18.07.2013 Views

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

δῆλον δ' ὅτι καὶ δίπλακα δημὸν ἐν Ἰλιάδι φησὶν ὁ ποιητής. Χιτὼν δὲ τερμιόεις ὁ

σύμμετρος καὶ εὐτερμάτιστος καὶ μήτε ἐνδέων μήτε ὑπέρμετρος ὢν, καθὰ καὶ ἀσπὶς

τερμιόεσσα ἡ τοιαύτη. ἕτεροι δὲ τερμιόεντα φασὶ τὰ ποδήρη. λέγει δὲ καὶ Ἡσίοδος

τερμιόεντα χιτῶνα γεωργῷ πρέποντα, ὅλῳ τῷ σώματι συναπαρτιζόμενον. Ἡ δὲ τοῦ

Εὐρυβάτου ἔκφρασις πάνυ καὶ σαφὴς καὶ σύντομος, ἑνὶ ἔπει ἐμπεριγραφομένη διὰ τὸ

πρὸς εἰδυῖαν τὴν Πηνελόπην λέγεσθαι. (ῃερς. 246.) Γυρὸς δὲ ὁ στρογγύλους ἔχων

ὤμους, ὑπόκυρτος, οὐκ εὐμήκης. οἱ δὲ παλαιοί φασιν ὅτι γυροὶ λέγονται καὶ οὗ τὰ

φυτὰ ἐμβάλλουσι, καὶ ὅτι ἐκ τοῦ γυρὸς ὀξυτόνου καὶ γυρῖνοι, βάτραχοι γυροὶ τὸ

σχῆμα παρ' Ἀττικοῖς μήπω πόδας ἔχοντες. Ἴωνες δὲ κατὰ Παυσανίαν γερίνους τοὺς

τοιούτους φασίν. Ὅτι δὲ γύρος βαρυτόνως οὐ μόνον κοινότερον ὁ κύκλος, ἀλλὰ καί

τι πλακοῦντος εἶδος, δηλοῖ καὶ Ἀθήναιος ἐν τῷ, γύρος, πλακοῦς, τῷ σχήματι

μαστοειδὴς, ᾧ ἐχρῶντο Λάκωνες πρὸς γυναικῶν ἑστιάσεις. Οὐλοκάρηνος δὲ ὁ παρὰ

Ἡροδότῳ οὐλόθριξ, καὶ ἔστιν ἐκεῖνο τοῦ παρ' Ὁμήρῳ σαφέστερον. τοῦτο γὰρ διὰ τοῦ

ὅλου τὸ μέρος ἔφρασεν· οὐ γὰρ τὸ κάρηνον οὖλον, ἀλλ' αἱ περὶ τὸ κάρηνον τρίχες.

(ῃερς. 247.) Εὐρυβάτης δὲ ἦν καὶ τῷ Ἀγαμέμνονι κῆρυξ. ἀμφότεροι δὲ φερωνύμως

ἐκαλοῦντο παρὰ τὸ εὐρὺ βάζειν, ὃ κηρύκων ἐστὶν ἀρετή. λέγεται δέ τις καὶ Ἐφέσιος

ἐν τοῖς ὕστερον Εὐρυβάτης, πονηρὸς ἀνὴρ, ὁ καὶ Εὐρύβατος, ἐξ οὗ καὶ τὸ

πονηρεύεσθαι εὐρυβατεύεσθαι παροιμιάζεται. καὶ ἔστι τις αὐτοῦ μνήμη καὶ ἐν

ἐξηγήσει τῶν εἰς τὸ τέλος τοῦ Ἑρμογένους. δοκεῖ δέ τι πρὸς πονηρίαν τῷ τοιούτῳ

Εὐρυβάτῃ συμβαλέσθαι καὶ ἡ πατρὶς Ἔφεσος, ἀφ' ἧς καὶ παροιμία τὸ, Ἐφέσια

γράμματα, ἐπὶ τῶν ἀσαφῆ τινὰ λαλούντων καὶ δυσπαρακολούθητα. ἐπῳδαὶ γάρ

τινές, φασιν, ἐκεῖνα ἦσαν, ἃς καὶ Κροῖσος ἐπὶ τῆς πυρᾶς εἰπὼν ὠφελήθη. καὶ ἐν

Ὀλυμπίᾳ δέ φασι Μιλησίου τινὸς καὶ Ἐφεσίου παλαιόντων τὸν Μιλήσιον μὴ

δύνασθαι παλαίειν διὰ τὸ τὸν ἕτερον περὶ τῷ ἀστραγάλῳ ἔχειν τὰ Ἐφέσια γράμματα,

ὧν γνωσθέντων καὶ λυθέντων τριακοντάκις τὸ ἐφεξῆς πεσεῖν τὸν Ἐφέσιον. 2.202

Παυσανίας δέ φησιν ἐν τῷ κατ' αὐτὸν ῥητορικῷ λεξικῷ καὶ ὅτι φωναὶ ἦσαν τὰ

Ἐφέσια γράμματα, φυσικὸν ἐμπεριέχουσα νοῦν ἀλεξίκακον, ἃς καὶ Κροῖσον ἐπὶ

πυρᾶς φησὶ καὶ αὐτὸς εἰπεῖν, καὶ ὅτι ἀσαφῶς καὶ αἰνιγματωδῶς δοκεῖ ἐπὶ ποδῶν καὶ

ζώνης καὶ στεφάνης ἐπιγεγράφθαι τῆς Ἀρτέμιδος τὰ τοιαῦτα γράμματα. ἄλλοι δὲ

φάμενοι, ὅτι Ἐφέσιος ὁ πονηρὸς Εὐρύβατος ἢ τῶν Κερκώπων ὁ ἕτερος, φασὶ καὶ ὅτι

Εὐρύβατος ὕστερον παροιμία ἐπὶ τῶν πονηρῶν, ἀπὸ τοῦ πεμφθέντος εἰς

Πελοπόννησον ὑπὸ Κροίσου μετὰ χρημάτων ἐπὶ ξενολογίᾳ, ὥς φησιν Ἔφορος, εἶτα

μεταβαλομένου πρὸς Κῦρον τὸν τοῦ Κροίσου ἐχθρὸν καὶ προδεδωκότος τά τε

ἀπόῤῥητα καὶ τὰς Σάρδεις. ὡς δὲ καὶ κλέπτης ἦν Εὐρύβατος ἢ ὁ ῥηθεὶς ἢ καὶ ἕτερός

τις, ἡ ἱστορία δηλοῖ. καθειρχθεὶς γάρ, φασι, πολλάκις καὶ διαδρὰς, εἶτα πάλιν ἁλοὺς,

καὶ παρακαλούμενος ἐπιδείξεσθαι, ὅπως διεδίδρασκε, τὰς ἐγκεντρίδας

ὑποδησάμενος καὶ σπόγγους λαβὼν καὶ ἀναῤῥιχώμενος διὰ τοῦ τείχους τῆς εἱρκτῆς,

οἷα δῆθεν δεικνὺς οὕτω φεύγειν, ὡς τοῦ ἄκρου γέγονε καὶ τὸν ὄροφον τῆς οἰκίας

ἐξεῖλε, βλεπόμενος καὶ καταπλήττων κατεπήδησεν ἔξω καὶ ᾤχετο ἐν ὅσῳ οἱ

φύλακες περιῄεσαν ὅπως ἴδοιεν αὐτὸν κατιόντα. εἰ δὲ καὶ πλείους ἦσαν Εὐρύβατοι,

περιεργάσασθαι μὲν τὸ κατ' αὐτοὺς πλῆθος οὐκ ἀνάγκῃ, ἁπλῶς δὲ εἰπεῖν, ὅτι

πλείονες ἐγένοντο, καθὰ δηλοῖ ὁ γράψας τὸ, ἠδ' ὅσσα προτέροισιν ἀείδεται

Εὐρυβάτοισι, προσεπειπεῖν δὲ καὶ ὡς πάντες πανοῦργοι ἀπέβησαν. διὸ καὶ καθὰ ὁ

μῦθος τὸν ∆ία ἔπλασε πολλάκις μορφούμενον ἄλλοτε ἄλλως ἐπὶ δόλῳ, οὕτω, φασὶ,

καὶ Ἀριστοφάνης ἐν ∆αιδάλῳ ὑποθέμενος αὐτὸν εἰς πολλὰ μεταβαλλόμενον καὶ

πανουργοῦντα φησίν· ἤδη τις ὑμῶν οἶδεν Εὐρύβατον ∆ία; ὡς τοῦ Εὐρυβάτου δηλαδὴ

ποικίλου ὄντος πονηρεύεσθαι. προεδηλώθη δὲ καὶ τοὺς Κέρκωπας πανούργους εἶναι

καὶ ἀπατηλοὺς, οἵ τινες ἄρα καὶ ἦσαν ἐκεῖνοι, εἴτε οἱ ἐξ Ὠκεανοῦ καὶ Θείας εἶναι

μυθευόμενοι, εἴτε καὶ ἕτεροι. οὓς καὶ ἀπολιθωθῆναι φασὶ διὰ τὸ ἐπιχειρεῖν ἀπατῆσαι

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

230

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!