18.07.2013 Views

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ταυτόν ἐστι τῷ Ὄλυμπον ἔχουσιν, ὡς εὐθὺς μετ' ὀλίγα φησίν. Ὅτι σκοπὸς τῷ

Ὀδυσσεῖ, ὡς αὐτὸς λέγει, τοῦὑπολείπεσθαι αὐτόθι μετὰ τὴν ἀπέλευσιν τῶν

μνηστήρων τὸ τὰς δμωὰς καὶ τὴν Πηνελόπην ἐρεθίζειν, ἵνα γνῶ τὰ κατ' αὐτὰς

ἀκριβέστερον, καὶ ἅμα, ἵνα, ὡς καὶ πρὸ ὀλίγων ἐῤῥέθη, μερμηρίζῃ τὰ κατὰ τῶν

μνηστήρων. (ῃερς. 53.) Ὅτι κἀνταῦθα τὴν περίφρονα Πηνελόπην ἀναγκαίως ἐξάγει

τοῦ θαλάμου ὁ ποιητὴς Ἀρτέμιδι ἰκέλην, ὡς καὶ ἀλλαχοῦ ἔγραψεν, ἠὲ χρυσῇ

Ἀφροδίτῃ. (ῃερς. 55.) τῇ παρὰ μὲν κλισίην, φησὶ, πυρὶ κάτθεσαν, ἤγουν ἐγγὺς πυρὸς,

ἵνα ὁ ξεῖνος θερμαίνοιτο, δινωτὴν ἐλέφαντι καὶ ἀργύρῳ, ἥν ποτε τέκτων ποίησεν

Ἰκμάλιος, καὶ ὑπὸ θρῆνυν ποσὶν ἧκε προσφυέα ἐξ αὐτῆς, ἤγουν προσπεφυκυῖαν καὶ

ἡνωμένην τῇ κλισίῃ. ὅθι ἐπὶ μέγα βάλλετο κῶας, ἤτοι ἐπετίθετο, ἔνθα καθέζετο, οὐ

λῖτα δαιδάλεον ὑπεστρωμένον ἔχουσα, οὐδὲ τάπητα μαλακοῦ ἐρίου κατὰ τὴν

τρυφερὰν Ἑλένην. κῶας δὲ μέγα κατὰ ἡρωϊκὴν καὶ τοῦτο ἀφέλειαν. πρὸς ἑρμηνείαν

δὲ τῆς ῥηθείσης κλισίης κεῖται τὸ, ἔνθα καθέζετο, ἵνα νοηθείη κλισίη νῦν τὸ

ἀνάκλιντρον. ἡ γάρ τοι κοινότερον λεγομένη κλισία οὐ πρὸς καθέδραν, ἀλλὰ πρὸς

ἐνοίκησιν ἐγίνετο, σκηνὴ οὖσα. (ῃερς. 56.) ∆ινωτὴ δὲ ἴσως μὲν καὶ ἡ τορευτικὴ κατά

τινα μέρη, μάλιστα δὲ ἡ κύκλῳ κεκοσμημένη ἐλεφαντίνοις ὀστοῖς καὶ ἀργύρῳ, καθά

που καὶ κολεὸν ἐλέφαντος ἀμφιδεδινῆσθαι εἶπεν ὁ ποιητής. (ῃερς. 57.) Τὸ δὲ

Ἰκμάλιος ὄνομα οἰκεῖον τέκτονι ξύλων, ἃ χρήσιμα γίνεται μετὰ τὸ ἐξικμασθῆναι.

(ῃερς. 61.) Ὅτι ὅ περ ἀλλαχοῦ ἔφη ἀποκοσμεῖν ἔντεα δαιτὸς, τοῦτο ἐνταῦθα

περιφράζων φησίν· αἵ δ' ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον, ἤτοι ἀφῃροῦντο, ἠδὲ τραπέζας

καὶ δέπα, ἔνθεν ἄνδρες ὑπερμενέοντες ἔπινον. (ῃερς. 62.) δῆλον δὲ ὡς ταυτὸν

ὑπερμενέοντας εἰπεῖν καὶ ἀγήνορας, καὶ ὅτι περιφραστικὴ ἑρμηνεία τοῦ δέπα τὸ,

ἔνθεν ἄνδρες ἔπινον. (ῃερς. 63.) Ὅτι καὶ νῦν ἐπὶ τῶν λαμπτήρων αἱ δμωαὶ νήησαν, ὅ

ἐστιν ἐσώρευσαν, ξύλα πολλά. διατί πολλά; (ῃερς. 64.) φόως ἔμεν' ἠδὲ θέρεσθαι,

ἤγουν οὐ πρὸς μόνον φῶς ἐπεσωρεύθη ξύλα, ἀλλὰ καὶ ὥς τε θέρμην ποιεῖν τῷ

Ὀδυσσεῖ, θερμαίνεσθαι, ὡς προεδηλώθη, ἐθέλοντι. ἔσονται δὴ τὰ τοιαῦτα ξύλα φῶς

μὲν ἐπὶ λαμπτῆρος, θέρεσθαι δὲ ἐπ' ἐσχάρας, ἧς ἐγγὺς κείσεται ὁ δίφρος τῷ Ὀδυσσεῖ.

(ῃερς. 66.) Ὅτι ὀνειδίζει κἀνταῦθα ἡ ἀγρία Μελανθὼ τῷ δεσπότῃ· ξεῖνε, ἔτι καὶ νῦν

ἐνθάδ' ἀνιήσεις διὰ νύκτα δινεύων κατὰ οἶκον; ὀπιπτεύσεις δὲ γυναῖκας; ἀλλ' ἔξελθε

θύραζε, τάλαν, καὶ δαιτὸς ὄνησο· ἦ τάχα καὶ δαλῷ βεβλημένος εἶσθα θύραζε. οὕτως

ἡ φαυλοτάτη προκαλεῖται θάνατον καθ' ἑαυτῆς (ῃερς. 71.) Ὀδυσσεὺς δὲ περιτρέπων

αὐτῇ, ἃ εἶπεν, εἰς μαχλοσύνην ὀνειδίσει, ὡς αὐτοῦ μὲν μὴ ἔργον ἔχοντος ὀπιπτεύειν

γυναῖκας, αὐτῆς δὲ μᾶλλον ὀπιπτευούσης τοὺς ἄνδρας, ὅθεν καὶ ἐγκοτεῖν τούτῳ διὰ

τὸ δυσμόρφως ἔχειν. φησὶν οὖν· δαιμονίη, τί μοι ὧδ' ἐπέχεις κεκοτηότι θυμῷ; ἢ ὅτι

οὐ λιπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι; πτωχεύω δ' ἀνὰ δῆμον; ἀναγκαίη γὰρ ἐπείγει.

τοιοῦτοι πτωχοὶ καὶ ἀλήμονες ἄνδρες ἔασιν. Ἐν οἷς ὅρα τὸ θυμικῶς ἐνδιάθετον τοῦ

Ὀδυσσέως ἐν τῷ καὶ κομματικῶς καὶ ἀσυνδέτως λαλῆσαι. (ῃερς. 75.) εἶτα εἰπὼν, ὥς

που πρὸ τούτων ἔφη πρὸς τὸν Ἀντίνοον, τὸ, καὶ γὰρ ἐγώ ποτε οἶκον ἔναιον ὄλβιος

ἀφνειὸν καὶ ἑξῆς ἀπαραλλάκτως στίχους ἓξ ἐκ τῶν ἐκεῖ, ἐκθροεῖ τὴν δούλην,

ἐπαγαγών· (ῃερς. 81.) τῷ νῦν μή ποτε καὶ σὺ, καθὰ δηλαδὴ καὶ ἐγὼ, ἀπὸ πᾶσαν

ὀλέσῃς ἀγλαΐην, τῇ νῦν γε μετὰ δμωῇσι κέκασσαι, ἤγουν ἣν ἔχεις ἐν ταῖς ἀμφιπόλοις

ὑπερφέρουσα ἐκείνων. (ῃερς. 83.) ὃ καὶ σαφέστερον λέγων, ἵνα εὐνόητον εἴη τῇ

δούλῃ, φησί· μή πώς τοι δέσποινα κοτεσσαμένη χαλεπῄνῃ, ἢ Ὀδυσσεὺς ἔλθοι, (ῃερς.

84.) ἔτι γὰρ καὶ ἐλπίδος αἶσα, τουτέστιν ἐλπὶς περιφρα 2.191 στικῶς. (ῃερς. 85.) εἰ δ' ὁ

μὲν ὣς ἀπόλωλε καὶ οὐκέτι νόστιμός ἐστιν, ἅ περ ἐκ παραλλήλου ταυτὸ δηλοῦσιν,

ἀλλ' ἤδη παῖς τοῖος Ἀπόλλωνός γε ἕκητι Τηλέμαχος. εἶτα ἐφερμηνεύων τὸ τοῖος,

φησί· (ῃερς. 86.) τὸν δ' οὔ τις ἐνὶ μεγάροισι γυναικῶν λήθει ἀτασθάλλουσα, ἐπεὶ

οὐκέτι τηλίκος ἐστίν· ὃ καὶ αὐτὸ ταυτόν ἐστι τῷ, ἀλλ' ἤδη παῖς τοῖος. ἐκεῖνο δέ γε

ἔχει τι καὶ θαύματος. (ῃερς. 66.) Ἰστέον δὲ ὅτι τὸ, ἐνθάδ' ἀνιήσεις, ἐκ τῶν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

217

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!