Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ... Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

εἰπών· (ῃερς. 272.) ἄγει κειμήλια πολλὰ καὶ ἐσθλὰ αἰτίζων, ἄλλο τι ὂν παρὰ τὸ πτωχεύειν. ἐκεῖνο γὰρ τῶν πάνυ ἀπόρων ἦν, οἷος Ὀδυσσεὺς ὁ φαινόμενος πτωχὸς καὶ πρὸ αὐτοῦ ὁ Ἶρος. Ὅτι δὲ τὸἀγυρτάζειν καὶ ἀγείρειν λέγεται, δῆλον ἐκ τοῦ, (ῃερς. 293.) ὅσα ξυναγείρατ' Ὀδυσσεύς. (ῃερς. 288.) Τὸ δὲ, ὤμνυε πρὸς ἔμ' αὐτὸν, τοιοῦτόν τι ὡς εἴ τις εἴπῃ, νὴ τὴν σὴν ἱερὰν κεφαλὴν, καὶ οἷος ὁ τῆς Ἥρας πρὸς τὸν ∆ία ὅρκος ἐν Ἰλιάδι, ἐπομνυμένης τὸ αὐτοῦ κουρίδιον λέχος. (ῃερς. 296.) Περὶ δὲ ∆ωδώνης τῆς πολυθρυλήτου καὶ προγέγραπται, καὶ ἐν τοῖς τοῦ περιηγητοῦ δὲ δηλοῦται. μέμνηται δὲ αὐτῶν καὶ ἡ Ἰλιάς. (ῃερς. 285.) Ὅτι κερδαλέου ἀνθρώπου ἔπαινον ὁ ξεῖνος Ὀδυσσεὺς ἑαυτῷ ἐπιλαλεῖἐν τῷ, ὣς περὶ κέρδεα πολλὰ κατὰ θνητῶν ἀνθρώπων, καθὰ προεγράφη, οἶδ' Ὀδυσσεύς. οὐδ' ἄν τις ἐρίσειε βροτὸς ἄλλος. λέγει δὲ οὕτως ἐν ἐπηκόῳ τῆς γυναικὸς, οἷα εὖ εἰδὼς ἑαυτόν. καὶ οὕτω λαλῶν τἀληθὲς καὶ νῦν περὶ ἑαυτοῦ φιλοτίμως καὶ οὐδὲ ἔξω μεγαλοπρεπείας. (ῃερς. 286.) Ἰστέον δὲ ὅτι τὸ, οὐδ' ἄν τις ἐρίσοι βροτῶν ἄλλος, διασαφητικόν ἐστι τοῦ, περίοιδε κέρδεα πολλά. ᾧ γὰρ οὐκ ἄν τις ἐρίσειε κέρδεα εἰδότι, κέρδεα ἐκεῖνος περίοιδε. καὶ ἄλλως δὲ εἰπεῖν, ταυτά εἰσιν ἄμφω. δῆλον γὰρ ὅτι ὁ τῶν ἄλλων περιττότερος εἰδέναι κέρδεα οὐδ' ἂν ἔχοι τὸν ἐρίσοντα. (ῃερς. 301.) Ὅτι κεῖται χρονικὸν ἐνταῦθα τὸ ἄγχι, οἷον, ὣς ὁ μὲν, οὕτως ἐστὶ σόος καὶ ἐλεύσεται ἤδη ἄγχι μάλα, τουτέστιν ἐγγὺς μετ' ὀλίγον. διὸ καὶ ἑρμηνεύων ἐπάγει· (ῃερς. 302.) οὐδὲ δηρὸν ἀπεσσεῖται. Ὅτι δὲ Αἰολικὸν τὸ ἐσεῖται ἐκ τοῦ ἐσῶ ἐσοῦμαι, ἐδηλώθη καὶ ἀλλαχοῦ. (ῃερς. 303.) Ὅτι τοὺς προδιασαφηθέντας ὁρκωμοτικοὺς πέντε στίχους, οὓς φθάσας ἔφη πρὸ τούτων ὁ Ὀδυσσεὺς πρὸς Εὔμαιον, ὧν ἀρχὴ τὸ, ἴστω νῦν Ζεὺς ἱστίη τ' Ὀδυσῆος καὶ ἑξῆς, λέγει καὶ νῦν πρὸς τὴν γυναῖκα, διομνύμενος ὡς καὶ ἐκεῖ, (ῃερς. 307.) περὶ ἀκριβῆ τριακάδα σεληνιακοῦ μηνὸς ἐλθεῖν τὸν Ὀδυσσέα οἴκαδε, ὁποία ἡ αὔριον· εἰ καὶ αὐτὸς ἀορίστως εἰπὼν, ἐπέκρυψεν αὐτήν· ἡ Πηνελόπη δὲ, τοῦτο μὲν μὴ λογισαμένη, ἀποδεξαμένη δὲ εἰ καὶ τοῦδε τοῦ λυκάβαντος ἐλεύσεται, ὑπισχνεῖται φιλότητά τε, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, πολλά τε δῶρα ἐξ ὧν ὁ ξένος μακαρίζοιτο ἄν. (ῃερς. 309.) ἐνταῦθα δὲ κεῖται καὶ ὁ γˉαρ σύνδεσμος οὐκ αἰτιολογῶν, ἀλλὰ πάντῃ ἀργὸς ἐν τῷ, αἲ γὰρ τοῦτο ξεῖνε ἔπος τετελεσμένον εἴη. (ῃερς. 312.) εἶτα καὶ δυσπιστοῦσα ἡ γυνὴ, ὃ καὶ ἐθέλει πάντως ὁ Ὀδυσσεὺς, ἐπάγει δυσελπιστίας ῥήματα καὶ ψόγον οἴκου δυσοικονομήτου. φησὶ γάρ· ἀλλά μοι ὧδ' ἀνὰ θυμὸν ὀΐεται, ἤγουν φαίνεται, ὡς ἔσεταί περ, οὔτ' Ὀδυσσεὺς ἔτι οἶκον ἐλεύσεται οὔτε σὺ πομπῆς τεύξῃ. ἐπεὶ οὔ τοι σημάντορές εἰσιν ἐν οἴκῳ, οἷος Ὀδυσσεὺς ἔσκε μετ' ἀνδράσιν, εἴ ποτ' ἔην γε, ξείνους αἰδοίους ἀποπεμπέμεν ἠδὲ δέχεσθαι. ὃ δὴ πρωθύστερόν ἐστι. πρῶτον γὰρ τὸ δέχεσθαι, εἶτα τὸ ἀποπέμπειν. (ῃερς. 307.) Ἰστέον δὲ ὅτι τὴν ῥηθεῖσαν τριακάδα οἱ ὕστερον Ἀττικοὶ ἔνην ἐκάλουν καὶ νέαν, ὡς εἴ τις εἴποι παλαιὰν καὶ νέαν. τὸ μὲν γὰρ τῆς τριακάδος ἤδη πως πεπαλαίωται συμπαροιχώμενον τῷ πεφθινηκότι μηνί. φασὶ γὰρ οἱ σχολιασταὶ, ἔνον καλεῖσθαι τὸ παλαιὸν καὶ παρῳχημένον, ὅθεν δηλαδὴ ἡ ἔνη δι' ἑνὸς ˉν, εἰ καί τινες διπλάζουσιν αὐτὸ, καθὰ ὑποδηλοῖ καὶ τὸ, ἔστ' ἔννηφι παρ' Ἡσιόδῳ, τὸ καὶ Ἰωνικῶς μὲν ψιλούμενον, παρά 2.204 τινων δὲ δασυνόμενον, οἳ καὶ τὸν ἔνον ἐδάσυνον. ἀλλ', ὅ περ ἐλέγετο προσεχῶς, τὸ μὲν τῆς τριακάδος, ὡς εἴρηται, ᾤχετο, τὸ δὲ νῦν ἀπήρξατο ἐν τῇ ἔνῃ, ἥ τίς ἐστι νουμηνία. ὅθεν καὶ μόσχος ἡ τοιαύτη λέγεται ἀρχὴ τοῦ μηνὸς παρὰ τῶν τινὶ παλαιῶν. ἐπίτηδες δὲ ὁ ποιητὴς τοιαύτην ἡμέραν τὴν καὶ ἐσομένην, ὡς ἐῤῥέθη, αὔριον ἐπελέξατο τῇ τοῦ Ὀδυσσέως ἐπανόδῳ, ἵνα τι σχοίη φιλοσοφήσειν ἐν τοῖς ἑξῆς καὶ περὶ ἡλιακῆς ἐκλείψεως, ἣ οὐκ ἐν ἄλλῳ γίνεται καιρῷ, ἀλλ' ἐν αὐτῇ συνόδῳ ἡλίου καὶ σελήνης. Ὅτι δὲ τὸ ἔνη καὶ νέα βούλεται λέγειν τὴν οἱονεὶ παλαιὰν καὶ νέαν, δηλοῖ καὶ ὁ κωμικὸς, ἔνθα παίζων φησὶ περὶ αὐτῆς, πῶς ἂν ἡ αὐτὴ γένοιτο γραῦς τε καὶ νέα γυνή; (ῃερς. 317.) Ὅτι ἀκούσασα ἤδη Πηνελόπη ἐκ τοῦ ξένου Ὀδυσσέως, ὡς τὸ κλέος αὐτῆς οὐρανὸν εὐρὺν ἱκάνει, φιλοτιμεῖται ἀγαθὴ φανῆναι αὐτῷ. ἔτι δὲ καὶ περιαυτολογεῖ ἠρέμα καὶ αὐτὴ, καθὰ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 232

καὶ πρὸ ὀλίγων ὁ ξεῖνος. γράφει γοῦν Ὅμηρος, ὡς ἐκέλευσε ταῖς ἀμφιπόλοις ἀπονίψαι τοῦτον καὶ κατευθεῖναι εὐνὴν, ἤτοι στρῶσαι. (ῃερς. 318.) ἣν δὴ εὐνὴν καὶ ἑρμηνεύων δέμνια φησὶ καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα, ὡς ἂν εὖ θαλπιόων ἢ ὑφὲν εὐθαλπιόων χρυσόθρονον ἠῶ ἵκηται. (ῃερς. 320.) ἠῶθεν δὲ μάλα ἦρι τουτέστιν ἐν ὄρθρῳ, καθὰ πολλαχοῦ κεῖται, λοέσσαι τε χρῖσαί τε· ἅ περ οἰκεῖα εἰς ξένου ὑποδοχὴν λέγεσθαι. (ῃερς. 322.) εἶτα ἐπάγει ἡ γυνὴ καὶ ἀπειλὴν κατὰ ἐπηρείας τῆς εἰς τὸν ξένον, εἰποῦσα· τῷ δ' ἄλγιον ὃς ἂν τοῦτον ἀνιάζῃ θυμοφθόρος, οὐδέ τι ἔργον ἐνθάδ' ἔτι πρήξει· ἢ καὶ ἄλλως, οὐδέ τοι ἔργον ἐνθάδε τι πρήξει μάλα περ κεχολωμένος αἰνῶς. (ῃερς. 325.) καὶ εὐθὺς ἐπισυνείρουσα περιαυτολογικῶς ὡς ἐῤῥέθη, ἔπαινον ἑαυτῆς φησί· πῶς γὰρ ἐμεῦ σὺ ξεῖνε δαήσεαι εἴ τι γυναικῶν ἀλλάων περίειμι νόον καὶ ἐχέφρονα μῆτιν, εἴ κεν ἀϋσταλέος κακὰ εἱμένος ἐν μεγάροισι δαινύῃ; (ῃερς. 328.) τούτοις δὲ ἐπιπλέκουσα καὶ γνωμικὸν προτρεπτικὸν εἰς πρᾳότητα φησίν· ἄνθρωποι δὲ μινυνθάδιοι τελέθουσιν· ὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ, τῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγε' ὀπίσω ζωῷ· αὐτὰρ τεθνεῶτί γ' ἐφεψιόωνται ἅπαντες· ὃς δ' ἂν δηλαδὴ ἐκ τοῦ ἐναντίου ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ, τοῦ μέν τε κλέος εὐρὺ διὰ ξεῖνοι φορέουσι πάντας ἐπ' ἀνθρώπους, πολλοὶ δέ μιν ἐσθλὸν ἔειπον. ὥς τε φησὶ κἀμοὶ τὸ κλέος ἐσθλὸν, εἰ οὕτω ποιῶ. ποιῶ δὲ πάντως, ὡς καὶ σὺ φῂς ὁ ξεῖνος· καὶ οὕτω μὲν αὐτὴ πειστικῶς. ὁ δὲ ξεῖνος Ὀδυσσεὺς ἀναίνεται τὴν ξενίαν αὐτῆς ταύτην, ἐν οἷς ἐρεῖ πιθανῶς. (ῃερς. 326.) Τὸ δὲ, περίειμι νόον καὶ ἐχέφρονα μῆτιν, μαρτυρεῖ καλῶς περίφρονα τὴν Πηνελόπην λέγεσθαι. (ῃερς. 325.) Τὸ δὲ δαήσεαι καινῶς γενικῇ συνέταξεν, εἰπών· πῶς γὰρ ἐμεῦ δαήσεαι. ποιεῖ δὲ τοῦτο καθ' ὁμοιότητα τοῦ εἰδέναι, ὃ καὶ αὐτὸ γενικῇ ποτὲ συντάσσεται. (ῃερς. 327.) Αὐσταλέος δὲ καὶ κατὰ διάλυσιν ἀϋσταλέος ὁ αὐχμῶν, ἀπὸ τοῦ αὔω, ἐξ οὗ καὶ ὁ αὐχμὸς καὶ ὁ αὐχμηρός. ἔοικε δὲ ἀπὸ τοῦ τοιούτου αὔω προϋπάρχειν δισύλλαβον παράγωγον καὶ ὁ αὐτὸς, ἐξ οὗ αὖθις ὁ αὐστηρὸς καὶ ὁ αὐσταλέος. πάντως δὲ αὐσταλέος ὁ μὴ λοεσσάμενος καὶ χρισάμενος. Ὁ δὲ κακὰ εἱμένος κακοείμων ἂν εἴη. (ῃερς. 329.) Ὁ δὲ ἀπηνέα εἰδὼς ἑτεροῖος τοῦ ἁπλῶς ἀπηνέος ἐστὶ, καὶ ὁ ἀμύμονα εἰδὼς τοῦ ἁπλῶς ἀμύμονος. ἀπηνέα μὲν γὰρ καὶ ἀμύμονα ἔργα οἶδεν ὁ περὶ τὰ τοιαῦτα ἤδη ἐπιστήμων. ἀπηνὴς δὲ καὶ ἀμύμων οὐκ ἐξ ἀνάγκης ὁ τοιοῦτος, ἀλλὰ καὶ ὁ μή πω τέλειος εἰς τὸ κακὸν, μηδὲ κατὰ τὸν ποιητὴν μαθὼν ἔργα κακά. (ῃερς. 331.) Περὶ δὲ τοῦ ἑψιᾶσθαι προείρηται ὅτι λοιδορίαν ἡ λέξις δηλοῖ· ὥστε τοιοῦτον καὶ τὸ ἐφεψιόωνται, ἀντὶ τοῦ λοιδοροῦνται, ἐμπαίζουσιν, ἐφήδονται. (ῃερς. 333.) Τὸ δὲ κλέος διαφορέουσιν ἀντὶ τοῦ διαφέρουσι, διακομίζουσι πανταχοῦ. ὅθεν καὶ συνδιαφέρειν τὸ συνυπομένειν. εἴρηται δὲ ὡς ἐκ μεταφορᾶς τῶν φορτηγῶν. ὁ μέντοι κωμικὸς ἐν τῷ διαφορήσω σε ἑτεροίαν δηλοῖ σημασίαν τῆς λέξεως, ᾧ καὶ ἡ συνήθεια ἕπεται. (ῃερς. 334.) Τὸ δὲ, πολλοί μιν ἐσθλὸν ἔειπον, ἀκριβῶς ἐῤῥέθη, ὡς μὴ δυνατὸν ὂν ὑπὸ πάντων ἐπαινεῖσθαι τινὰ, ὥς περ οὐδὲ γνωρίζεσθαι. (ῃερς. 337.) Ὅτι τραχυτέρου βίου ἐπιλογὴν δηλοῖ τὸ, ἤτοι ἐμοὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα ἤχθετο, ὅτε πρῶτον τόδε τι γέγονε. κείω δ', ὡς τὸ πάρος περ ἀΰπνους νύκτας ἴαυον. πολλὰς γὰρ δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ ἄεσα, ἤτοι ἀνέπνευσα, καί τ' ἀνέμεινα ἐΰθρονον Ἠῶ δῖαν, οὐδέ τί μοι ποδάνιπτρα ποδῶν ἐπιήρανα θυμῷ γίγνεται, οὐδὲ γυνὴ ποδὸς ἅψεται ἡμετέροιο. λέγει δὲ ταῦτα Ὀδυσσεὺς, ἐθέλων ἕως αὔριον ἐπὶ σχήματος μένειν, ἵνα μή ποθεν ὑποπτευθῇ, ὀκνῶν δὲ καὶ νίψασθαι διὰ τὸ κατὰ τῶν δμωΐδων βαρύνεσθαι. διὸ καὶ ἀπαρνεῖται γυναῖκα ποδὸς ἅψασθαι, αὐτοῦ δηλαδὴ, οὐχ' ἁπλῶς οὐδεμίαν· (ῃερς. 345.) ἀλλ' ἐκ τούτων, αἵ, φησι, δῶμα καταδρήστειραι ἔασιν, 2.205 εἰ μή τις γρηῦς ἐστὶ παλαιὴ κέδν' εἰδυῖα, (ῃερς. 347.) ἥ τις δὴ τέτληκε τόσσα φρεσὶν ὅσσα τ' ἐγώ περ, κατὰ τὸ ἀνάλογον καὶ δυνατὸν καὶ ἐγχωροῦν δηλαδή. πῶς γὰρ ἂν ἄλλως γυνὴ εὑρεθείη τετληκυῖα τόσα φρεσὶν ὅσα ὁ παρὼν ξένος; (ῃερς. 348.) τήνδε δ' ἄν, φησιν, οὐ φθονέοιμι ποδῶν Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 233

εἰπών· (ῃερς. 272.) ἄγει κειμήλια πολλὰ καὶ ἐσθλὰ αἰτίζων, ἄλλο τι ὂν παρὰ τὸ

πτωχεύειν. ἐκεῖνο γὰρ τῶν πάνυ ἀπόρων ἦν, οἷος Ὀδυσσεὺς ὁ φαινόμενος πτωχὸς

καὶ πρὸ αὐτοῦ ὁ Ἶρος. Ὅτι δὲ τὸἀγυρτάζειν καὶ ἀγείρειν λέγεται, δῆλον ἐκ τοῦ, (ῃερς.

293.) ὅσα ξυναγείρατ' Ὀδυσσεύς. (ῃερς. 288.) Τὸ δὲ, ὤμνυε πρὸς ἔμ' αὐτὸν, τοιοῦτόν

τι ὡς εἴ τις εἴπῃ, νὴ τὴν σὴν ἱερὰν κεφαλὴν, καὶ οἷος ὁ τῆς Ἥρας πρὸς τὸν ∆ία ὅρκος

ἐν Ἰλιάδι, ἐπομνυμένης τὸ αὐτοῦ κουρίδιον λέχος. (ῃερς. 296.) Περὶ δὲ ∆ωδώνης τῆς

πολυθρυλήτου καὶ προγέγραπται, καὶ ἐν τοῖς τοῦ περιηγητοῦ δὲ δηλοῦται. μέμνηται

δὲ αὐτῶν καὶ ἡ Ἰλιάς. (ῃερς. 285.) Ὅτι κερδαλέου ἀνθρώπου ἔπαινον ὁ ξεῖνος

Ὀδυσσεὺς ἑαυτῷ ἐπιλαλεῖἐν τῷ, ὣς περὶ κέρδεα πολλὰ κατὰ θνητῶν ἀνθρώπων,

καθὰ προεγράφη, οἶδ' Ὀδυσσεύς. οὐδ' ἄν τις ἐρίσειε βροτὸς ἄλλος. λέγει δὲ οὕτως ἐν

ἐπηκόῳ τῆς γυναικὸς, οἷα εὖ εἰδὼς ἑαυτόν. καὶ οὕτω λαλῶν τἀληθὲς καὶ νῦν περὶ

ἑαυτοῦ φιλοτίμως καὶ οὐδὲ ἔξω μεγαλοπρεπείας. (ῃερς. 286.) Ἰστέον δὲ ὅτι τὸ, οὐδ'

ἄν τις ἐρίσοι βροτῶν ἄλλος, διασαφητικόν ἐστι τοῦ, περίοιδε κέρδεα πολλά. ᾧ γὰρ

οὐκ ἄν τις ἐρίσειε κέρδεα εἰδότι, κέρδεα ἐκεῖνος περίοιδε. καὶ ἄλλως δὲ εἰπεῖν, ταυτά

εἰσιν ἄμφω. δῆλον γὰρ ὅτι ὁ τῶν ἄλλων περιττότερος εἰδέναι κέρδεα οὐδ' ἂν ἔχοι

τὸν ἐρίσοντα. (ῃερς. 301.) Ὅτι κεῖται χρονικὸν ἐνταῦθα τὸ ἄγχι, οἷον, ὣς ὁ μὲν,

οὕτως ἐστὶ σόος καὶ ἐλεύσεται ἤδη ἄγχι μάλα, τουτέστιν ἐγγὺς μετ' ὀλίγον. διὸ καὶ

ἑρμηνεύων ἐπάγει· (ῃερς. 302.) οὐδὲ δηρὸν ἀπεσσεῖται. Ὅτι δὲ Αἰολικὸν τὸ ἐσεῖται ἐκ

τοῦ ἐσῶ ἐσοῦμαι, ἐδηλώθη καὶ ἀλλαχοῦ. (ῃερς. 303.) Ὅτι τοὺς προδιασαφηθέντας

ὁρκωμοτικοὺς πέντε στίχους, οὓς φθάσας ἔφη πρὸ τούτων ὁ Ὀδυσσεὺς πρὸς

Εὔμαιον, ὧν ἀρχὴ τὸ, ἴστω νῦν Ζεὺς ἱστίη τ' Ὀδυσῆος καὶ ἑξῆς, λέγει καὶ νῦν πρὸς

τὴν γυναῖκα, διομνύμενος ὡς καὶ ἐκεῖ, (ῃερς. 307.) περὶ ἀκριβῆ τριακάδα σεληνιακοῦ

μηνὸς ἐλθεῖν τὸν Ὀδυσσέα οἴκαδε, ὁποία ἡ αὔριον· εἰ καὶ αὐτὸς ἀορίστως εἰπὼν,

ἐπέκρυψεν αὐτήν· ἡ Πηνελόπη δὲ, τοῦτο μὲν μὴ λογισαμένη, ἀποδεξαμένη δὲ εἰ καὶ

τοῦδε τοῦ λυκάβαντος ἐλεύσεται, ὑπισχνεῖται φιλότητά τε, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη,

πολλά τε δῶρα ἐξ ὧν ὁ ξένος μακαρίζοιτο ἄν. (ῃερς. 309.) ἐνταῦθα δὲ κεῖται καὶ ὁ

γˉαρ σύνδεσμος οὐκ αἰτιολογῶν, ἀλλὰ πάντῃ ἀργὸς ἐν τῷ, αἲ γὰρ τοῦτο ξεῖνε ἔπος

τετελεσμένον εἴη. (ῃερς. 312.) εἶτα καὶ δυσπιστοῦσα ἡ γυνὴ, ὃ καὶ ἐθέλει πάντως ὁ

Ὀδυσσεὺς, ἐπάγει δυσελπιστίας ῥήματα καὶ ψόγον οἴκου δυσοικονομήτου. φησὶ γάρ·

ἀλλά μοι ὧδ' ἀνὰ θυμὸν ὀΐεται, ἤγουν φαίνεται, ὡς ἔσεταί περ, οὔτ' Ὀδυσσεὺς ἔτι

οἶκον ἐλεύσεται οὔτε σὺ πομπῆς τεύξῃ. ἐπεὶ οὔ τοι σημάντορές εἰσιν ἐν οἴκῳ, οἷος

Ὀδυσσεὺς ἔσκε μετ' ἀνδράσιν, εἴ ποτ' ἔην γε, ξείνους αἰδοίους ἀποπεμπέμεν ἠδὲ

δέχεσθαι. ὃ δὴ πρωθύστερόν ἐστι. πρῶτον γὰρ τὸ δέχεσθαι, εἶτα τὸ ἀποπέμπειν.

(ῃερς. 307.) Ἰστέον δὲ ὅτι τὴν ῥηθεῖσαν τριακάδα οἱ ὕστερον Ἀττικοὶ ἔνην ἐκάλουν

καὶ νέαν, ὡς εἴ τις εἴποι παλαιὰν καὶ νέαν. τὸ μὲν γὰρ τῆς τριακάδος ἤδη πως

πεπαλαίωται συμπαροιχώμενον τῷ πεφθινηκότι μηνί. φασὶ γὰρ οἱ σχολιασταὶ, ἔνον

καλεῖσθαι τὸ παλαιὸν καὶ παρῳχημένον, ὅθεν δηλαδὴ ἡ ἔνη δι' ἑνὸς ˉν, εἰ καί τινες

διπλάζουσιν αὐτὸ, καθὰ ὑποδηλοῖ καὶ τὸ, ἔστ' ἔννηφι παρ' Ἡσιόδῳ, τὸ καὶ Ἰωνικῶς

μὲν ψιλούμενον, παρά 2.204 τινων δὲ δασυνόμενον, οἳ καὶ τὸν ἔνον ἐδάσυνον. ἀλλ',

ὅ περ ἐλέγετο προσεχῶς, τὸ μὲν τῆς τριακάδος, ὡς εἴρηται, ᾤχετο, τὸ δὲ νῦν

ἀπήρξατο ἐν τῇ ἔνῃ, ἥ τίς ἐστι νουμηνία. ὅθεν καὶ μόσχος ἡ τοιαύτη λέγεται ἀρχὴ

τοῦ μηνὸς παρὰ τῶν τινὶ παλαιῶν. ἐπίτηδες δὲ ὁ ποιητὴς τοιαύτην ἡμέραν τὴν καὶ

ἐσομένην, ὡς ἐῤῥέθη, αὔριον ἐπελέξατο τῇ τοῦ Ὀδυσσέως ἐπανόδῳ, ἵνα τι σχοίη

φιλοσοφήσειν ἐν τοῖς ἑξῆς καὶ περὶ ἡλιακῆς ἐκλείψεως, ἣ οὐκ ἐν ἄλλῳ γίνεται

καιρῷ, ἀλλ' ἐν αὐτῇ συνόδῳ ἡλίου καὶ σελήνης. Ὅτι δὲ τὸ ἔνη καὶ νέα βούλεται

λέγειν τὴν οἱονεὶ παλαιὰν καὶ νέαν, δηλοῖ καὶ ὁ κωμικὸς, ἔνθα παίζων φησὶ περὶ

αὐτῆς, πῶς ἂν ἡ αὐτὴ γένοιτο γραῦς τε καὶ νέα γυνή; (ῃερς. 317.) Ὅτι ἀκούσασα ἤδη

Πηνελόπη ἐκ τοῦ ξένου Ὀδυσσέως, ὡς τὸ κλέος αὐτῆς οὐρανὸν εὐρὺν ἱκάνει,

φιλοτιμεῖται ἀγαθὴ φανῆναι αὐτῷ. ἔτι δὲ καὶ περιαυτολογεῖ ἠρέμα καὶ αὐτὴ, καθὰ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

232

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!