18.07.2013 Views

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἀφιεῖσαν δὲ ἄνετα, ὡς καὶ προεδηλώθη τὰ δεξιά. (ῃερς. 225.) Οὔλην δὲ καὶ νῦν ἢ τὴν

συνεστραμμένην λέγει καὶ εὔκλωστον, ἢ τὴν ὅλην καὶ ὑγιῆ, ἢ τὴν ἁπαλήν. τινὲς δὲ

τὸ οὔλην συνάπτοντες μετὰ τοῦ πορφυρέην φασὶν ἄμφω δηλοῦν τὴν ὁλοπόρφυρον.

οὖλον γὰρ πάντως που καὶ τὸ ὅλον. Τὸ δὲ ἔχε δῖος Ὀδυσσεὺς ἀντὶ τοῦ, ἐφόρει· ἐξ οὗ

τὸ ἀμπέχειν γίνεται. (ῃερς. 226.) Εἰς δὲ τὸ διπλῆν γράφουσιν οἱ παλαιοὶ, ὅτι διπλοῦν

μὲν κατὰ τὸ μέγεθος· ἱμάτιον γὰρ πτυσσόμενον διπλοῦν λέγεται· διπλάσιον δὲ κατὰ

ἀριθμόν. οὕτω γοῦν διπλάσια χρήματα λέγονται. τοῦτο δὲ συντελεῖ καὶ εἰς τὸ,

τριπλῇ τετραπλῇ τ' ἀποτίσομεν. (ῃερς. 227.) Αὐλοὶ δέ, φασι, ἐνταῦθα ῥαβδοειδεῖς

τινὲς ἀνατάσεις εὐθεῖαι, εἰς ἃς κατακλείονται αἱ περόναι, ἃς διὰ τοῦτο καὶ κληΐδας

ἐϋγνάμπτους ἔφη πρὸ μικροῦ. ∆ίδυμοι δὲ οἱ τοιοῦτοι ἀντὶ τοῦ, διπλαῖ ἢ συμφυεῖς

ταῖς περόναις. ∆αίδαλον δὲ τὸ δαίδαλμα, τὸ ποίκιλμα, συγκοπὲν ἐκ τοῦ δαιδάλεον.

(ῃερς. 228.) Τὸν δὲ ἑλλὸν καὶ νεβρὸν ὑποκαταβὰς ἔφη, ὃ δηλοῖ νεογνὸν ἔλαφον,

νεωστὶ βορὸν ἢ βορᾶς ἁπτόμενον. Περὶ δὲ τοῦ ἑλλὸς ἰχθὺς ζητητέον ἐν ἄλλοις.

Προτέρους δὲ πόδας ἢ τοὺς τοῦ κυνὸς λέγει ἢ τὸ πρόσθιον μέρος τῶν ποδῶν τοῦ

Ὀδυσσέως. (ῃερς. 229.) Τὸ δὲ λάων Ἀρίσταρχος μὲν ἀντὶ τοῦ ἀπολαύων, ἀφ' οὗ καὶ

λαιμὸς καὶ λαυκανία καὶ αὐτὸ τὸ ἀπολαύειν πλεονασμῷ τοῦ ˉυ ὅθεν καὶ τὸ, λάε

νεβρὸν ἄγχων, ἤγουν ἀπέλαυεν, ἐτρύφα· ἕτεροι δὲ, ὧν καὶ Κράτης, ἀντὶ τοῦ βλέπων,

οὗ κατὰ στέρησιν ὁ ἀλαός· ἄλλοι δὲ ὑλάων ἤγουν ὑλακτῶν ὡς 2.201 ἐν σχήματι

χάσκοντος, ἀφαιρεθέντος τοῦ ˉυ. ἀλλ' εἰ τοῦτο, πῶς ὁ χάσκων κύων εἶχε τὸν ἑλλόν;

Τὸ δὲ θαυμάζεσκον παρασημείωσίς ἐστι τοῦ θαυμαστὸν ἀληθῶς εἶναι, διαφορὰς

ζῴων ἐν μονοειδεῖ χρώματι διαφαίνεσθαι. τοιοῦτον δέ τι καὶ τὸ, πολλαὶ αὐτὸν

ἐθηήσαντο γυναῖκες. ἐκεῖνο δὲ καὶ εἰς ἔπαινον τῆς Πηνελόπης κεῖται, ἧς ἔργον εἶναι

δοκεῖ ὁ χιτών. (ῃερς. 230.) Τὸ δὲ χρύσεοι ὄντες, ὁ μὲν λάεν, ὁ δὲ ἤσπαιρεν, ὅμοιόν

ἐστι τῷ, οἱ δὲ δύο σκόπελοι, ὁ μὲν τοιόσδε, ὁ δὲ τοιόσδε. (ῃερς. 233.) Κρομύου δὲ

λοπὸς, λέπυρον, παρὰ τὸ λέπω. καὶ τούτου οὐ χλωροῦ· παχὺς γὰρ ὁ τοιοῦτος· ἀλλὰ

ἰσχαλέου. τοῦτο δέ, φασι, πρὸς τὸ εὔτονον ἐῤῥέθη τοῦ χιτῶνος καὶ ἰσχνόν. ὁ γὰρ

χλωρὸς λοπὸς οὐκ εὐτόνως ἔχει. Ἰστέον δὲ, ὅτι τε τὸ ῥηθὲν λέπυρον καὶ λεπύχανόν

φασιν εὑρῆσθαι παρὰ Θεοπόμπῳ τῷ κωμικῷ, εἰπόντι ὡς ἐκ προσώπου τοῦ Ὀδυσσέως

τό· χιτῶνά μοι φέρων δέδωκας δαίδαλον, ὃν ἤκασεν ἄρισθ' Ὅμηρος κρομύου

λεπυχάνῳ. τὸ δ' αὐτὸ καὶ λόπισμα εἴρηται. εἰ δὲ καὶ τὸ λόπιμον κάρυον παρ'

Εὐβοεῦσιν, ὃ μετεξέτεροι κάρυον καλέουσι κατὰ Νίκανδρον, τῆς αὐτῆς ἐστὶ

σημασίας, οὐκ ἔστιν ἐνστῆναι στερεῶς. Τοῦ δὲ λέπειν, ἐξ οὗ καὶ τὸ λέμμα καὶ ἡ λεπὰς

καὶ ἡ λεπρὰς καὶ ὁ λεπηρὸς καὶ ἐν συγκοπῇ λεπρὸς καὶ ἡ λεπὶς καὶ ὁ ἀλέπιστος καθά

τις εἶπεν ἰχθὺς καὶ ἡ τὸν καυλὸν ἀπολελεμμένη θρίδαξ, χρῆσις μὲν καὶ ἐν τῇ Ἰλιάδι,

ἔτι δὲ καὶ παρὰ τῷ εἰπόντι τὸ, μάζης μελαγχρῆ μερίδα λαμβάνων λέπει, ἤγουν

ἐκλεπίζει. εἰκὸς δὲ καὶ τὴν λοπάδα τοιαύτης εἶναι συστοιχίας διὰ τὸ τῆς πλάσεως οὐ

παχὺ ἀλλὰ ὡς εἰπεῖν λεπτόν· ὃ δὴ καὶ αὐτὸ ἐκ τοῦ λέπω γίνεται. Ἔτι ἰστέον καὶ ὅτι

οὐδὲ τὸ λέπαδνον ἀπήλλακται τοιαύτης παραγωγῆς, καὶ ὅτι τὸ λέπω οὐ μόνον

ἀντεγκείμενον, ὡς ἐῤῥέθη, ἔχει τὸ ˉο ἐν τῷ κινεῖσθαι, ἀλλὰ καὶ τὸ ˉε φυλάσσει, ὡς

καὶ ἐν τῷ λέπας ἡ ὀρεινὴ τραχύτης, καὶ λέπος· οἷον, οὐδενὸς γάρ πώ ποτ' ἀπέβαλεν

ὀσπρίου λέπος. καὶ ὅτι ἐκ τοῦ Ὁμηρικοῦ λοποῦ ἐκτάσει καὶ λώπιον τὸ ἱμάτιον, ὅθεν

λωποδύτης, ὁ καὶ χλαινοθήρας. καὶ ὅτι πρωτότυπον τοῦ ὕστερον ἰσχναλέου τὸ

Ὁμηρικὸν ἰσχαλέον, ἀπὸ τοῦ ἴσχω γενόμενον, ἐξ οὗ καὶ ἰσχὰς τὸ ἰσχνὸν σῦκον.

(ῃερς. 240.) Τὸ δὲ, ἐπεὶ πολλοῖς Ὀδυσσεὺς ἔσκε φίλος, ὁμοιοῦται πρὸς τὸ, ἐπεὶ

κἀκεῖνος ἐπίστροφος ἦν ἀνθρώπων. Ἀνεπαχθὴς δὲ καὶ ἀνεμέσητος Ὀδυσσεὺς νῦν τε

παρὰ τῇ γυναικὶ ἑαυτὸν ἐπαινῶν κατὰ καιρὸν ἐπὶ πείρᾳ καὶ μετ' ὀλίγα δὲ, ἔνθα φησὶ

θεοῖς ἐναλίγκιον αὐτὸν λέγεσθαι, καὶ αὖ πάλιν, ἔνθα κέρδεα πολλὰ κατὰ θνητῶν

ἀνθρώπων εἰδέναι λέγει. (ῃερς. 241.) Ἡ δὲ δίπλαξ ἢ ἡ αὐτή ἐστι τῇ ἐν Ἰλιάδι

μαρμαρέῃ δίπλακι, ἢ κατὰ τὴν ἀνωτέρω ῥηθεῖσαν χλαῖναν πορφυρέην διπλῆν.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

229

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!