησιν αὐτὸς Ὀδυσσεύς. οὐκ ἔχει δὲ καὶ τὴν γραῦν πειθομένην, ἀλλ' ἐνδομυχοῦσα τὸν γνωρισμὸν ψηλαφήσει τὴν οὐλὴν ἐν τῷ τὸν Ὀδυσσέα νίπτειν καὶ γνώσεται τἀληθές. εἰ δὲ καὶ Ὀδυσσεὺς ἷζεν ἀπ' ἐσχαρόφιν, (ῃερς. 389.) ποτὶ δὲ σκότον ἐτράπετ' αἶψα, ἤγουν ἀπεστράφη πρὸς τὸ σκοτεινὸν ὀϊσάμενος κατὰ θυμὸν, (ῃερς. 391.) μή ἑ λαβοῦσα οὐλὴν ἀμφράσαιτο, τουτέστιν ἀνανοήσοι καὶ οὕτως ἀμφαδὰ ἔργα γένοιτο, ἀλλὰ τὴν μὲν Πηνελόπην οὕτω ποιήσας λήσεται. ἡ γραῦς δὲ τὸν δεσπότην γνώσεται ἁψαμένη τῆς οὐλῆς ἐχούσης, ὡς εἰκὸς, καί τινα κοιλότητα. (ῃερς. 389.) Ἰστέον δὲ ὅτι τὸ τὸν Ὀδυσσέα ἀπ' ἐσχαρόφιν ποτὶ σκότον τραπῆναι Ὀδυσσεῖ μὲν ἄλλως κατεπράχθη, ὡς ἂν δηλαδὴ μὴ ἐπιγνωσθῇ τῇ γραῒ ἐν φωτὶ ὢν, Ὁμήρῳ δὲ ἄλλως εἰς πιθανολογίαν τὸ πλάσμα συντελεῖ. οὕτω γὰρ ἐπικρύπτεται ἡ γενησομένη τῆς γραὸς λειποθυμία, ἡ τοῦ γενείου τοῦ Ὀδυσσέως ἁφὴ, ἡ τοῦ Ὀδυσσέως αὖθις λαβὴ ἐκείνης ἐκ τοῦ φάρυγγος, καὶ τὰ ἄλλα, ὧν οὐδὲν πιθανῶς ἂν γεγόνοι, εἴ περ πρὸς φῶς τετραμμένος Ὀδυσσεὺς ἀπενίπτετο. (ῃερς. 391.) Ὅτι δὲ ἡ οὐλὴ παρὰ τὸ ὅλον γίνεται ὡς ἐπιγινομένη ἕλκει ὁλωθέντι, τουτέστιν εἰς ὁλότητα ἐλθόντι, δῆλον. καὶ ὅτι ψιλοῦται διὰ τὴν Ἰωνικὴν τοῦ ˉυ ἐπένθεσιν, καὶ ὅτι ὀξύνεται πρὸς διαστολὴν τῆς οὔλης τριχὸς, καὶ ὅτι ἀπ' αὐτῆς τὸ ὕπουλον γίνεται, ὡς προγέγραπται. (ῃερς. 376.) Τὸ δὲ, σὲ πόδας νίψω, ὅμοιον τῷ, κέ σε φρένας ἵκετο πένθος, καὶ τοῖς ὁμοίοις. λέγει γὰρ ἢ ὅτι σε κατὰ τοὺς πόδας νίψω, ἢ σὲ ἤγουν τοὺς πόδας, οὐ μὴν ὅλον τὸν ξένον, ἢ κατ' ἀντίπτωσιν νίψω σου τοὺς πόδας. (ῃερς. 377.) Τὸ δὲ, σέθεν εἵνεκα, ἤγουν διὰ σὲ, ὡς ἐοικότα δηλαδὴ τῷ Ὀδυσσεῖ, ὅ περ ἐδήλου ἀνωτέρω καὶ ἐν τῷ, οὐκ ἀέκουσαν. Τοῦ δὲ ὀρώρεται ὁ ἐνεστὼς ἀναδρομὴν ἔχει παρακειμένου εἰς ἐνεστῶτα. ἐκ τοῦ ὄρωρα γὰρ τὸ ὀρώρω, ἐξ οὗ τὸ ὀρώρεται. οὕτω δὲ καὶ τὸ προσαρήρεται ἐν Ἡσιόδῳ ἐκ τοῦ ἄρηρα ἀρήρω γίνεται, ὁμοίως καὶ ἐκ τοῦ ὄλωλα τὸ ὀλώλω. ὅθεν τὸ, ὅτ' ἄν ποτ' ὀλώλῃ Ἴλιος. (ῃερς. 384.) ∆ιὰ δὲ τοῦ, μάλα ἰκέλω ἀλλήλοιϊν, πειρᾶται μὲν Ὀδυσσεὺς παῦσαι τὴν πολυπραγμοσύνην τῆς γραὸς ὡς οἷα πληροφορῶν τὴν εἰσάγαν ὁμοιότητα, ἔχει δὲ ἀνύσαι οὐδέν. ἡ γὰρ ποιητικὴ δεινότης πρὸ ἔργου τὸν ἐξ αὐτῆς ἔχει ἀναγνωρισμόν. οὐκοῦν ἡ γραῦς ἐρευνήσει καὶ εὑρήσει, ὃ καὶ αὐτὴ βούλεται καὶ πρὸ αὐτῆς ὁ ποιητής. (ῃερς. 385.) Τὸ δὲ ἐπιφρονέουσα κολακικῶς οἷον ῥηθὲν ταυτόν ἐστι τῷ περίφρων. τοιοῦτον γάρ ποτε καὶ ἡ ἐπˉι πρόθεσις· ἀφ' ἧς καὶ ἐπιόψεσθαι τὸ ἀκριβῶς ἐπισκέψασθαι, ὡς ἐν τῇ βῆτα ῥαψῳδίᾳ προδεδήλωται. (ῃερς. 389.) Τὸν δὲ ῥηθέντα σκότον οἱ μεθ' Ὅμηρον καὶ σκότος φασὶν ὡς τεῖχος καὶ βέλος. καὶ διφορεῖται μὲν παρ' αὐτοῖς, τὰ πλείω δὲ κατὰ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 236

γένος ἀρσενικὸν προάγεται, ὡς δηλοῖ καὶ τὸ, οὐδὲ σκότον φρίσσουσι τὸν συνεργάτην. (ῃερς. 386.) Ὅτι τὸ νίμμα τοῦ Ὀδυσσέως οὕτω διασκευάζει· γρηῦς δὲ λέβηθ' ἕλε παμφανόωντα τῷ πόδας ἐξαπένιζεν, ὕδωρ δ' ἐνεχεύατο πουλὺ, ψυχρόν. ἔπειτα δὲ θερμὸν ἐπήφυσεν. (ῃερς. 387.) Ὅρα δὲ τὸ, ᾧ πόδας ἐξαπένιζεν, ὡς καὶ εἰς ἄλλα τινὰ τῶν λεβήτων χρησιμευόντων, οἷον καὶ εἰς λοετρά. ἔνθα καὶ οἱ λοετροχόοι τρίποδες χρήσιμοι, ὡς εἶναι τηνικαῦτα ὅ περ τὴν πρόχοον τῷ τῆς τραπέζης λέβητι, τοῦτο καὶ τὸν λοετροχόον τρίποδα τῷ τοῦ νίπτεσθαι λέβητι. Ἐν δὲ τῷ, ὕδωρ ἐνεχεύατο πολὺ, συστέλλει τὸ ὕδωρ τὴν ἄρχουσαν. μετ' ὀλίγα μέντοι ἐν τῷ, ἐπὶ χθονὸς ἐξέχυθ' ὕδωρ, ἐκτείνει αὐτήν. (ῃερς. 388.) Τὸ δὲ ἐπήφυσεν ἀντὶ τοῦ ἐπήντλησε διά τινος δηλαδὴ ἀγγείου, ὃ καὶ σιγᾷ. οὐ θερμῷ δὲ ψυχρὸν ἐπαφύσσεται κατὰ τὸ ὕστερον ἔθος, ἀλλ' ἀνάπαλιν. (ῃερς. 393.) Ὅτι ὡς ἐν ἄλλοις, οὕτω κἀνταῦθα εὐμεθόδως ὁ ποιητὴς ἱστορίας παρεισοδιάζει τῷ λόγῳ τῆς κατὰ τὸν Ὀδυσσέα οὐλῆς, ἧς τὸ κεφάλαιον, ὅτι σπουδαῖον τοῖς παλαιοῖς ἦν ἔργον καὶ τὸ κυνηγέσιον, ὡς καὶ ὁ ἐν τῇ Ἰλιάδι Μελέαγρος δηλοῖ. μελέτη γάρ, φασιν, αὐτὸ πολεμικῶν κινδύνων ἦν, καθὰ καὶ ἐκ τῶν τοῦ Ἡρακλέος ἄθλων φαίνεται καὶ ἐκ τῆς κατὰ τὸν Βελλεροφόντην ἱστορίας καὶ ἐξ ἄλλων δὲ μυρίων ὅσων. ἐπὶ θήρας γοῦν παντοίας οἱ νέοι ἐξῄεσαν, ἀφ' ὧν ῥωμαλεώτεροι, φασὶ, καὶ ὑγιεινότεροι διετέλουν, ἔτι δὲ καὶ πολεμικοὶ, ὡς ὅτε πυργηδὸν σφέας αὐτοὺς ἀρτύνουσι καὶ ἀντίον ἱστάμενοι τῶν θηρῶν ὀϊστεύουσιν ἢ ἀκοντίζουσιν. ἔστι δὲ ἱστορία τοιαύτη. (ῃερς. 399.) Αὐτόλυκος ἐλθών ποτε εἰς Ἰθάκην εὗρε παῖδα νέον τῇ θυγατρὶ Ἀντι 2.208 κλείᾳ, τῇ τοῦ Λαέρτου γυναικί. τὸν δὲ Εὐρύκλεια ἡ τοῦ παιδὸς μαῖα φίλοις ἐπὶ γούνασι θῆκε τῷ πάππῳ παυομένῳ δόρποιο, καὶ εἶπεν· (ῃερς. 403.) Αὐτόλυκε, αὐτὸς νῦν ὄνομ' εὕρεο ὅττι κε θείης παιδὸς παιδὶ φίλῳ, ἤγουν τῷ τῆς θυγατρὸς υἱῷ. πολυάρητος δέ τοί ἐστι. (ῃερς. 405.) καὶ ὁ Αὐτόλυκος τῇ μὲν Εὐρυκλείᾳ εἶπεν οὐδέν· πρὸς δὲ τοὺς ἰδίους τὸν λόγον τρέψας ἔφη· γαμβρὸς ἐμὸς θύγατέρ τε, τίθεσθ' ὄνομα ὅττι κεν εἴπω· πολλοῖσι γὰρ ἔγωγ' ὀδυσσάμενος τόδ' ἱκάνω ἀνδράσιν ἠδὲ γυναιξὶν ἀνὰ χθόνα βωτιάνειραν· τῷ δ' Ὀδυσσεὺς ὄνομ' ἔστω ἐπώνυμον. αὐτὰρ ἔγωγε ὁππότ' ἂν ἡβήσας μητρώϊον ἐς μέγα δῶμα ἔλθῃ Παρνησσόνδε, ὅθι πού μοι κτήματ' ἔασι· τῶν οἱ ἐγὼ δώσω, καί μιν χαίροντ' ἀποπέμψω. (ῃερς. 413.) τούτων ἕνεκα ἦλθεν Ὀδυσσεὺς, ἡβήσας δηλαδή. καὶ Αὐτόλυκος μὲν καὶ οἱ παῖδες χερσί τ' ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι. (ῃερς. 416.) μήτηρ δ' Ἀμφιθέη μητρὸς, τουτέστιν Ἀμφιθέα ἡ μάμμη ἡ τῆς τοῦ Ὀδυσσέως μητρὸς μήτηρ, περιφῦσα γυναικικώτερον κῦσεν ἄρα μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ, κατὰ τὸν ἐν τοῖς ἐλευθέροις νόμον, ὡς προδεδήλωται. εἶτα δείπνου ἐφοπλισθέντος· βοῦν γὰρ αὐτίκα εἰσάγαγον ἄρσενα πενταέτηρον, ὃν δείραντες καὶ διαχεύαντες ἅπαντα μιστύλαντές τε ἐπισταμένως καὶ πείραντες ὀβελοῖσιν ὤπτησάν τε περιφραδέως καὶ δαίνυντο (ῃερς. 427.) νυκτὸς μὲν ἐπιγενομένης, κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο, καθὰ καὶ προεγράφη. ῥοδοδακτύλου δὲ φανείσης Ἠοῦς, ἔβησαν εἰς θήρην ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶ υἱέες Αὐτολύκου καὶ Ὀδυσσεύς. αἰπὺ δ' ὄρος προσέβαν καταειμένον ὕλῃ Παρνησσοῦ. τάχα δ' ἵκανον πτύχας ἠνεμοέσσας. (ῃερς. 433.) Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας, ἐξ ἀκαλαῤῥείταο βαθυῤῥόου Ὠκεανοῖο, ὃς δὴ καιρὸς ὀρθρινὸς ἐπιτήδειος εἰς κυνηγέσιον. οἵ δ' ἐς βῆσσαν ἵκανον ἐπακτῆρες. πρὸ δ' ἂρ αὐτῶν ἴχνη ἐρευνῶντες κύνες ἤϊσαν. (ῃερς. 436.) αὐτὰρ ὄπισθεν τοῦ Αὐτολύκου παῖδες ἤρχοντο, καὶ Ὀδυσσεὺς δὲ σὺν αὐτοῖς ἄγχι κυνῶν οἷα ποδώκης, κραδάων δολιχόσκιον ἔγχος. ἔνθα δ' ἂρ ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς· ἧς λόχμης τὴν πυκνότητα φράζων ὁ ποιητὴς αὐτὰ ἐκεῖνα λέγει ἐν τῇ κυνηγετικῇ ταύτῃ διασκευῇ, ὅσα καὶ ἐν τῇ ˉε ῥαψῳδίᾳ περὶ τὸ τέλος ἐπὶ θάμνοις οὓς ὑπῆλθεν Ὀδυσσεὺς, ὅτι δηλαδὴ (ῃερς. 440.) οὔτε ἄνεμοι δι' αὐτῆς πνέουσιν οὔτε ἥλιος φαέθων ἀκτῖσι βάλλει οὔτε ὄμβρος διεπέρα εἰς τὸ πᾶν· καὶ φύλλων δὲ ἦν αὐτόθι χύσις ἤλιθα πολλή. (ῃερς. 444.) καὶ οἱ μὲν κυνηγέται οὕτω διὰ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 237

γένος ἀρσενικὸν προάγεται, ὡς δηλοῖ καὶ τὸ, οὐδὲ σκότον φρίσσουσι τὸν

συνεργάτην. (ῃερς. 386.) Ὅτι τὸ νίμμα τοῦ Ὀδυσσέως οὕτω διασκευάζει· γρηῦς δὲ

λέβηθ' ἕλε παμφανόωντα τῷ πόδας ἐξαπένιζεν, ὕδωρ δ' ἐνεχεύατο πουλὺ, ψυχρόν.

ἔπειτα δὲ θερμὸν ἐπήφυσεν. (ῃερς. 387.) Ὅρα δὲ τὸ, ᾧ πόδας ἐξαπένιζεν, ὡς καὶ εἰς

ἄλλα τινὰ τῶν λεβήτων χρησιμευόντων, οἷον καὶ εἰς λοετρά. ἔνθα καὶ οἱ λοετροχόοι

τρίποδες χρήσιμοι, ὡς εἶναι τηνικαῦτα ὅ περ τὴν πρόχοον τῷ τῆς τραπέζης λέβητι,

τοῦτο καὶ τὸν λοετροχόον τρίποδα τῷ τοῦ νίπτεσθαι λέβητι. Ἐν δὲ τῷ, ὕδωρ

ἐνεχεύατο πολὺ, συστέλλει τὸ ὕδωρ τὴν ἄρχουσαν. μετ' ὀλίγα μέντοι ἐν τῷ, ἐπὶ

χθονὸς ἐξέχυθ' ὕδωρ, ἐκτείνει αὐτήν. (ῃερς. 388.) Τὸ δὲ ἐπήφυσεν ἀντὶ τοῦ

ἐπήντλησε διά τινος δηλαδὴ ἀγγείου, ὃ καὶ σιγᾷ. οὐ θερμῷ δὲ ψυχρὸν ἐπαφύσσεται

κατὰ τὸ ὕστερον ἔθος, ἀλλ' ἀνάπαλιν. (ῃερς. 393.) Ὅτι ὡς ἐν ἄλλοις, οὕτω κἀνταῦθα

εὐμεθόδως ὁ ποιητὴς ἱστορίας παρεισοδιάζει τῷ λόγῳ τῆς κατὰ τὸν Ὀδυσσέα οὐλῆς,

ἧς τὸ κεφάλαιον, ὅτι σπουδαῖον τοῖς παλαιοῖς ἦν ἔργον καὶ τὸ κυνηγέσιον, ὡς καὶ ὁ

ἐν τῇ Ἰλιάδι Μελέαγρος δηλοῖ. μελέτη γάρ, φασιν, αὐτὸ πολεμικῶν κινδύνων ἦν,

καθὰ καὶ ἐκ τῶν τοῦ Ἡρακλέος ἄθλων φαίνεται καὶ ἐκ τῆς κατὰ τὸν Βελλεροφόντην

ἱστορίας καὶ ἐξ ἄλλων δὲ μυρίων ὅσων. ἐπὶ θήρας γοῦν παντοίας οἱ νέοι ἐξῄεσαν,

ἀφ' ὧν ῥωμαλεώτεροι, φασὶ, καὶ ὑγιεινότεροι διετέλουν, ἔτι δὲ καὶ πολεμικοὶ, ὡς

ὅτε πυργηδὸν σφέας αὐτοὺς ἀρτύνουσι καὶ ἀντίον ἱστάμενοι τῶν θηρῶν ὀϊστεύουσιν

ἢ ἀκοντίζουσιν. ἔστι δὲ ἱστορία τοιαύτη. (ῃερς. 399.) Αὐτόλυκος ἐλθών ποτε εἰς

Ἰθάκην εὗρε παῖδα νέον τῇ θυγατρὶ Ἀντι 2.208 κλείᾳ, τῇ τοῦ Λαέρτου γυναικί. τὸν δὲ

Εὐρύκλεια ἡ τοῦ παιδὸς μαῖα φίλοις ἐπὶ γούνασι θῆκε τῷ πάππῳ παυομένῳ δόρποιο,

καὶ εἶπεν· (ῃερς. 403.) Αὐτόλυκε, αὐτὸς νῦν ὄνομ' εὕρεο ὅττι κε θείης παιδὸς παιδὶ

φίλῳ, ἤγουν τῷ τῆς θυγατρὸς υἱῷ. πολυάρητος δέ τοί ἐστι. (ῃερς. 405.) καὶ ὁ

Αὐτόλυκος τῇ μὲν Εὐρυκλείᾳ εἶπεν οὐδέν· πρὸς δὲ τοὺς ἰδίους τὸν λόγον τρέψας

ἔφη· γαμβρὸς ἐμὸς θύγατέρ τε, τίθεσθ' ὄνομα ὅττι κεν εἴπω· πολλοῖσι γὰρ ἔγωγ'

ὀδυσσάμενος τόδ' ἱκάνω ἀνδράσιν ἠδὲ γυναιξὶν ἀνὰ χθόνα βωτιάνειραν· τῷ δ'

Ὀδυσσεὺς ὄνομ' ἔστω ἐπώνυμον. αὐτὰρ ἔγωγε ὁππότ' ἂν ἡβήσας μητρώϊον ἐς μέγα

δῶμα ἔλθῃ Παρνησσόνδε, ὅθι πού μοι κτήματ' ἔασι· τῶν οἱ ἐγὼ δώσω, καί μιν

χαίροντ' ἀποπέμψω. (ῃερς. 413.) τούτων ἕνεκα ἦλθεν Ὀδυσσεὺς, ἡβήσας δηλαδή. καὶ

Αὐτόλυκος μὲν καὶ οἱ παῖδες χερσί τ' ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι. (ῃερς. 416.)

μήτηρ δ' Ἀμφιθέη μητρὸς, τουτέστιν Ἀμφιθέα ἡ μάμμη ἡ τῆς τοῦ Ὀδυσσέως μητρὸς

μήτηρ, περιφῦσα γυναικικώτερον κῦσεν ἄρα μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ,

κατὰ τὸν ἐν τοῖς ἐλευθέροις νόμον, ὡς προδεδήλωται. εἶτα δείπνου ἐφοπλισθέντος·

βοῦν γὰρ αὐτίκα εἰσάγαγον ἄρσενα πενταέτηρον, ὃν δείραντες καὶ διαχεύαντες

ἅπαντα μιστύλαντές τε ἐπισταμένως καὶ πείραντες ὀβελοῖσιν ὤπτησάν τε

περιφραδέως καὶ δαίνυντο (ῃερς. 427.) νυκτὸς μὲν ἐπιγενομένης, κοιμήσαντο καὶ

ὕπνου δῶρον ἕλοντο, καθὰ καὶ προεγράφη. ῥοδοδακτύλου δὲ φανείσης Ἠοῦς,

ἔβησαν εἰς θήρην ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶ υἱέες Αὐτολύκου καὶ Ὀδυσσεύς. αἰπὺ δ'

ὄρος προσέβαν καταειμένον ὕλῃ Παρνησσοῦ. τάχα δ' ἵκανον πτύχας ἠνεμοέσσας.

(ῃερς. 433.) Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας, ἐξ ἀκαλαῤῥείταο

βαθυῤῥόου Ὠκεανοῖο, ὃς δὴ καιρὸς ὀρθρινὸς ἐπιτήδειος εἰς κυνηγέσιον. οἵ δ' ἐς

βῆσσαν ἵκανον ἐπακτῆρες. πρὸ δ' ἂρ αὐτῶν ἴχνη ἐρευνῶντες κύνες ἤϊσαν. (ῃερς.

436.) αὐτὰρ ὄπισθεν τοῦ Αὐτολύκου παῖδες ἤρχοντο, καὶ Ὀδυσσεὺς δὲ σὺν αὐτοῖς

ἄγχι κυνῶν οἷα ποδώκης, κραδάων δολιχόσκιον ἔγχος. ἔνθα δ' ἂρ ἐν λόχμῃ πυκινῇ

κατέκειτο μέγας σῦς· ἧς λόχμης τὴν πυκνότητα φράζων ὁ ποιητὴς αὐτὰ ἐκεῖνα λέγει

ἐν τῇ κυνηγετικῇ ταύτῃ διασκευῇ, ὅσα καὶ ἐν τῇ ˉε ῥαψῳδίᾳ περὶ τὸ τέλος ἐπὶ

θάμνοις οὓς ὑπῆλθεν Ὀδυσσεὺς, ὅτι δηλαδὴ (ῃερς. 440.) οὔτε ἄνεμοι δι' αὐτῆς

πνέουσιν οὔτε ἥλιος φαέθων ἀκτῖσι βάλλει οὔτε ὄμβρος διεπέρα εἰς τὸ πᾶν· καὶ

φύλλων δὲ ἦν αὐτόθι χύσις ἤλιθα πολλή. (ῃερς. 444.) καὶ οἱ μὲν κυνηγέται οὕτω διὰ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

237

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!