Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ... Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

παρὰ τοῖς ἄρτι τῇ τοῦ ζῆν μειώσει παρωνομάζεσθαι δοκεῖ, ὡς οἷον ζήμιός τις ὢν διὰ τὸ τιμωρεῖν. διὸ καὶ ἄνδραγχοι πρὸς διαστολὴν τῶν πάλαι ἀγαθῶν δημίων ἐκαλοῦντο, ὡς ἄνδρας ἄγχοντες, οὐ μὴν δῆμον ὠφελοῦντες κατὰ τοὺς ἀρχαίους. κατὰ δὲ τὴν σύνθεσιν τῶν Ὁμηρικῶν δημιοεργῶν ἔφη καὶ ὁ κωμικὸς τὰ δημιόπρατα. Σημείωσαι δὲ, ὡς λέξις αὕτη ταπεινὴ, ἡ τοῦ δημιουργοῦ δηλαδὴ, καὶ θεία εὐμεθόδως γίνεται παρὰ τοῖς δημιουργὸν τοῦ κόσμου τὸ θεῖον εἰποῦσι. τοιοῦτον δὲ σὺν ἄλλοις πολλοῖς καὶ τὸ τὸν κόσμον σκάφος εἰπεῖν οὕτως ἢ ἄλλως περιαγόμενον. ὅμοιον δέ τι καὶ τὸ, ἀστραπὰς ἐκπυρηνιζομένας νεφῶν φάναι. καὶ ὁ πυρὴν γὰρ τὸ φαυλότατον εἰς μέγιστον ἐνταῦθα ὕψωται τῇ τροπῇ. (ῃερς. 136.) Ἐν δὲ τῷ, Ὀδυσῆα ποθεῦσα φίλον κατατήκομαι ἦτορ, ἀμφίβολον εἴτε πρὸς τὸν Ὀδυσσέα εἴτε πρὸς τὸ ἦτορ κολλητέον τὸ φίλον. Περὶ δὲ τοῦ τολυπεύειν ἱκανῶς ἀλλαχοῦ προδεδήλωται. (ῃερς. 138.) Τὸ δὲ, ἐμπνέειν θεὸν φρεσὶ, φιλοσόφως δηλοῖ τὸ, τὰ κατ' ἀνθρώπους θειότερον γίνεσθαι. (ῃερς. 160.) Τὸ δὲ, ἤδη γὰρ ἀνὴρ οἷος οἴκου ὀλβίου κήδεσθαι, ἐπαινετικώτερον τοῦ, ἤδη παῖς τοῖος Ἀπόλλωνός γε ἕκητι καὶ ἑξῆς. (ῃερς. 161.) Ὀπάζειν δὲ οὐ μόνον τὸ παρέχειν, ὡς καὶ νῦν, ἀλλ' ἔστιν ὅτε καὶ τὸ διώκειν. (ῃερς. 162.) Ὅτι ἐξέφυγε μὲν, οἷα εἰκὸς, Ὀδυσσεὺς εἰπεῖν ὡς ἠρωτήθη, τίς καὶ πόθεν καὶ τίνων ἐστίν. ἡ δὲ Πηνελόπη ἔγκειται καὶ οὐκ ἀφίησιν αὐτὸν μὴ εἰπεῖν, ἀλλ' ἐντρέπουσα τὸν ῥήτορα ἐκ τῶν κατ' αὐτὴν λέγει μονονουχί· ὡς ἐπεί περ ἐγὼ πολύστονος οὖσα ἐξεθέμην τὰ κατ' ἐμὲ, οὕτως ἂν καὶ αὐτὸς ποιήσῃς, καὶ οὐδέν σε ὀνήσει πρὸς τὸ σιγῆσαι, εἰ πολλὰ ἔπαθες. φησὶν οὖν· ἀλλὰ καὶ ὥς μοι εἰπὲ τεὸν γένος ὁππόθεν ἐσσί· οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου, ἢ παλαιφάγου, ὡς καὶ ἐν Ἰλιάδι δηλοῦται, οὐδ' ἀπὸ πέτρης. (ῃερς. 165.) καὶ Ὀδυσσεὺς δεικνὺς ὡς οὐχ' ἑκὼν λαλήσει, φησὶ γὰρ, οὐκέτ' ἀπολλήξεις, ἢ καὶ δι' ἑνὸς ˉλ ἀπολήξεις, τὸν ἐμὸν γόνον ἐξερέουσα, διηγήσεται καὶ πρὸς αὐτὴν τὰ Κρητικὰ ψεύδη, 2.195 γόνον εἰπὼν αὐτὸς ὅ περ ἡ Πηνελόπη γένος εἶπε, τουτέστι τὴν γενεὰν ἢ τὴν γέννησιν. (ῃερς. 163.) Ἐν τούτοις δὲ ὅρα ὅτι τὴν δρυὸς γενικὴν συστέλλει Ὅμηρος, εἰ καὶ ἡ εὐθεῖα ἐκτεταμένον ἔχει τὸ δίχρονον. τοῦτο δὲ γίνεται καὶ ἐπὶ τοῦ σῦς συὸς καὶ μῦς μυὸς, καὶ ἐπὶ ἄλλων δέ. φησὶ γοῦν Ἡρῳδιανὸς, ὅτι τὸ ˉυ ἐπ' εὐθείας ἐκτεινόμενον φιλεῖ συστέλλειν τὰς ἄλλας πτώσεις, καὶ οὐ μόνον ἐν τῷ πῦρ πυρὸς, ἀλλὰ καὶ ἐν τῷ, ἰχθύος, δρυὸς, ἰσχύος. Ὅτι δὲ οὐ μόνον δρῦς καὶ τὰ κατ' αὐτὸ περισπῶνται, ἀλλὰ καί τινα τῶν ὑπὲρ μίαν συλλαβὴν, δηλοῖ ὁ αὐτὸς γράψας οὕτω· τὰ εἰς ˉυς ὀξύτονα θηλυκὰ συστέλλοντα τὸ ˉυ διὰ τοῦ δέλτα κλίνονται· κροκύδος, χλαμύδος· τὰ δὲ ἐκτεταμένον ἔχοντα τὸ ˉυ διὰ καθαροῦ τοῦ ˉος, ὀϊζύος, Ἐριννύος. τὰ δὲ περισπώμενα καὶ αὐτὰ καθαρεύει· ὀσφύος, ὀφρύος, δρυός· ὥς τε περισπᾷ καὶ τὸ ὀσφῦς καὶ τὸ ὀφρῦς. ἐν ἄλλοις δὲ δοκεῖ ὅμοιον τόνον ἐπιτιθέναι καὶ τῇ τοῦ ἰχθύος εὐθείᾳ. εἰπὼν γὰρ ἐν τῷ περὶ τῶν εἰς ˉυς περισπωμένων μονοσυλλάβων ἀρσενικῶν, ὡς φυλάσσουσι τὸ ˉι ἐν τῇ κλίσει, ἐπάγει ὅτι ἓν μόνον ὑπὲρ μίαν συλλαβὴν ὁ ἰχθῦς ὁμοίως ἐκλίθη τοῖς προειρημένοις. καὶ τοιαῦτα μὲν καὶ ταῦτα. Τὸ δὲ, οὐδὲ ἀπὸ δρυός ἐσσι παλαιφάτου οὐδ' ἀπὸ πέτρης, ἐξήγηται μὲν ἱκανῶς ἐν τῇ Ἰλιάδι. καὶ νῦν δὲ εἰς τοσοῦτον ῥητέον, ὅτι τε παροιμιώδης ὁ λόγος καὶ ὅτι καταφατικῶς μὲν ἀπὸ δρυὸς ἢ ἀπὸ πέτρης εἶναί τις λέγεται, ὅτε οὐκ ἔστι γένος αὐτοῦ εἰπεῖν. ἀποφατικῶς δέ φαμεν ὡς οὐκ ἔστι τις ἀπὸ δρυὸς παλαιφάτου ἢ ἀπὸ πέτρης, ὅτε οὐκ ἂν ἔχοι σιγῆσαι πόθεν ἐστίν. εἰ γὰρ καὶ τἄλλα μὴ ἀκριβῶς οἶδέ τις κατὰ λεπτὸν, τίνων γοῦν ἐξέφυ, οἶδεν ὡς εἰκός· ἢ ἀλλὰ ποίας γοῦν ἐστὶ γῆς. εἴληπται δὲ ἡ παροιμία ἐκ τοῦ παλαιοῦ βίου, ὅτε ἐν σπηλαίοις καὶ δρυῶν ἤγουν δένδρων κοιλότῃσι, ταυτὸν δ' εἰπεῖν, γερανδρύων, ἐξετίθεντο τὰ νεογνὰ ὑπὸ τῶν γεννησαμένων κατὰ ἀπορίαν βίου. οἷς ἀναληφθεῖσι καὶ ἐκτεθραμμένοις δρύες, τουτέστι δένδρα κοῦφα, εἰς μητέρας ἐνεγράφοντο κατὰ τοὺς ἐκ μελιῶν, οὕς φησιν Ἡσίοδος, ἢ καὶ πέτραι σπηλαιώδεις. ὅτι τοίνυν οἱ τοιοῦτοι οὐκ εἶχον γονεῖς ἀνθρώπους λέγειν ὡς ἐκ δρυῶν καὶ ῥωχμῶν ἑτέρων ἀνειλημμένοι, Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 222

ἐξέπεσε παροιμία ἐκεῖθεν ἐπὶ τῶν ἀγενεαλογήτων τὸ ἐκ δρυὸς αὐτοὺς εἶναι ἢ ἀπὸ πέτρης. καὶ τοῦτο μὲν οὕτω· ἵνα λέγῃ ἡ Πηνελόπη τῷ ξείνῳ, εἰπέ μοι τὸ σὸν κατ' ἀνθρώπους γένος· οὐ γὰρ δή που ἐκ δρυὸς ἢ πέτρας γέγονας ὡς οἱ παλαίτατοι ἐβούλοντο λέγειν, ἐκπλήττοντες τοὺς πολλούς. ἔστι δὲ καὶ ἄλλως νοηθῆναι τὸ ῥητὸν οὕτως ἁπλούστερον. εἰπέ μοι τὰ κατὰ σέ· οὐ γὰρ ἂν εἴποις χρόνῳ μακρῷ ἀπειλῆφθαι τὴν περὶ αὐτῶν μνήμην, ὡς τὰ ἐκ δρυὸς καὶ πέτρας παλαιὰ διηγήματα. νοῆσαι δὲ τὸ παροιμιῶδες τοῦτο ἐνταῦθα ἐπὶ ἀγριότητος οὐχ' Ὁμηρικόν ἐστι. παραχρησάμενος δ' ἄν τις εὐφυῶς ποτὲ εἴποι ἂν αὐτὸ καὶ ἐπὶ ἀγρίου ἤθους, ἵνα τὸν μὲν τοιοῦτον ἐρεῖ ἀπὸ δρυὸς εἶναι ἢ ἀπὸ πέτρης, τουτέστι ξύλινον ἢ πέτρινον· ἢ καὶ ἄλλως, δρυὸς εἴτε καὶ πέτρας ἀτεράμνου ἀπόκομμα, καθὰ καὶ τῷ ἐπὶ Ἀμφινόμου ῥηθέντι ἐν τῷ, νευστάζων κεφαλῇ δὴ γὰρ κακὸν ὄσσετο θυμὸς, ἐπὶ κακούργου ἀνδρὸς τῶν τις σοφῶν ἐχρήσατο ὕστερον, τὸ μὲν σῶμα φυλάξας τῆς γραφῆς, παραποιήσας δὲ τὸν νοῦν δεξιῶς πρὸς ὅ περ ἐβούλετο. Ἰστέον δὲ ὡς εἴ περ γράφεται ἀπὸ δρυὸς παλαιφάτου, ἀφορμὴν ἡ λέξις ἐτυμολογικὴν ἐνδίδωσι τῆς φηγοῦ. δῆλον γὰρ ὡς φηγὸς ἡ δρῦς, ἐπεὶ προκατῆρξε τοῖς ἀνθρώποις αὐτὴ τοῦ φαγεῖν. οὗ δοκεῖ προϋπάρχειν μέλλων δεύτερος ὁ φαγῶ, ὃς ἀνελθὼν εἰς ἐνεστῶτα παράγει ῥηματικὸν ὄνομα τὸ φάγημα, ὅμοιον ὂν πρός τε τὸ τραγῶ τράγημα καὶ πρὸς τὸ στρατιωτικὸν ἄγημα τὸ ἑτέρωθι δηλωθὲν καὶ πρὸς τὸ τραγικὸν πέσημα. καὶ τοῦτο δηλοῖ ὁ θαλάσσιον ἐχῖνον αὐτῷ κελύφει ἐνθεὶς τῷ στόματι καὶ βρύκων αὐτὸν τοῖς ὀδοῦσι καὶ ἐν τῷ δυσχρηστεῖσθαι, ὡς γράφει Ἀθήναιος, εἰπών· ὦ φάγημα μιαρὸν, οὔτε μὴ νῦν σε ἀφέω μαλθακισθεὶς, οὔτ' αὖθις ἔτι λάβοιμι. ἐν οἷς ὅρα τὸ βρύκων, ἤγουν τραχέως μετὰ ποιοῦ τινὸς ἤχου ἐσθίων, οὗ χρῆσις ἐν τοῖς τοῦ κωμικοῦ Ὄρνισιν ὅθεν καὶ παραβρύκων λίχνου τινὸς ἐπίθετον· καὶ τὸ ἀφέω ἀντὶ τοῦ ἀφῶ ἤτοι ἀφήσω πλεονασμῷ τοῦ ˉε. δοκεῖ δὲ ὥς περ ἐκ τοῦ τρῶ τρώγω ἔτραγον εἶναι τραγεῖν ἀπαρέμφατον καὶ τράγος ὄνομα, οὕτω καὶ φῶ φάγω φαγεῖν καὶ φάγος. ἐκ δὲ τοῦ τοιούτου φῶ καὶ φατὸς καὶ μυλήφατος. ἀπὸ μέντοι ἑτέρου φῶ, ἐξ οὗ καὶ τὸ φῶς, φώζω. οὗ μετοχὴ ἐν χρήσει τὸ πεφωσμένον· καὶ φῶδες αἱ παρὰ τῷ κωμικῷ· καὶ φωκτόν· οἷον, φωκτὸν γὰρ ἀνοιδαίνει βαρύκριμνον. εἰ δὲ γράφεται δρυὸς παλαιφάτου, ἐνθυμητέον ὡς οὐ μόνον δρῦς παλαίφατος, ἀλλὰ ὁμωνυμίας λόγῳ καὶ κύριον ἀνδρὸς σοφοῦ θεραπεύσαντος μύθους πρὸς ἱστορίαν, εἰς ὃ καί τις Ἡράκλειτος ἐπονήσατο, ἔτι δὲ καὶ Χάραξ. Παλαιφάτου δὲ μέμνηται καὶ Ἀθήναιος, ἔνθα μαγείρου σοφιζομένου καὶ τὴν οἰκείαν 2.196 τέχνην ἀποσεμνύνοντος ἔφη τὸ, καινὸς οὑτοσὶ Παλαίφατος. ὃ δὴ καὶ παροιμιάζεται τοὺς πιθανολογοῦντας τὰ μὴ οἷά τε ὄντα προσοχὴν ἔχειν. Εἰς δὲ τὸ ἀπὸ δρυὸς εἶναι προσενθυμητέον ἐκ τῶν παλαιῶν καὶ τὸν ὥς φασιν ἐκεῖνοι βαλανίτην βίον, ὃς ὕστερον ἐξ ἐπιμελείας καὶ εὑρέσεως ἀλετοῦ ἐξήνεγκε παροιμίαν τὴν, ἀληλεσμένον βίον ζῇ ἐξ ἀγρίου καὶ ἀκανθώδους τοῦ πρότερον· ὃν δηλοῖ τὸ, οὐ γὰρ ἄκανθαι· ὑπομιμνῆσκον τὴν τοῦ παλαιοῦ βίου μεταβολήν. ἐντεῦθεν δὲ καὶ τὸ, ἅλις δρυὸς, ἐπὶ τῶν δυσχερῶς, φασὶ, καὶ ἀηδῶς ἐσθιόντων, ὕστερον δὲ κάλλιόν τι εὑρόντων. τῷ δὲ, οὐ γὰρ ἄκανθαι, σύνδρομον καὶ τὸ, μερὶξ οὐ πνὶξ, ὡς ἀλλαχοῦ ἐγράφη. τὸ δέ γε, ἄλλην δρῦν βαλάνιζε, ἄλλως ἐναλλαγὴν βίου δηλοῖ, οὐ μὴν τὴν ἐκ πάντῃ ἀγρίου εἰς ἥμερον. ἔτι προσενθυμητέον καὶ ὅτι, καθὰ τῷ, ἀπὸ δρυὸς ἢ πέτρης εἶναι τινὰ, ἔστι παραχρήσασθαι παροιμιακῶς ἐπὶ ἀγριότητι, οὕτω καὶ τῷ ἀπὸ τῆς ἅλμης λόγῳ, καθ' ὃν ἐκ μὲν τῆς πικρᾶς ἀκράχολός τις ἄνθρωπος ἁλμίων ἐσκώφθη, ἐκ δὲ τῆς νοστίμου ἅλμην ἔχειν λέγεται ὁ ἡδὺς ἄνθρωπος. Τὸ δὲ διφθόγγισμα τοῦ πάλαι καὶ παλαιὸς καὶ τῶν ἐξ αὐτοῦ ἔδειξαν οἱ Αἰολεῖς καθ' Ἡρακλείδην ἐν τῷ πάλαος, ὅθεν τὰ ἄλλα προσλήψει τοῦ ἰῶτα. (ῃερς. 167.) Ὅτι ἐξερέειν ἐνταῦθα καὶ τὸ ἐρωτῆσαι, οἷον, τὸν ἐμὸν γόνον ἐξερέουσα, ὡς προεγράφη, καὶ τὸ ἀπολογήσασθαι. φησὶ γάρ· ἀλλ' ἔκ τοι ἐρέω, ἤτοι ἐξερῶ. τοῦτο δὲ καὶ μῦθον ἐνισπήσειν φησὶ προϊών. Ὅτι καὶ ἐπιτέμνων καὶ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 223

παρὰ τοῖς ἄρτι τῇ τοῦ ζῆν μειώσει παρωνομάζεσθαι δοκεῖ, ὡς οἷον ζήμιός τις ὢν διὰ

τὸ τιμωρεῖν. διὸ καὶ ἄνδραγχοι πρὸς διαστολὴν τῶν πάλαι ἀγαθῶν δημίων

ἐκαλοῦντο, ὡς ἄνδρας ἄγχοντες, οὐ μὴν δῆμον ὠφελοῦντες κατὰ τοὺς ἀρχαίους.

κατὰ δὲ τὴν σύνθεσιν τῶν Ὁμηρικῶν δημιοεργῶν ἔφη καὶ ὁ κωμικὸς τὰ δημιόπρατα.

Σημείωσαι δὲ, ὡς λέξις αὕτη ταπεινὴ, ἡ τοῦ δημιουργοῦ δηλαδὴ, καὶ θεία εὐμεθόδως

γίνεται παρὰ τοῖς δημιουργὸν τοῦ κόσμου τὸ θεῖον εἰποῦσι. τοιοῦτον δὲ σὺν ἄλλοις

πολλοῖς καὶ τὸ τὸν κόσμον σκάφος εἰπεῖν οὕτως ἢ ἄλλως περιαγόμενον. ὅμοιον δέ τι

καὶ τὸ, ἀστραπὰς ἐκπυρηνιζομένας νεφῶν φάναι. καὶ ὁ πυρὴν γὰρ τὸ φαυλότατον

εἰς μέγιστον ἐνταῦθα ὕψωται τῇ τροπῇ. (ῃερς. 136.) Ἐν δὲ τῷ, Ὀδυσῆα ποθεῦσα

φίλον κατατήκομαι ἦτορ, ἀμφίβολον εἴτε πρὸς τὸν Ὀδυσσέα εἴτε πρὸς τὸ ἦτορ

κολλητέον τὸ φίλον. Περὶ δὲ τοῦ τολυπεύειν ἱκανῶς ἀλλαχοῦ προδεδήλωται. (ῃερς.

138.) Τὸ δὲ, ἐμπνέειν θεὸν φρεσὶ, φιλοσόφως δηλοῖ τὸ, τὰ κατ' ἀνθρώπους θειότερον

γίνεσθαι. (ῃερς. 160.) Τὸ δὲ, ἤδη γὰρ ἀνὴρ οἷος οἴκου ὀλβίου κήδεσθαι,

ἐπαινετικώτερον τοῦ, ἤδη παῖς τοῖος Ἀπόλλωνός γε ἕκητι καὶ ἑξῆς. (ῃερς. 161.)

Ὀπάζειν δὲ οὐ μόνον τὸ παρέχειν, ὡς καὶ νῦν, ἀλλ' ἔστιν ὅτε καὶ τὸ διώκειν. (ῃερς.

162.) Ὅτι ἐξέφυγε μὲν, οἷα εἰκὸς, Ὀδυσσεὺς εἰπεῖν ὡς ἠρωτήθη, τίς καὶ πόθεν καὶ

τίνων ἐστίν. ἡ δὲ Πηνελόπη ἔγκειται καὶ οὐκ ἀφίησιν αὐτὸν μὴ εἰπεῖν, ἀλλ'

ἐντρέπουσα τὸν ῥήτορα ἐκ τῶν κατ' αὐτὴν λέγει μονονουχί· ὡς ἐπεί περ ἐγὼ

πολύστονος οὖσα ἐξεθέμην τὰ κατ' ἐμὲ, οὕτως ἂν καὶ αὐτὸς ποιήσῃς, καὶ οὐδέν σε

ὀνήσει πρὸς τὸ σιγῆσαι, εἰ πολλὰ ἔπαθες. φησὶν οὖν· ἀλλὰ καὶ ὥς μοι εἰπὲ τεὸν γένος

ὁππόθεν ἐσσί· οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου, ἢ παλαιφάγου, ὡς καὶ ἐν Ἰλιάδι

δηλοῦται, οὐδ' ἀπὸ πέτρης. (ῃερς. 165.) καὶ Ὀδυσσεὺς δεικνὺς ὡς οὐχ' ἑκὼν λαλήσει,

φησὶ γὰρ, οὐκέτ' ἀπολλήξεις, ἢ καὶ δι' ἑνὸς ˉλ ἀπολήξεις, τὸν ἐμὸν γόνον ἐξερέουσα,

διηγήσεται καὶ πρὸς αὐτὴν τὰ Κρητικὰ ψεύδη, 2.195 γόνον εἰπὼν αὐτὸς ὅ περ ἡ

Πηνελόπη γένος εἶπε, τουτέστι τὴν γενεὰν ἢ τὴν γέννησιν. (ῃερς. 163.) Ἐν τούτοις δὲ

ὅρα ὅτι τὴν δρυὸς γενικὴν συστέλλει Ὅμηρος, εἰ καὶ ἡ εὐθεῖα ἐκτεταμένον ἔχει τὸ

δίχρονον. τοῦτο δὲ γίνεται καὶ ἐπὶ τοῦ σῦς συὸς καὶ μῦς μυὸς, καὶ ἐπὶ ἄλλων δέ. φησὶ

γοῦν Ἡρῳδιανὸς, ὅτι τὸ ˉυ ἐπ' εὐθείας ἐκτεινόμενον φιλεῖ συστέλλειν τὰς ἄλλας

πτώσεις, καὶ οὐ μόνον ἐν τῷ πῦρ πυρὸς, ἀλλὰ καὶ ἐν τῷ, ἰχθύος, δρυὸς, ἰσχύος. Ὅτι

δὲ οὐ μόνον δρῦς καὶ τὰ κατ' αὐτὸ περισπῶνται, ἀλλὰ καί τινα τῶν ὑπὲρ μίαν

συλλαβὴν, δηλοῖ ὁ αὐτὸς γράψας οὕτω· τὰ εἰς ˉυς ὀξύτονα θηλυκὰ συστέλλοντα τὸ

ˉυ διὰ τοῦ δέλτα κλίνονται· κροκύδος, χλαμύδος· τὰ δὲ ἐκτεταμένον ἔχοντα τὸ ˉυ

διὰ καθαροῦ τοῦ ˉος, ὀϊζύος, Ἐριννύος. τὰ δὲ περισπώμενα καὶ αὐτὰ καθαρεύει·

ὀσφύος, ὀφρύος, δρυός· ὥς τε περισπᾷ καὶ τὸ ὀσφῦς καὶ τὸ ὀφρῦς. ἐν ἄλλοις δὲ δοκεῖ

ὅμοιον τόνον ἐπιτιθέναι καὶ τῇ τοῦ ἰχθύος εὐθείᾳ. εἰπὼν γὰρ ἐν τῷ περὶ τῶν εἰς ˉυς

περισπωμένων μονοσυλλάβων ἀρσενικῶν, ὡς φυλάσσουσι τὸ ˉι ἐν τῇ κλίσει, ἐπάγει

ὅτι ἓν μόνον ὑπὲρ μίαν συλλαβὴν ὁ ἰχθῦς ὁμοίως ἐκλίθη τοῖς προειρημένοις. καὶ

τοιαῦτα μὲν καὶ ταῦτα. Τὸ δὲ, οὐδὲ ἀπὸ δρυός ἐσσι παλαιφάτου οὐδ' ἀπὸ πέτρης,

ἐξήγηται μὲν ἱκανῶς ἐν τῇ Ἰλιάδι. καὶ νῦν δὲ εἰς τοσοῦτον ῥητέον, ὅτι τε

παροιμιώδης ὁ λόγος καὶ ὅτι καταφατικῶς μὲν ἀπὸ δρυὸς ἢ ἀπὸ πέτρης εἶναί τις

λέγεται, ὅτε οὐκ ἔστι γένος αὐτοῦ εἰπεῖν. ἀποφατικῶς δέ φαμεν ὡς οὐκ ἔστι τις ἀπὸ

δρυὸς παλαιφάτου ἢ ἀπὸ πέτρης, ὅτε οὐκ ἂν ἔχοι σιγῆσαι πόθεν ἐστίν. εἰ γὰρ καὶ

τἄλλα μὴ ἀκριβῶς οἶδέ τις κατὰ λεπτὸν, τίνων γοῦν ἐξέφυ, οἶδεν ὡς εἰκός· ἢ ἀλλὰ

ποίας γοῦν ἐστὶ γῆς. εἴληπται δὲ ἡ παροιμία ἐκ τοῦ παλαιοῦ βίου, ὅτε ἐν σπηλαίοις

καὶ δρυῶν ἤγουν δένδρων κοιλότῃσι, ταυτὸν δ' εἰπεῖν, γερανδρύων, ἐξετίθεντο τὰ

νεογνὰ ὑπὸ τῶν γεννησαμένων κατὰ ἀπορίαν βίου. οἷς ἀναληφθεῖσι καὶ

ἐκτεθραμμένοις δρύες, τουτέστι δένδρα κοῦφα, εἰς μητέρας ἐνεγράφοντο κατὰ τοὺς

ἐκ μελιῶν, οὕς φησιν Ἡσίοδος, ἢ καὶ πέτραι σπηλαιώδεις. ὅτι τοίνυν οἱ τοιοῦτοι οὐκ

εἶχον γονεῖς ἀνθρώπους λέγειν ὡς ἐκ δρυῶν καὶ ῥωχμῶν ἑτέρων ἀνειλημμένοι,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

222

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!