Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ... Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

ἅψασθαι ἐμεῖο. καὶ δὴ γίνεται οὕτω. καὶ νίπτει αὐτὸν μετ' ὀλίγα ἡ περίφρων Εὐρύκλεια, γρηῦς πυκινὰ φρεσὶ μήδεα ἔχουσα, ὃ ταυτόν ἐστι τῷ, κεδνὰ εἰδυῖα· ὀλιγηπελέουσα, ὡς ἐρεῖ ὁ ποιητὴς (ῃερς. 356.) τουτέστιν ἀσθενῶς ἔχουσα καὶ ἤδη ὀλίγη πέλουσα κατὰ τὸ εἶναι, καὶ κατά γε τοῦτο τετληκέναι δοκοῦσα φρεσὶν ὅσα καὶ Ὀδυσσεύς. τλήμονες γὰρ οἱ πάνυ γέροντες καὶ πολλῶν κακῶν ἴδρυες. ἡ δ' αὐτὴ καὶ μαῖα ἦν ποτὲ τῷ Ὀδυσσεῖ, ὡς δηλοῖ τὸ, ἣ κεῖνον δύστηνον ἐΰτρεφεν ἠδ' ἀτίταλλε δεξαμένη χείρεσσιν ὅτε μιν πρῶτον τέκε μήτηρ. μαίας δὲ ταῦτα πάντα ἴδια. (ῃερς. 348.) Ἰστέον δὲ ὅτι φίλα Ὀδυσσεῖ φανοῦνται τὰ τῆς τοιαύτης γραὸς, καὶ εὐτυχῶς αὐτῷ ἐπιλέξεται ἡ Πηνελόπη ταύτην. ἐθέλει γὰρ ὁ ποιητὴς γυναῖκα πλάσασθαί τινα ἐκ τῶν ἔνδον καὶ οἰκειοτέρων καὶ μάλιστα δυναμένων, ἣ καὶ αὐτὴ συναντιλήψεται τῶν ἔργων τῷ Ὀδυσσεῖ ἐν τοῖς ἐφεξῆς. ἐπικρίνει γοῦν ταύτην ὡς χρησιμωτάτην. καὶ τοίνυν ἀναγνωρίσει μὲν αὐτὴ ὡς ἔκπαλαι εἰδήμων τὸν φίλτατον τρόφιμον Ὀδυσσέα νίπτουσα, ὡς ἐφεξῆς ῥηθήσεται. καὶ ὁρμήσει μὲν ἐκλαλῆσαι τὸ πρᾶγμα ὑφ' ἡδονῆς, οὐ δυνήσεται δὲ οἷα ὀλιγηπελέουσα, καθὰ εἴρηται. τὸ γῆράς τε γὰρ ἐφέξει αὐτὴν τοῦ λαλῆσαι, καὶ μὴν καὶ ἡ παρ' ἐλπίδας χαρὰ ὁποῖα τὰ τῶν γερόντων, οὓς καὶ τοῦ ζῆν ἔσθ' ὅτε ἀπάγει τὸ πολὺ τοῦ χαίρειν. καὶ Ὀδυσσεὺς δὲ ἐπαναστὰς κωλύσει αὐτὴν ῥᾳδίως διὰ τὸ ὀλιγηπελέειν. καὶ αὐτὸς μὲν ἱκετεύσει σιγᾶν, ἡ δὲ πείσεται οἷα φίλη μαῖα. καὶ οὕτως ἐχεμυθήσασα τοῦ λοιποῦ ἡ γραῦς ἔσται τῷ Ὀδυσσεῖ κατὰ τῶν μνηστήρων καὶ αὐτὴ ἐν καιρῷ χρήσιμος. Καὶ τοίνυν Ὀδυσσεὺς μὲν οὐκ ἂν ἴσως δοκοίη σκέψασθαι καλῶς ὑπὸ τοιαύτης γυναικὸς τοὺς πόδας νίψασθαι, οἷα αἱρούμενός, φασι, τὴν δυναμένην ἐκ τῆς ἐπισήμου γνωρίσαι αὐτὸν οὐλῆς. διὸ καὶ ἀθετεῖται ὁ τοιοῦτος τόπος παρὰ τῶν παλαιῶν. ὁ μέντοι ποιητὴς εὐμεθόδως εἴτουν εὐπλάστως διὰ τοιαύτης γραὸς τὸν Ὀδυσσέα νίψας αὐτὸν μὲν οὐδὲν βλάψει, πιθανῶς πλάσας τὸ πᾶν καὶ εὐτυχῶς ἀπαλλάξας αὐτόν. ἦν γὰρ τῷ ὄντι ἀναγκαῖον ἔχειν καὶ γυναῖκα ἐκ τῶν ἔνδον, ὡς ἐῤῥέθη, συναιρουμένην αὐτῷ. εἰ δ' ἴσως καὶ ἐξ ἱστορίας τοῦτο ἔχει ὁ ποιητὴς, οὐκ ἂν ἑτέρα εὑρέθη κρείττων εἰς τοιοῦτον ἔργον ἤ περ ἡ Εὐρύκλεια. Σημείωσαι δὲ καὶ τὸν τόπον τοῦτον εἰς παράδειγμα βουλεύματος οὐκ εὖ μὲν ἐσκεμμένου, εἰς ἀγαθὸν δὲ ἐκβάντος. ἰδοὺ γὰρ, Ὀδυσσεὺς εἰ καὶ γραῦν οὐ καλῶς ἐπελέξατο τὴν δυναμένην ἀναγνῶναι αὐτὸν, ἀλλ' ὅμως εὐτυχῶς ἔσχεν ἀναγνωρισθεὶς ὑπ' αὐτῆς. πολλὰ γὰρ τῇ μνηστηροκτονίᾳ καὶ ἡ τοιαύτη συνήνεγκε γραῦς Εὐρύκλεια. καὶ ταῦτα μὲν οὐκ ἔξω λόγου. (ῃερς. 338.) ὁ δὲ ξένος κἀνταῦθα Κρήτης μέμνηται, περιφράσας αὐτὴν ἐκ τῶν κατ' αὐτὴν ὀρέων. φησὶ γάρ· ὅτε πρῶτον Κρήτης ὄρεα νιφόεντα νοσφισάμην ἐπὶ νηὸς ἰὼν δολιχηρέτμου. ἣν ἐξ Ὁμήρου λαβόντες οἱ ὕστερον μακρὰν νῆα φασί. (ῃερς. 337.) Τὸ δὲ, χλαῖναι καὶ ῥήγεα ἤχθετο, Αἰολικὸν σχῆμα καὶ ∆ωρικόν. καὶ εἰσὶ παρὰ Πινδάρῳ τοιαῦτα πολλά. Ἀττικὸς δὲ ἀνὴρ οὐκ ἂν οὕτω φράσοι, ἀλλὰ διὰ τὰς χλαίνας ἐρεῖ ἂν ἤχθοντο πληθυντικῶς. (ῃερς. 339.) Τὸ δὲ νοσφισάμην ἀντὶ τοῦ ἀφῆκα, νόσφιν ἐποιησάμην. (ῃερς. 340.) Τὸ δὲ, ἀΰπνους νύκτας ἴαυον καὶ τὸ, πολλὰς δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ ἄεσσα, τῆς αὐτῆς ἐννοίας εἰσί. (ῃερς. 343.) Ποδάνιπτρα δὲ ἢ αὐτὴν λέγει τὴν νίψιν τῶν ποδῶν ἢ τὸ ὕδωρ, ᾧ πόδας νίπτονται, ὃ καὶ ἀπόνιπτρον ἔλεγον, ὡς καὶ ὁ κωμικὸς ἐν Ἀχαρνεῦσι δηλοῖ. Ἰστέον δὲ ὅτι, καθάπερ ἐν τῷ, βοῶν ἐπιβουκόλος ἀνὴρ, περιττεύει τὸ βοῶν, καὶ ἐν τῷ, οἶνον οἰνοχοεῖ, τὸ οἶνον, καὶ ἐν τῷ, αἰπόλος αἰγῶν, τὸ αἰγῶν· αἰπόλος γὰρ οὐδενὸς ἄλλου ζῴου λέγεται, ἀλλὰ μόνων αἰγῶν· οὕτω καὶ ἐνταῦθα παρέλκει τὸ ποδῶν ἐν τῷ, ποδάνιπτρα ποδῶν. διὸ μετ' ὀλίγα ἠρκέσθη εἰπὼν οἰσομένη ποδάνιπτρα. καὶ εἴρηται περὶ τῶν τοιούτων ἐν Ἰλιάδι εἰς ὅσον ἐχώρει. Τὸ δὲ, ἐπιήρανα θυμῷ, κρεῖττον οὕτω γράφεσθαι ἤ περ ἐπίηρ' ἀνὰ θυμῷ. ἡ γὰρ ἀνὰ πρόθεσις οὐκ εἴωθεν ἁπλῶς ἐπὶ τοιούτων σημαινομένων δοτικῇ συντάσσεσθαι. ἔστι δὲ πρωτότυπον τοῦτο τοῦ ἐπίηρα. ἐντεῦθεν γὰρ ἐκεῖνο γίνεται ἀποκοπὲν, ὡς καὶ ἀλλαχοῦ δεδήλωται. (ῃερς. 348.) Τὸ δὲ, οὐ φθονέοιμι ποδῶν ἅψασθαι, ἀντὶ τοῦ οὐ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 234

μεμφοίμην. πολλαχοῦ γὰρ ὁ φθόνος καὶ ἐπὶ μέμψεως ἁπλῶς τίθεται. (ῃερς. 350.) Ὅτι ἔπαινος ἀγαθοῦ ξένου τὸ, ξεῖνε φίλε, οὔ πώ τις ἀνὴρ πεπνυμένος ὧδε ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα, ὡς σὺ μάλ' εὐφραδέως πεπνυμένα πάντ' ἀγορεύεις. (ῃερς. 351.) ἔστι δὲ φιλίων ὁ φίλτερος, καὶ γίνεται 2.206 ἐκ τοῦ φίλος ὁμοίως τῷ, κάλλος καλλίων. κεῖται δέ που καὶ ἀλλαχοῦ παρὰ τῷ ποιητῇ. τούτου τὸ ὑπερθετικὸν παρὰ Σοφοκλεῖ ἐν τῷ, φιλίστων ἐκγόνων. Ἰστέον δὲ ὅτι ἄρχεται καὶ ὁ ῥηθεὶς λόγος τῷ ποιητῇ ἀπὸ τοῦ γˉαρ συνδέσμου· ξεῖνε φίλε, οὐ γὰρ πώ τις ἀνὴρ καὶ ἑξῆς, ὡς ἐγράφη προσεχῶς. ἡ δὲ ἀπόδοσις αὐτοῦ μετὰ στίχους τρεῖς ἐν τῷ, ἔστι δέ μοι γρηῦς καὶ ἑξῆς, ἵνα λέγῃ, ὡς ἐπεὶ οὔ πώ τις κατὰ σὲ πεπνυμένος ἀνὴρ ἦλθεν, ἔστι δέ μοι γραῦς τοιάδε ἀπονίψουσά σε. (ῃερς. 358.) Ὅτι πάνυ ἀστείως Ὅμηρος ποιεῖ τὴν Πηνελόπην ἐκ τοῦ παρατυχόντος εἰπούσης τῇ μαίᾳ Εὐρυκλείᾳ νόημα ἐρεθιστικὸν αὐτῆς εἰς τὸ τὸν ξεῖνον περιεργάσασθαι ἀκριβῶς, μεθοδεύσας καὶ τοῦτο δεξιῶς ἐπ' ἀναγνωρισμῷ τοῦ Ὀδυσσέως. φησὶ γάρ· νίψον σεῖο ἄνακτος ὁμήλικα. καί που Ὀδυσσεὺς ἤδη τοιόσδ' ἐστὶ πόδας, τοῖος δέ τε χεῖρας. (ῃερς. 360.) οὐχ' ὅτι τοιοῦτος ἦν φύσει, ἀλλ' ἴσως νῦν τοιοῦτος διὰ κάκωσιν, ὁποῖοι τινὲς καὶ οἱ προῤῥηθέντες ὠμογέροντες. διὸ καὶ ἐπάγει γνωμικόν· αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσι. Καὶ Ὅμηρος μὲν οὕτω φυσικῶς εἶπε. Θεόκριτος δὲ, ὡς καὶ προεγράφη, τὸ Ὁμηρικὸν αἶψα εἰς μίαν ἡμέραν ὁρίσας φησίν· οἱ ποθοῦντες ἐν ἅματι γηράσκουσι. Παίζει δὲ, καὶ ὁ κωμικὸς διά τινος γραὸς, καθὰ καὶ αὐτὸ ἐγράφη, πολιὰν ἐκείνην ταχὺ διὰ μιᾶς ἡμέρας γενέσθαι λέγων ὑπὸ δῆθεν ἄλγους τινός. ὁ δὲ Λιβάνιος καὶ αὐτὸς ἐντεῦθεν ποθὲν λέγει κατὰ σχῆμα ὑπερβολῆς, ὡς ὑπὸ λύπης ἐσχάτης καὶ πολιὰς ἐξαίφνης ἔφυσα. Ὅρα δὲ ὅτι Ὅμηρος μὲν κακότητα νῦν λέγει τὴν κάκωσιν, Ἡσίοδος δ' ἐπὶ κακίας τὴν λέξιν τίθησιν ἐν τῷ, τὴν μέντοι κακότητα καὶ ἰλαδόν ἐστιν ἑλέσθαι. Ἰστέον δὲ καὶ ὅτι ἐπὶ τῷ ῥηθέντι λόγῳ τῆς Πηνελόπης πάντως ἂν Ὀδυσσεὺς διαχέοιτο ὡς λαλούσης μέν πως τἀληθὲς, μὴ γινωσκούσης δέ. λίαν γὰρ εὖ ὁ ποιητὴς ἐσχημάτισε καὶ αὐτό. (ῃερς. 361.) Πένθους φράσις τὸ, γρηῦς δὲ κατέσχετο χερσὶ πρόσωπα, δάκρυα δ' ἔκβαλε θερμὰ, ἔπος δ' ὀλοφυδνὸν ἔειπεν· ᾤ μοι ἐγὼ σέο τέκνον ἀμήχανος. Εὐρύκλεια δὲ ταῦτα λέγει πρὸ τοῦ νῖψαι τὸν δεσπότην, ὃν καὶ θεουδέα θυμὸν ἔχειν φησὶ καὶ πολλὰ μηρία κῆαι καὶ ἐξαίτους ἑκατόμβας, (ῃερς. 367.) ἀρώμενον, ἕως ἵκοιτο γῆρας λιπαρὸν, τὸ καὶ ἀλλαχοῦ ῥηθὲν, θρέψαιτό τε φαίδιμον υἱόν. τὰ ἐν τοῖς ἐν βίῳ εὐκταῖα. (ῃερς. 370.) εἶτα καὶ ὡς νοήσασα τὴν αἰτίαν δι' ἣν Ὀδυσσεὺς ἀποπροσποιεῖται νιφθῆναι ὑπὸ τῶν δμωῶν καὶ ἅμα καὶ καταλέγουσα ἐκείνων, φησίν· οὕτω που καὶ ἐκείνῳ ἐφεψιόωντο γυναῖκες ξείνων τηλεδαπῶν, ὡς σέθεν αἱ κύνες αἵδε καθεψιόωνται ἅπασαι. τάων νῦν λώβην τε καὶ αἴσχεα πόλλ' ἀλεείνων οὐκ ἐάᾳς νίζειν. Καὶ οὕτω μὲν ἡ γραῦς νοεῖ κατὰ τὸν νοῦν τοῦ ξείνου. Ὅμηρος δέ γε παρανοεῖν αὐτὴν ἀφεὶς ἄλλα βούλεται. οὐ γὰρ διὰ μῖσος μεθοδεύει τὰ κατὰ τὴν Εὐρύκλειαν, ἀλλ' ὅτι, ὡς καὶ προείρηται, δέεται αὐτῆς εἰς τὰ ἐφεξῆς. Ὅρα δὲ καὶ νῦν ἐν τῷ ἐφεψιόωντο καὶ καθεψιόωνται, ὡς λέξις ἐστὶ τὸ ἑψιᾶσθαι καιρία κατὰ ποίησιν, δηλοῦσα διάθεσιν παιγνήμονα. ἐπεὶ καὶ ἕψια, φασὶ, τὰ παίγνια, ὅθεν τὸ ἑψιᾶσθαι. ταυτὸν δὲ ἐφεψιᾶσθαι καὶ καθεψιᾶσθαι, ἐπεὶ, ὡς καὶ προεσημειώθη, ἐν πολλοῖς ἡ ἐπˉι πρόθεσις τῇ κατˉα ἰσοδυναμεῖ. Τὸ δὲ ἐφεψιόωντο ἢ χρόνος ἐστὶ παρῳχημένος ἀντὶ ἐνεστῶτος ἢ ἐμφαίνει ἀπηλπικέναι τὴν γραῦν ζῆν τὸν Ὀδυσσέα. διὸ παλαί ποτε αὐτὸν ἐφεψιᾶσθαι φησίν. εἰ δὲ γράφεται ἐφεψιόωνται, δυσμετρίαν ἔχει. (ῃερς. 362.) Τοῦ δὲ ὀλοφυδνὸν ὀλοφύζω ἐστὶ τὸ πρωτότυπον κατὰ Ἡρῳδιανὸν, ὡς δεδήλωται καὶ ἐν τοῖς περὶ τοῦ κνυζώσω γραφεῖσι. (ῃερς. 367.) Τὸ δὲ, ἕως ἵκοιτο, ἀντὶ τοῦ ὅπως καὶ νῦν Ἀττικῶς. τὸ γὰρ κοινὸν, ὡς ἵκοιτο, ἤγουν ἵνα καταλάβῃ. ἀλλαχοῦ δὲ τὸ αὐτὸ καὶ εἵως εὕρηται ὡς τὸ τέως τείως. (ῃερς. 374.) Ὅτι προθυμηθεῖσα ἡ γραῦς μαῖα Εὐρύκλεια νῖψαι τὸν ξένον δεσπότην, ὡς ἐκελεύσθη πρὸς τῆς δεσποίνης φησίν· ἐμὲ δ' οὐκ ἀέκουσαν ἄνωγεν, ἀλλὰ δηλονότι ἑκοῦσαν διὰ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 235

μεμφοίμην. πολλαχοῦ γὰρ ὁ φθόνος καὶ ἐπὶ μέμψεως ἁπλῶς τίθεται. (ῃερς. 350.) Ὅτι

ἔπαινος ἀγαθοῦ ξένου τὸ, ξεῖνε φίλε, οὔ πώ τις ἀνὴρ πεπνυμένος ὧδε ξείνων

τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα, ὡς σὺ μάλ' εὐφραδέως πεπνυμένα πάντ'

ἀγορεύεις. (ῃερς. 351.) ἔστι δὲ φιλίων ὁ φίλτερος, καὶ γίνεται 2.206 ἐκ τοῦ φίλος

ὁμοίως τῷ, κάλλος καλλίων. κεῖται δέ που καὶ ἀλλαχοῦ παρὰ τῷ ποιητῇ. τούτου τὸ

ὑπερθετικὸν παρὰ Σοφοκλεῖ ἐν τῷ, φιλίστων ἐκγόνων. Ἰστέον δὲ ὅτι ἄρχεται καὶ ὁ

ῥηθεὶς λόγος τῷ ποιητῇ ἀπὸ τοῦ γˉαρ συνδέσμου· ξεῖνε φίλε, οὐ γὰρ πώ τις ἀνὴρ καὶ

ἑξῆς, ὡς ἐγράφη προσεχῶς. ἡ δὲ ἀπόδοσις αὐτοῦ μετὰ στίχους τρεῖς ἐν τῷ, ἔστι δέ μοι

γρηῦς καὶ ἑξῆς, ἵνα λέγῃ, ὡς ἐπεὶ οὔ πώ τις κατὰ σὲ πεπνυμένος ἀνὴρ ἦλθεν, ἔστι δέ

μοι γραῦς τοιάδε ἀπονίψουσά σε. (ῃερς. 358.) Ὅτι πάνυ ἀστείως Ὅμηρος ποιεῖ τὴν

Πηνελόπην ἐκ τοῦ παρατυχόντος εἰπούσης τῇ μαίᾳ Εὐρυκλείᾳ νόημα ἐρεθιστικὸν

αὐτῆς εἰς τὸ τὸν ξεῖνον περιεργάσασθαι ἀκριβῶς, μεθοδεύσας καὶ τοῦτο δεξιῶς ἐπ'

ἀναγνωρισμῷ τοῦ Ὀδυσσέως. φησὶ γάρ· νίψον σεῖο ἄνακτος ὁμήλικα. καί που

Ὀδυσσεὺς ἤδη τοιόσδ' ἐστὶ πόδας, τοῖος δέ τε χεῖρας. (ῃερς. 360.) οὐχ' ὅτι τοιοῦτος ἦν

φύσει, ἀλλ' ἴσως νῦν τοιοῦτος διὰ κάκωσιν, ὁποῖοι τινὲς καὶ οἱ προῤῥηθέντες

ὠμογέροντες. διὸ καὶ ἐπάγει γνωμικόν· αἶψα γὰρ ἐν κακότητι βροτοὶ

καταγηράσκουσι. Καὶ Ὅμηρος μὲν οὕτω φυσικῶς εἶπε. Θεόκριτος δὲ, ὡς καὶ

προεγράφη, τὸ Ὁμηρικὸν αἶψα εἰς μίαν ἡμέραν ὁρίσας φησίν· οἱ ποθοῦντες ἐν ἅματι

γηράσκουσι. Παίζει δὲ, καὶ ὁ κωμικὸς διά τινος γραὸς, καθὰ καὶ αὐτὸ ἐγράφη, πολιὰν

ἐκείνην ταχὺ διὰ μιᾶς ἡμέρας γενέσθαι λέγων ὑπὸ δῆθεν ἄλγους τινός. ὁ δὲ Λιβάνιος

καὶ αὐτὸς ἐντεῦθεν ποθὲν λέγει κατὰ σχῆμα ὑπερβολῆς, ὡς ὑπὸ λύπης ἐσχάτης καὶ

πολιὰς ἐξαίφνης ἔφυσα. Ὅρα δὲ ὅτι Ὅμηρος μὲν κακότητα νῦν λέγει τὴν κάκωσιν,

Ἡσίοδος δ' ἐπὶ κακίας τὴν λέξιν τίθησιν ἐν τῷ, τὴν μέντοι κακότητα καὶ ἰλαδόν

ἐστιν ἑλέσθαι. Ἰστέον δὲ καὶ ὅτι ἐπὶ τῷ ῥηθέντι λόγῳ τῆς Πηνελόπης πάντως ἂν

Ὀδυσσεὺς διαχέοιτο ὡς λαλούσης μέν πως τἀληθὲς, μὴ γινωσκούσης δέ. λίαν γὰρ εὖ

ὁ ποιητὴς ἐσχημάτισε καὶ αὐτό. (ῃερς. 361.) Πένθους φράσις τὸ, γρηῦς δὲ κατέσχετο

χερσὶ πρόσωπα, δάκρυα δ' ἔκβαλε θερμὰ, ἔπος δ' ὀλοφυδνὸν ἔειπεν· ᾤ μοι ἐγὼ σέο

τέκνον ἀμήχανος. Εὐρύκλεια δὲ ταῦτα λέγει πρὸ τοῦ νῖψαι τὸν δεσπότην, ὃν καὶ

θεουδέα θυμὸν ἔχειν φησὶ καὶ πολλὰ μηρία κῆαι καὶ ἐξαίτους ἑκατόμβας, (ῃερς. 367.)

ἀρώμενον, ἕως ἵκοιτο γῆρας λιπαρὸν, τὸ καὶ ἀλλαχοῦ ῥηθὲν, θρέψαιτό τε φαίδιμον

υἱόν. τὰ ἐν τοῖς ἐν βίῳ εὐκταῖα. (ῃερς. 370.) εἶτα καὶ ὡς νοήσασα τὴν αἰτίαν δι' ἣν

Ὀδυσσεὺς ἀποπροσποιεῖται νιφθῆναι ὑπὸ τῶν δμωῶν καὶ ἅμα καὶ καταλέγουσα

ἐκείνων, φησίν· οὕτω που καὶ ἐκείνῳ ἐφεψιόωντο γυναῖκες ξείνων τηλεδαπῶν, ὡς

σέθεν αἱ κύνες αἵδε καθεψιόωνται ἅπασαι. τάων νῦν λώβην τε καὶ αἴσχεα πόλλ'

ἀλεείνων οὐκ ἐάᾳς νίζειν. Καὶ οὕτω μὲν ἡ γραῦς νοεῖ κατὰ τὸν νοῦν τοῦ ξείνου.

Ὅμηρος δέ γε παρανοεῖν αὐτὴν ἀφεὶς ἄλλα βούλεται. οὐ γὰρ διὰ μῖσος μεθοδεύει τὰ

κατὰ τὴν Εὐρύκλειαν, ἀλλ' ὅτι, ὡς καὶ προείρηται, δέεται αὐτῆς εἰς τὰ ἐφεξῆς. Ὅρα

δὲ καὶ νῦν ἐν τῷ ἐφεψιόωντο καὶ καθεψιόωνται, ὡς λέξις ἐστὶ τὸ ἑψιᾶσθαι καιρία

κατὰ ποίησιν, δηλοῦσα διάθεσιν παιγνήμονα. ἐπεὶ καὶ ἕψια, φασὶ, τὰ παίγνια, ὅθεν

τὸ ἑψιᾶσθαι. ταυτὸν δὲ ἐφεψιᾶσθαι καὶ καθεψιᾶσθαι, ἐπεὶ, ὡς καὶ προεσημειώθη, ἐν

πολλοῖς ἡ ἐπˉι πρόθεσις τῇ κατˉα ἰσοδυναμεῖ. Τὸ δὲ ἐφεψιόωντο ἢ χρόνος ἐστὶ

παρῳχημένος ἀντὶ ἐνεστῶτος ἢ ἐμφαίνει ἀπηλπικέναι τὴν γραῦν ζῆν τὸν Ὀδυσσέα.

διὸ παλαί ποτε αὐτὸν ἐφεψιᾶσθαι φησίν. εἰ δὲ γράφεται ἐφεψιόωνται, δυσμετρίαν

ἔχει. (ῃερς. 362.) Τοῦ δὲ ὀλοφυδνὸν ὀλοφύζω ἐστὶ τὸ πρωτότυπον κατὰ Ἡρῳδιανὸν,

ὡς δεδήλωται καὶ ἐν τοῖς περὶ τοῦ κνυζώσω γραφεῖσι. (ῃερς. 367.) Τὸ δὲ, ἕως ἵκοιτο,

ἀντὶ τοῦ ὅπως καὶ νῦν Ἀττικῶς. τὸ γὰρ κοινὸν, ὡς ἵκοιτο, ἤγουν ἵνα καταλάβῃ.

ἀλλαχοῦ δὲ τὸ αὐτὸ καὶ εἵως εὕρηται ὡς τὸ τέως τείως. (ῃερς. 374.) Ὅτι

προθυμηθεῖσα ἡ γραῦς μαῖα Εὐρύκλεια νῖψαι τὸν ξένον δεσπότην, ὡς ἐκελεύσθη

πρὸς τῆς δεσποίνης φησίν· ἐμὲ δ' οὐκ ἀέκουσαν ἄνωγεν, ἀλλὰ δηλονότι ἑκοῦσαν διὰ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

235

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!