18.07.2013 Views

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

κοινὸν πάσης νήσου ἐπίθετον, ἐπεὶ καὶ πᾶσαι ἀμφίαλοι. ἴσως δὲ καὶ τὸ πέριξ ἐντὸς

πολύϋδρον τῆς νήσου δηλοῖ, οὗ χάριν καλή ἐστι καὶ πίειρα. (ῃερς. 174.) Τὸ δὲ

ἀπειρέσιοι διασάφησίς ἐστι καὶ ἐπίτασις τοῦ πολλοί. Ἐνενηκοντάπολις δὲ νῦν Κρήτη

ἡ ἐν Ἰλιάδι ἑκατόμπολις κατὰ περιπέτειαν. ἀναστατωθῆναι γάρ φασι δέκα πόλεις

ὑπὸ Ἰδομενέως ἐπανελθόντος ἐξ Ἰλίου, ὅτε Λεῦκος αὐτὸν ἀπήλαυνεν· ὃν θετὸν

παῖδα ὄντα φύλακα τῆς βασιλείας κατέλιπε, δράκοντα θρεπτὸν, ὡς ὁ Λυκόφρων

φησί. τὰς δὲ τοιαύτας δέκα πόλεις προσκτισθῆναι φασὶν ὕστερον μετὰ τὰ Τρωϊκά.

καὶ οὕτω μέν τινες συνεβίβασαν τὴν ἐν Ἰλιάδι μὲν ἑκατόμπολιν, ἐνταῦθα δὲ

ἐνενηκοντάπολιν. ἕτεροι δὲ οὐχ' ὡρισμένως ἐκεῖ νοοῦσι τὴν ἑκατόμπολιν, ἀλλ'

ἁπλῶς τὴν πολύπολιν. καὶ εἴωθεν οὕτω ποτὲ λαμβάνεσθαι τὸ ἑκατὸν διὰ τὸ

πρεσβεῖον τοῦ ἐντελοῦς ἀριθμοῦ κατὰ τὸ, ἑκατὸν θύσανοι, καὶ ἑκατὸν πόλεων

πρυλέεσιν, ὥς τε ἑκατόμπολις Κρήτη ἡ πολύπολις, ἢ καὶ ἀληθῶς ἑκατὸν ἔχουσα

πόλεις ὥς πέρ ποτε καὶ ἡ Λακωνική. νῦν δέ ἐστι πυθέσθαι τοῦ χρόνου πού ποτε τὰς

πλείους ἀπήγαγεν, Ἁρπυίαις κελεύσας ἀνερείψασθαι. Ὅτι δὲ κατὰ τὴν ἐπὶ Λεύκῳ

ἱστορίαν ἐδυστύχησαν καὶ ἄλλαι βασιλεῖαι, δῆλον ἐξ ὧν καὶ Αἴγισθος ἐν τοῖς

Ἀγαμέμνονος δόμοις πεπλημμέληκε. καὶ Σθένελος δὲ ὁ Κομήτου ἐν τοῖς τοῦ

∆ιομήδους. θρυλοῦνται δὲ καὶ δοῦλοι ὕστερον Σκυθικοὶ τοῖς δεσπόταις

στρατευσαμένοις που πράγματα παρασχόντες ἐν τῷ ἐπανελθεῖν. καὶ τοιαῦτα μὲν

ταῦτα. (ῃερς. 175.) Ἐν δὲ τῷ, ἄλλη δ' ἄλλων γλῶσσα, τὴν διάλεκτον γλῶσσαν λέγει,

ἐξ ὀργάνου αὐτῆς δηλῶν τὸ ἀποτελούμενον, τὴν φωνήν. Ἔνθα φασὶν οἱ παλαιοὶ

πλάττειν τὸν Ὀδυσσέα τὴν τῶν γλωσσῶν ἀνάμιξιν, ἵνα μὴ ἐλεγχθῇ ὡς μὴ τῇ τῶν

Κρητῶν γλώσσῃ χρώμενος ἢ χαριζόμενος. Τὸ δὲ Ἀχαιοὶ καὶ οἱ ἑξῆς, ἑρμηνεία ἐστὶ

τοῦ, ἄλλη δ' ἄλλων γλῶσσα. εἰσὶ γὰρ ἄλλοι οἱ Ἀχαιοὶ καὶ οἱ μετ' αὐτοὺς ῥηθέντες, ἐξ

ὧν συγκροτεῖται τὸ πολύγλωσσον. Μυκηναίους δέ τινες ἐνταῦθα φασὶ τοὺς Ἀχαιοὺς,

εἰπόντες ὡς μετὰ τὰ Ἰλιακὰ Ταλθύβιος ἐκ Μυκηνῶν ἤγαγεν ἐκεῖ ἀποικίαν. (ῃερς.

176.) Ἐτεόκρητες δὲ οἱ ἀληθῶς ἢ ἀληθεῖς Κρῆτες, εἰ καὶ ἄλλως Κρῆτες ἀεὶ ψεῦσται,

ὡς καὶ προείρηται. αὐτόχθονες οὖν οἱ Ἐτεόκρητες, Ἰθαγενεῖς, γνήσιοι τῆς χώρας,

λεχθέντες Ἐτεόκρητες ὡς πρὸς τοὺς ἐπήλυδας, καθὰ καὶ τῷ γεωγράφῳ δοκεῖ. δῆλον

δὲ ὡς πρὸς ὁμοιότητα τοῦ Ἐτεόκρητες καὶ οἱ Ἐτεοβουτάδαι συντέθεινται.

Μεγαλήτορας δὲ τοὺς Ἐτεόκρητας λέγει διὰ τὸ ἀνδρείους εἶναι ὡς ἡ συχνὴ πεῖρα

ἐδήλωσε. Κύδωνες δὲ ἀπὸ Κύδωνός, φασι, τοῦ Ἀπόλλωνος, περὶ ὧν καὶ ἀλλαχοῦ

δηλοῦται. εἰ δ' οὗτος ἐστὶ καὶ ὁ παροιμιαζόμενος κατὰ τὸ, ἀεί τις ἐν Κύδωνος διὰ τὴν

κατ' ἐκεῖνον φιλοξενίαν, οὐ πάνυ δῆλον. Ὅτι δὲ κάλλους σχῆμα τὸ, ἐν μὲν Ἀχαιοὶ

καὶ ἑξῆς, καθὰ καὶ τὸ, ἐν δ' ἵμερος ἐν δ' ὀαριστὺς, πάρφασις καὶ τὰ τοιαῦτα, οὐκ

ἄδηλόν ἐστι. ∆ωριεῖς δὲ οὗτοι ἄποικοι τῆς τῶν ∆ωριέων χώρας, ἧς μοῖραν ἔσχε καὶ ἡ

τῶν Σικελῶν γῆ καὶ ἄλλαι δὲ πόλεις τῶν περὶ τὰς ἐκεῖ χέρσους. Τριχάϊκες ∆ωριεῖς,

ἐπεί περ οἱ μὲν Εὔβοιαν, οἱ δὲ Πελοπόννησον, οἱ δὲ Κρήτην ᾤκησαν. ἕτεροι δὲ τοὺς

πολεμικούς φασι καθ' ὁμοιότητα τοῦ, κορυθάϊκι πολεμιστῇ. οὗ δηλαδὴ αἱ τῆς

περικεφαλαίας τρίχες αἴσσουσι, τουτέστι σείονται, κατὰ πόλεμον, ὡς δοκεῖν οὕτω τὸ

τριχάϊκι πολεμιστῇ ἀναγινώσκεσθαι καθ' ὑφέν. ἄλλοι δὲ τοὺς τριλόφους φασὶν, οἷς

λόφοις τρίχες ἔνεισιν. εἰσὶ δὲ οἳ καὶ κούφους ὀρχηστὰς εἶπον τοὺς τριχάϊκας. ἐπεὶ καὶ

ἀρετὴ Κρητῶν ἡ κατὰ πόλεμον ὀρχηστική. ὁ δὲ γεωγράφος οὕτω καλεῖσθαι μόνους

τοὺς κατὰ τὴν Κρήτην ∆ωριεῖς ἐμφαίνων δηλοῖ ὀνομασθῆναι οὕτω οὐ μόνον διὰ

τριλοφίαν καὶ ὅτι τρίχινοι αὐτοῖς οἱ λόφοι, ἀλλὰ καὶ διότι ἐκ Παρνασοῦ ἐλθόντες

τρεῖς πόλεις ᾤκισαν. Πελασγοὺς δέ γέ φασι νῦν λέγεσθαι τοὺς μετὰ Κερκάφου εἰς

Κρήτην ἀποικισθέντας ἐκ τῆς Φθιώτιδος. Περιώνυμον δὲ τὸ τῶν ἁπλῶς Πελασγῶν

φῦλον καὶ πολυσπερὲς 2.198 διὰ τὸ πλανητικόν. καὶ δηλοῦται περὶ αὐτῶν καὶ ἐν τοῖς

τοῦ περιηγητοῦ, ἔνθα τι ἐῤῥέθη καὶ περὶ Κνωσσοῦ, ἣν μεγάλην πόλιν ὁ ποιητὴς

ἐπιθετικῶς λέγει, οὐ μὴν κατὰ τὴν ἐν Πελοποννήσῳ, ὑφὲν κυριωνύμως οὕτω

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

225

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!