18.07.2013 Views

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἀρετῶσι δὲ λαοὶ ὑπ' αὐτοῦ. (ῃερς. 113.) Καὶ ὅρα τὴν ἐν τῷ ἐπαίνῳ παρέκβασιν,

ἐπαγαγοῦσαν ὡς ἐν χαρακτῆρι ἠθικῷ οἵα τῆς εὐδικίας τῷ τοιούτῳ βασιλεῖ ἀμοιβὴ

πρὸς παίδευσιν τῶν ἀκροωμένων. φιλεῖ γὰρ ἡ ποίησις ὠφελεῖν καὶ οὕτω τοὺς

ἀκούοντας. διὸ καὶ ἐν Ἰλιάδι ἐν τῇ κατὰ τοὺς ἵππους τοῦ Ἕκτορος παραβολῇ φράζει

παρεκβατικῶς ἐξ ἐναντίου πρὸς τὰ ἐνταῦθα, οἷα τοῖς ἀδικοῦσι φαῦλα περιγίνεται,

πρὸς ἦθος μεταχειρισάμενος ἀσυνήθως τὴν παραβολήν. (ῃερς. 116.) τέως γε μὴν

οὕτως ἐπαινέσας τὴν φίλην γυναῖκα ὁ ξεῖνος, εἶτα πρὸς τὴν ἐρώτησιν λαλῶν,

ἐπάγει, ὡς ἐμὲ νῦν τὰ μὲν ἄλλα μετάλλα σῷ ἐνὶ οἴκῳ, μὴ δ' ἐμὸν ἐξερέεινε γένος καὶ

πατρίδα γαῖαν, μή μοι μᾶλλον θυμὸν ἐνηπλήσῃς ὀδυνάων μνησαμένῳ. μάλα δ' εἰμὶ

πολύστονος, οὐδέ με χρὴ οἴκῳ 2.193 ἐν ἀλλοτρίῳ γοόωντά τε μυρόμενόν τε ἧσθαι.

ἐπεὶ κάκιον, ὡς καὶ προεγράφη, πενθήμεναι ἄκριτον αἰεί. λόγοι δὲ ταῦτα οἷοι παρὰ

πολυπαθοῦς ἀλήτου λέγεσθαι· ἴσως δέ ποτε καὶ τὰ ἐφεξῆς, ἤγουν τὸ, μή τίς μοι

δμωῶν νεμεσήσεται, ἠὲ σύ γ' αὐτή. (ῃερς. 122.) φῇ δὲ δακρυπλώειν βεβαρηότα με

φρένας οἴνῳ, τουτέστι δάκρυσι πλήθειν διὰ τὸ ἐξ οἴνου βάρος, ἢ καὶ ἄλλως εἰπεῖν

ἀστειότερον, μή τις εἴποι διὰ δακρύων πλώειν, ἤγουν πλέειν με ἔμφορτον ὄντα

οἴνου βάρει, ὡς εἰ καὶ ναῦς οἰνοφόρος, εἴτουν οἰνοβαρὴς, πλώει δι' ὕδατος. οὐκ

ἄκομψον δὲ οὐδ' ἐκεῖνο εἰπεῖν, ὡς Ἡρόδοτος μέν φησιν, οἴνου κατιόντος ἀναπλώειν

ἔπεα, διὰ τὸ πολυλόγους εἶναι τοὺς ἐν μέθῃ. Ὅμηρος δ' ἐνταῦθα, ὅθεν καὶ Ἡρόδοτος

τὸν λόγον ἴσως μεθείλκυσε, δεξιῶς ἐνέφῃνεν, ὡς ἄρα οἴνου κατιόντος ἐπιπολάζουσι

δάκρυα, ὡς εἴ τινος βαρέος σώματος ἐμπεσόντος ὑδροδόχῳ ἀγγείῳ, ἐπιπολάζον τὸ

πρώην ὑγρὸν ἐκχέεται. (ῃερς. 108.) Ἰστέον δὲ ὅτι Πηνελόπη μὲν εὐρὺ ἔφη που κλέος

τὸ τοῦ Ὀδυσσέως καθ' Ἑλλάδα καὶ μέσον Ἄργος. ὁ δεῥήτωρ Ὀδυσσεὺς ἐνταῦθα εἰς

κρεῖττον ηὔξησε τὰ τῆς γυναικὸς, οὐχ' ὡς γυναῖκα ἐπαινέσας, ἀλλ' ὡς ἄνδρα

βασιλέα ἐξαίρετον. (ῃερς. 109.) Ὅρα δὲ καὶ ὡς οὐκ ἠρκέσθη βασιλῆος εἰπὼν,

βασιλεὺς γὰρ καὶ ὁ πικρὸς Ἔχετος, ἀλλὰ προσέθετο ἀμύμονος. ἐπεὶ οὐδὲ τοῦτο μέγα,

καὶ γὰρ ἀμύμων καὶ Αἴγισθος καὶ ἕτεροι, φαῦλοι μὲν ἄλλως, ἄμωμοι δὲ, κατ'

ἀνδρίαν ἢ γένος ἤ τι τοιοῦτον, ἐπήγαγε καὶ τὸ, ὅς τε θεουδής. εἰ δὲ εἰς ταυτὸν ἥκει

ἀμύμων καὶ θεουδής· λέγεται δὲ τὸ θεουδὴς ὥς περ καὶ τὸ θεοειδὴς οὐκ ἐπ' αὐτοῦ

θεοῦ, ἀλλ' ἐπὶ τοῦ ἐοικότος θεῷ· καλῶς ἄρα σεσημείωται ὑπὸ τῶν παλαιῶν, ὅτι τὸ

ἀμύμων προσώποις μόνοις ἡρωϊκοῖς ἐπιτίθεται, ἤγουν θνητῶν ἐνδόξων ἀνθρώπων

ἐστὶν ἐπίθετον. Σημείωσαι δὲ καὶ ὅτι εἰπὼν ἢ βασιλῆος ἀμύμονος οὐκ ἐπήγαγεν

ἀκολούθως τὸ, ἢ τοῦ δεῖνος, ὅ περ ἐχρῆν τὸ γὰρ ἀκόλουθον τοιοῦτον· ἦ γάρ σοι

κλέος εὐρὺ καθὰ ἢ βασιλέως ἢ τοῦδε τινὸς ἐνδόξου. ὁ δὲ οὐ ποιεῖ οὕτως, ἀλλ'

ἀρκεῖται εἰπὼν τὸ, ἢ βασιλῆος. αἴτιον δὲ τῆς ἐλλείψεως οὐ μόνον ὁ σχεδιασμὸς,

ἀλλὰ καὶ ὅτι βασιλεῖ ἀγαθῷ εἰκάσας τὴν Πηνελόπην εἰς μεῖζον μὲν πρόσωπον

ἀναβῆναι οὐκ ἔχει, εἰς ἔλαττον δὲ κατελθεῖν ὀκνεῖ διὰ τὸ ἄτεχνον. εἰ δὲ ἦν εἰπεῖν,

ὥς τέ τευ ἢ βασιλῆος ἀμύμονος ἠὲ θεοῖο, ἀλλὰ τοῦτο μέγα κρίνας καὶ οὐδὲ ἔξω

κολακείας ἀκαίρου ἀφῆκε μὲν οὕτω ποιῆσαι, ἠγάπησε δὲ παραμίξαι τῷ ἀγαθῷ

βασιλεῖ τὸν θεὸν ἐν τῷ, ὅς τε θεουδής. (ῃερς. 110.) Τὸ δὲ, ἀνδράσιν ἐν πολλοῖς καὶ

ἰφθίμοις, διὰ τοὺς μικροβασιλεῖς κεῖται διασταλτικῶς, ἵνα καὶ εὐρυκρείοντι ἄνακτι

τὴν Πηνελόπην εἰκάζῃ. ἔτι δὲ καὶ ἄλλως, διαστολή ἐστι τὸ ῥηθὲν πρὸς βασιλέα

πολλῶν μὲν ἄρχοντα, οὐκ ἰφθίμων δὲ, καὶ πρὸς ἄρχοντα μὲν ἐν ἀνδρείοις, ὀλίγοις

δὲ, ὡς κρείττονος τῶν λοιπῶν ὄντος τοῦ καὶ ἐν πολλοῖς καὶ ἰφθίμοις ἀνάσσοντος,

ἔτι δὲ καὶ ἀγαθοῖς, ὡς δηλοῖ τὰ ἐπαγόμενα καλά. (ῃερς. 111.) ὧν δὴ πάντων αἴτιον ἡ

εὐδικία καὶ εὐηγεσία τοῦ βασιλεύοντος. Ἰστέον δὲ καὶ ὅτι τὸν τὰς εὐδικίας ἀνέχοντα,

τουτέστι τιμῶντα, Ἡσίοδος ἰθυδίκην, ὅ ἐστιν εὐθυδίκην, φησί. τῇ δὲ εὐδικίᾳ δῆλον

ὡς ἀντίκειται ἡ ἀδικία, κακοδικία τις οὖσα. (ῃερς. 112.) Οἱ δὲ πυροὶ καὶ αἱ κριθαὶ καὶ

τὰ λοιπὰ συνεισάγουσι σπόριμα, ὡς καὶ τοῖς μήλοις πᾶν θρέμμα νῦν συνεισφέρεται.

Τὸ δὲ βρίθειν καρπῷ τὴν πολλὴν εὐθηνίαν τῶν δρυκάρπων δηλοῖ. (ῃερς. 113.) Τὸ δὲ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

220

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!