Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ... Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

ποίη δὲ παρείη, πρὸς μονιμότητα καὶ διάρκειαν ἔργου κεῖται καὶ πρὸς δεῖγμα τοῦ ἐν ἔργοις διόλου καρτερικοῦ, τὸ γὰρ ὀλιγόϋλον ἔργον καὶ τοῖς ἀχρείοις εὐεπιχείρητον. Ἰστέον δὲ ὅτι ποίη καὶ ἡ κατὰ τὸ θέρος κατ' ἐξοχὴν, ἀφ' ἧς καὶ τὸν ἐνιαυτὸν ποίην λέγει τῶν τις ποιητῶν. διὸ καὶ ἑρμηνεύοντες οἱ παλαιοί φασιν, ὅτι ποίη ὁ δημητρειακὸς καρπός. κοινῶς μέντοι ποίη ὁ κατὰ τὸ ἔαρ δρεπόμενος ἢ κειρόμενος χόρτος. δοκεῖ δ' ἐνταῦθα καὶ ὁ ποιητὴς ἐν τῷ, κεκορηότε ποίης, οὐ μόνον δηλοῦν τὸν χόρτον, ἀλλὰ καὶ καρποὺς ∆ήμητρος, οἷς καὶ βοῦς πιαίνεται ἐν σταθμοῖς. (ῃερς. 371.) Τὸ δὲ, βόες ἐλαύνειν ἄριστοι καὶ τὸ, κεκορηότε ποίης, διὰ τὸ τοῦ ἔργου κεῖται ἐντρεχές. ὡς γὰρ δρέπανον ἀγαθὸν, καθά που καὶ πέλεκυς ὀξὺς αὔξει ἐργάτου ἐρωὴν, οὕτω καὶ βόες εὐσθενεῖς καὶ ἄριστοι, τουτέστι τεχνῖται τοῦ ἀροτριᾶν. (ῃερς. 372.) Αἴθωνες δὲ βόες οἱ θερμοὶ ἐργάζεσθαι, ἢ μέλανες, οἱ ἐν ἄλλοις οἴνοπες, ἢ καὶ πυῤῥοὶ, ὡς ἀπὸ τοῦ, οἶνος ἐρυθρός. Τὸ δὲ, κεκορηότε ποίης, σύστασις βοῶν, ὡς καὶ ἵππων τὸ ἀκοστεῖν. κυριολεκτεῖται δὲ πάντως ἐπὶ ἀλόγων ζῴων τὸ κεκορηότες. Ἰστέον δὲ καὶ ὅτι τὸ, βόες ἄριστοι αἴθωνες καὶ τὰ ἑξῆς, ἔπαινός ἐστιν ἀγαθῶν βοῶν. (ῃερς. 373.) Τὸ δὲ ἥλικες καὶ τὸ ἰσοφόροι καὶ αὐτὸ πρὸς ἰσότητα κεῖται, ἵνα τῷ ἀπαραλλάκτῳ τῶν βοῶν διαφαίνηται καὶ τοῖς ἀροτριῶσι τὸ ἔργον οἷον ἐστί. διὸ καὶ χρὴ τήν τε ἀροτριωμένην γῆν ἐπίσης νενεμῆσθαι καὶ ἀμφοῖν ὑπείκειν εἰς τὸ τέμνεσθαι. Ἰσοφόροι δὲ ἢ εἰς ἶσον φερόμενοι καὶ ὡς εἰπεῖν ἰσοφαρίζοντες, ἢ ἶσον ἄχθος φέρειν δυνάμενοι, ἢ ἰσοκίνητοι 2.186 καὶ ἶσοι κατὰ τὸ φέρεσθαι. (ῃερς. 374.) Τετράγυον δὲ διάστημά τι, ὅσον ἦν ἀροτριᾶν ὡς εἰκὸς δι' ἡμέρας τοὺς ἀγαθοὺς ἐργάτας καὶ χρωμένους βουσὶν ὁμοίοις. Τί δὲ τὸ τετράγυον, προγέγραπται. ὁ δὲ παραφράσας τετράπλεθρον ἡρμήνευσε τὸ τετράγυον, εἰπὼν, ἐλαύνειν ἐν νειῷ τετραπέλεθρον. Πολὺ δὲ ἐν τῷ ῥηθέντι Ὁμηρικῷ χωρίῳ τὸ κομματικόν· τό τε ἀλλοῖον καὶ τὸ κατὰ λέξιν, ὡς ἡ ἀνάγνωσις παρίστησιν. (ῃερς. 375.) Ὦλξ δὲ ἡ αὖλαξ, ἀπὸ τοῦ ἀλέγω, τὸ λόγον ποιοῦμαι καὶ φροντίζω, ἀλέξω, ἄλοξ, καὶ μεταθέσει ἄολξ, καὶ ἐν συναιρέσει ὦλξ, ἡ ἐν λόγῳ δηλαδὴ οὖσα. ∆ιηνεκὴς δὲ ὦλξ ἡ διόλου ἐνηνεγμένη μία καὶ κοιλανθεῖσα μιᾷ μακρᾷ τομῇ. Τὸ δὲ προταμοίμην ἀντὶ τοῦ, πρὸ σοῦ ἀροτριάσαιμι, καὶ, ὡς εἰπεῖν, προκόψαιμι, καὶ τὰ πάντα ἔχων ἶσα, ὅμως προβαλοίμην τῇ ἀρετῇ. (ῃερς. 384.) Τὸ δὲ, ἔλθοι καὶ ἵκοιτο ἐς πατρίδα, διττολογία ἐστὶν ἐννοίας μιᾶς διὰ προσώπου ἀγωνίαν καὶ αὐτὴ γενομένη καθὰ καὶ τὰ ῥηθέντα κόμματα. (ῃερς. 376.) Τὸ δὲ, εἰ δ' αὖ καὶ πόλεμον ὁρμήσειέ ποθεν Κρονίων, περίφρασίς ἐστι τοῦ, εἴ ποθεν ἐκφανείη πόλεμος ὁ κατὰ τὸν μῦθον ἐκ ∆ιὸς, ὃς ταμίης πολέμοιο τέτυκται. Ὅρα δὲ τὸ ποθὲν πρὸς ἐπίκρυψιν τεθὲν τοῦ ἀληθοῦς, καιριώτερον ὂν τοῦ ἴσως καὶ τοῦ τυχὸν καὶ τῶν τοιούτων, ὑπεμφαῖνον δὲ καὶ τὴν ἀλήθειαν, ἵνα λέγῃ, ὡς εἴ περ πόλεμος γένηται ἢ ἐξ ὑμῶν προϋπαρξάντων ἢ ἐξ ἐμοῦ ἢ ἐκ τῶν ἐμῶν. Τὸ δὲ ὁρμήσειεν ἀντὶ τοῦ κινήσειε καὶ, κατὰ τοὺς ὕστερον εἰπεῖν, παρορμήσειε. διχῶς οὖν τὸ ὁρμήσειν, ἰδιοπαθῶς τε κατὰ τοὺς μεθ' Ὅμηρον ἀντὶ τοῦ κινηθῆναι καὶ ἑτεροίως ἀντὶ τοῦ κινήσειν. εἰ δὲ ἐχρῆν καὶ αὐτὸ διάφορον σχεῖν διάθεσιν κατὰ τὸ πλουτῶ ἐγὼ, πλουτίζω δὲ ἕτερον καὶ τὰ ὅμοια, ἀλλὰ προελήφθη τοῦτο ὑφ' ἑτέρου ῥήματος τοῦ κατὰ τὸν ὅρμον, καθ' ὃν ὁρμεῖ μὲν ἡ ναῦς, ὁρμίζει δέ τις αὐτήν. καὶ ἄλλως δὲ ὁρμεῖ μὲν αὐτὴ, ὁρμίζεται δὲ ὑπ' ἄλλου. (ῃερς. 394.) Σφέλας δὲ ἢ τὸ ὑποπόδιον καὶ νῦν ἢ καὶ ἁπλῶς κατὰ τοὺς παλαιοὺς βλῆμά τι σφῆλαι δυνάμενον, ὡς καὶ αὐτὸ προείρηται. (ῃερς. 397.) Ἡ δὲ πρόχοος ἐνταῦθα ἡ καὶ κατὰ κυριολεξίαν βομβήσασα ἐν τῷ πεσεῖν ξέστης ἐστὶ ποτίζειν χρήσιμος, οὐ μὴν κατὰ τὴν ἐν τῇ ἄλφα ῥαψῳδίᾳ, δι' ἧς ὕδωρ χερσὶν, ἐπιχέεται, ἣν παραφράζων ἐκεῖ ὁ ἐκ Θρᾴκης σοφὸς εἶπε· τὸ πρῶτον μὲν οὖν κατὰ χειρὸς θεράπαινα ἔφερε χρυσῇ πρόχῳ, οὐδὲ μὴν κατὰ τὴν ὀστεοδόχον, ἣν δηλοῖ ὁ γράψας τὸ, ἐμβαλὼν εἰς πρόχουν ἀργυρᾶν τὰ ὀστᾶ καὶ ἐξέπεμπεν, ὁποῖόν τι ἴσως καὶ ἐν Ἰλιάδι τὸ δέπας, ἐν ᾧ θέσις ἡρωϊκῶν ὀστῶν ἱστόρηται. (ῃερς. 395.) Ἰστέον δὲ ὅτι δεξιότατα Ὀδυσσεὺς δοκεῖ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 212

προσφεύγειν τῷ Ἀμφινόμῳ, εἴ πως σχοίη συγκροῦσαι τοὺς μνηστῆρας ἀλλήλοις, ἐπικουρήσαντος μὲν ἐκείνου τῷ ξένῳ, ἀπαρασθέντων δὲ τῶν μνηστήρων. (ῃερς. 401.) Ὅτι οὕτω θρασὺ πρᾶγμα πεποίηκεν ὁ Εὐρύμαχος, ὡς καὶ τοὺς ὁμοίους αὐτῷ ὑβριστὰς δυσχεράναι, καὶ ὅμως ἀνέχεται Ὀδυσσεὺς, καὶ ὁ Τηλέμαχος δὲ, ἵνα μὴ πρὸ καιροῦ ἐγχειρήσαντες ἔργῳ δυσπραγήσωσι. καὶ λαλεῖ μέν τι ὁ Τηλέμαχος ὑποπίκρως, παραμίγνυσι δέ τι καὶ ἐπιεικείας εὐθύς. λέγει γοῦν ὁ ποιητὴς οὕτως· αἴθ' ὤφελλ' ὁ ξεῖνος ἀλώμενος ἄλλοθ' ὀλέσθαι, πρὶν ἐλθεῖν, τῶ κεν οὔ τι τόσον κέλαδον μεθέηκεν, ἤγουν οὐκ ἂν τοσοῦτον θόρυβον ἐνῆκεν ἡμῖν. νῦν δὲ περὶ πτωχῷ ἐριδαίνομεν, οὐδέ τι δαιτὸς ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ. καὶ οὕτω μέν τις εἶπεν ἂν καραδοκῶν αὐτόθι ὀλέσθαι τὸν Ὀδυσσέα καὶ διατοῦτο εὐχόμενος ἄλλοθι αὐτὸν τοῦτο παθεῖν. (ῃερς. 406.) Τηλέμαχος δὲ, δαιμόνιοι μαίνεσθέ, φησι, καὶ οὐκέτι κεύθετε θυμῷ βρωτὺν οὐδὲ ποτῆτα· θεὸς δὴ ὑμᾶς ὀροθύνει· (ῃερς. 408.) ἀλλ' εὖ δαισάμενοι κατακείετε οἴκαδε ἰόντες, ὁππότε θυμὸς ἄνωγε. διώκω δὲ οὔ τινα ἔγωγε· ὅ περ ἀγαθοῦ ξενοδόχου λόγος, ὥς περ ἐλεεινολογία ἐπί τινι δυστυχῶς νοστήσαντι, τὸ, αἴθ' ὤφελλ' ὁ ξεῖνος καὶ ἑξῆς ὡς ἀνωτέρω γέγραπται. (ῃερς. 414.) δικαιολογίας δὲ ἀναντιῤῥήτου παραστατικὸν τὸ, ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι, ὅ περ ἐφ' οἷς καλῶς ἐλάλησεν ὁ Τηλέμαχος, ἐπικριτικῶς φησὶν ὁ Ἀμφίνομος, οἷα τοῦ πρόσφυγος ξείνου ὑπερλαλῶν. διὸ καὶ παραινεῖ μήτε τὸν ξεῖνον στυφελίζειν μήτε τινὰ ἄλλον δμώων Ὀδυσσέως. εἶτα συμβουλευσάμενος καὶ περὶ σπονδῆς καὶ ὕπνου πείθει· (ῃερς. 422.) πᾶσιν ἑαδότα μῦθον εἰπὼν, ἤγουν ἀρέσκοντα, ὡς πολλαχοῦ εἴρηται. (ῃερς. 406.) Ἰστέον δὲ ὅτι τὸ, οὐκέτι κεύθετε θυμῷ βρωτὺν οὐδὲ ποτῆτα, ἀστείως ἐῤῥέθη διὰ τὸ τοὺς μνηστῆρας μὴ κρύπτειν, ἀλλ' ἐκφαίνειν, ὡς οἱ ἐξεμοῦντες τὰ ἐντὸς, οὕτω καὶ αὐτοὺς, ὅ περ εἶχον ἔνδον βούλευμα, τὸ τὸν ξένον δηλαδὴ, ὡς ἐῤῥέθη, αὐτόθι ὀλέσθαι. ὡς ἐπὶ ἐμέτου γοῦν εἰπὼν τὸ, οὐ κεύθετε βρωτὺν οὐδὲ ποτῆτα, νοεῖν ἀφίησιν αὐτὸ ἐπὶ τοῦ κατὰ ψυχὴν βουλεύματος, προσθεὶς τὸ, θυμῷ. ἔφη γὰρ, οὐκέτι 2.187 κεύθετε θυμῷ, οὗ περ ἀνάπαλιν τὸ, οὐκέτι κεύθετε γαστρί. (ῃερς. 407.) Τὸ δὲ, θεός νύ τις ὔμμ' ὀροθύνει, ἐπιτυχῶς εἶπεν ὁ παῖς. Ἀθηνᾶ γὰρ αὐτοὺς ὀροθύνει, ὡς φθάσας ἐδήλωσεν ὁ ποιητής. (ῃερς. 416.) Ἐν δὲ τῷ, μή τέ τιν' ἄλλον δμώων, τὸ ἄλλον, οὐ πρὸς διαστολὴν ὁμογενοῦς ἐῤῥέθη, ὡς εἴ τις εἴπῃ μήτε τοῦτον δοῦλον ὄντα μήτε ἄλλον τινὰ δμώων, ἀλλὰ πρὸς ἑτεροιότητα τύχης, ἵνα λέγῃ, ὅτι μήτε τὸν ἐλεύθερον ξένον τοῦτον στυφελίζετε, μήτε ἄλλον, ἤγουν τύχης ἄλλης ὄντα, ὁποῖοι οἱ τοῦ Ὀδυσσέως δμῶες. (ῃερς. 423.) Ὅτι τὸν κήρυκα Μούλιον, ὃς θεράπων ἦν Ἀμφινόμοιο, ἥρωακαλέσας ὁ ποιητὴς ἐμφαίνει ἀδιαφορίαν κἀνταῦθα τοῦ ἥρως ὀνόματος, ὡς μὴ μόνον ἐπὶ πάνυ μεγάλων ἀνδρῶν ἀλλὰ καὶ ἐπὶ θεραπόντων λεγομένου, καθά που καὶ κρείων ὁ Ἐτεωνεὺς ἐλέχθη καὶ ὄρχαμος ἀνδρῶν ὁ Εὔμαιος. παρὰ τὸ μολεῖν δὲ ὁ Μούλιος Ἰωνικῇ ἐπενθέσει τοῦ ˉυ, καθὰ καὶ ὁ τοῦ κωμικοῦ Μόλων καὶ οἱ μολίονες. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Τ. ΟΜΗΡΟΥ ΡΑΨΩΙ∆ΙΑΣ. Σὺν Τηλεμάχῳ ἔκθεσιν ποιεῖται τῶν ὅπλων Ὀδυσσεὺς καὶ πρὸς Πηνελόπην ἐκ Κρήτης εἶναι ὑποκρίνεται. γίνεται δὲ αὐτοῦ δι' οὐλῆς ἀναγνωρισμὸς πρὸς Εὐρύκλειαν, τοὺς πόδας αὐτοῦ νίπτουσαν. καὶ κατὰ παρέκβασιν ὁ ποιητὴς διηγεῖται, ὡς ἐν Παρνασῷ ὑπὸ συὸς ἐπλήγη κυνηγῶν. Ο∆ΥΣΣΕΙΑΣ Τ. ΟΜΗΡΟΥ ΡΑΨΩΙ∆ΙΑ. Ὅτι Ὀδυσσέως καὶ Πηνελόπης ὁμιλία καὶ ὑπὸ Εὐρυκλείας ἀναγνωρισμὸς ἡ ἀνὰ χεῖρας ἐπιγράφεται ῥαψῳδία διὰ τὸ κατ' αὐτὴν πλασθῆναι ταῦτα γενέσθαι. (ῃερς. 1.) Ὅτι τῶν μνηστήρων ὑποχωρησάντων ἑκάστου εἰς τὰ οἰκεῖα καὶ τῶν δμωΐδων κατεπτοημένων, οἷς Ὀδυσσεὺς αὐτὰς ἀπειλησάμενος ἐξεθρόησεν, ὑπελείπετο Ὀδυσσεὺς ἐν μεγάρῳ, μνηστῆρσι φόνον σὺν Ἀθηνᾷ μερμηρίζων. (ῃερς. 2.) ἀγαθὴ γὰρ ἐν νυκτὶ βουλὴ κατὰ παροιμίαν· ὅθεν καὶ εὐφρόνη, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, λέγεται ἡ νύξ. καὶ τέως πρὸ τῶν ἄλλων κατατίθενται ἔσω τὰ πρόχειρα ὅπλα ὁ ξεῖνός τε πτωχὸς καὶ ὁ Τηλέμαχος καὶ ἡ γραῦς Εὐρύκλεια. (ῃερς. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 213

ποίη δὲ παρείη, πρὸς μονιμότητα καὶ διάρκειαν ἔργου κεῖται καὶ πρὸς δεῖγμα τοῦ ἐν

ἔργοις διόλου καρτερικοῦ, τὸ γὰρ ὀλιγόϋλον ἔργον καὶ τοῖς ἀχρείοις εὐεπιχείρητον.

Ἰστέον δὲ ὅτι ποίη καὶ ἡ κατὰ τὸ θέρος κατ' ἐξοχὴν, ἀφ' ἧς καὶ τὸν ἐνιαυτὸν ποίην

λέγει τῶν τις ποιητῶν. διὸ καὶ ἑρμηνεύοντες οἱ παλαιοί φασιν, ὅτι ποίη ὁ

δημητρειακὸς καρπός. κοινῶς μέντοι ποίη ὁ κατὰ τὸ ἔαρ δρεπόμενος ἢ κειρόμενος

χόρτος. δοκεῖ δ' ἐνταῦθα καὶ ὁ ποιητὴς ἐν τῷ, κεκορηότε ποίης, οὐ μόνον δηλοῦν

τὸν χόρτον, ἀλλὰ καὶ καρποὺς ∆ήμητρος, οἷς καὶ βοῦς πιαίνεται ἐν σταθμοῖς. (ῃερς.

371.) Τὸ δὲ, βόες ἐλαύνειν ἄριστοι καὶ τὸ, κεκορηότε ποίης, διὰ τὸ τοῦ ἔργου κεῖται

ἐντρεχές. ὡς γὰρ δρέπανον ἀγαθὸν, καθά που καὶ πέλεκυς ὀξὺς αὔξει ἐργάτου

ἐρωὴν, οὕτω καὶ βόες εὐσθενεῖς καὶ ἄριστοι, τουτέστι τεχνῖται τοῦ ἀροτριᾶν. (ῃερς.

372.) Αἴθωνες δὲ βόες οἱ θερμοὶ ἐργάζεσθαι, ἢ μέλανες, οἱ ἐν ἄλλοις οἴνοπες, ἢ καὶ

πυῤῥοὶ, ὡς ἀπὸ τοῦ, οἶνος ἐρυθρός. Τὸ δὲ, κεκορηότε ποίης, σύστασις βοῶν, ὡς καὶ

ἵππων τὸ ἀκοστεῖν. κυριολεκτεῖται δὲ πάντως ἐπὶ ἀλόγων ζῴων τὸ κεκορηότες.

Ἰστέον δὲ καὶ ὅτι τὸ, βόες ἄριστοι αἴθωνες καὶ τὰ ἑξῆς, ἔπαινός ἐστιν ἀγαθῶν βοῶν.

(ῃερς. 373.) Τὸ δὲ ἥλικες καὶ τὸ ἰσοφόροι καὶ αὐτὸ πρὸς ἰσότητα κεῖται, ἵνα τῷ

ἀπαραλλάκτῳ τῶν βοῶν διαφαίνηται καὶ τοῖς ἀροτριῶσι τὸ ἔργον οἷον ἐστί. διὸ καὶ

χρὴ τήν τε ἀροτριωμένην γῆν ἐπίσης νενεμῆσθαι καὶ ἀμφοῖν ὑπείκειν εἰς τὸ

τέμνεσθαι. Ἰσοφόροι δὲ ἢ εἰς ἶσον φερόμενοι καὶ ὡς εἰπεῖν ἰσοφαρίζοντες, ἢ ἶσον

ἄχθος φέρειν δυνάμενοι, ἢ ἰσοκίνητοι 2.186 καὶ ἶσοι κατὰ τὸ φέρεσθαι. (ῃερς. 374.)

Τετράγυον δὲ διάστημά τι, ὅσον ἦν ἀροτριᾶν ὡς εἰκὸς δι' ἡμέρας τοὺς ἀγαθοὺς

ἐργάτας καὶ χρωμένους βουσὶν ὁμοίοις. Τί δὲ τὸ τετράγυον, προγέγραπται. ὁ δὲ

παραφράσας τετράπλεθρον ἡρμήνευσε τὸ τετράγυον, εἰπὼν, ἐλαύνειν ἐν νειῷ

τετραπέλεθρον. Πολὺ δὲ ἐν τῷ ῥηθέντι Ὁμηρικῷ χωρίῳ τὸ κομματικόν· τό τε

ἀλλοῖον καὶ τὸ κατὰ λέξιν, ὡς ἡ ἀνάγνωσις παρίστησιν. (ῃερς. 375.) Ὦλξ δὲ ἡ αὖλαξ,

ἀπὸ τοῦ ἀλέγω, τὸ λόγον ποιοῦμαι καὶ φροντίζω, ἀλέξω, ἄλοξ, καὶ μεταθέσει ἄολξ,

καὶ ἐν συναιρέσει ὦλξ, ἡ ἐν λόγῳ δηλαδὴ οὖσα. ∆ιηνεκὴς δὲ ὦλξ ἡ διόλου

ἐνηνεγμένη μία καὶ κοιλανθεῖσα μιᾷ μακρᾷ τομῇ. Τὸ δὲ προταμοίμην ἀντὶ τοῦ, πρὸ

σοῦ ἀροτριάσαιμι, καὶ, ὡς εἰπεῖν, προκόψαιμι, καὶ τὰ πάντα ἔχων ἶσα, ὅμως

προβαλοίμην τῇ ἀρετῇ. (ῃερς. 384.) Τὸ δὲ, ἔλθοι καὶ ἵκοιτο ἐς πατρίδα, διττολογία

ἐστὶν ἐννοίας μιᾶς διὰ προσώπου ἀγωνίαν καὶ αὐτὴ γενομένη καθὰ καὶ τὰ ῥηθέντα

κόμματα. (ῃερς. 376.) Τὸ δὲ, εἰ δ' αὖ καὶ πόλεμον ὁρμήσειέ ποθεν Κρονίων,

περίφρασίς ἐστι τοῦ, εἴ ποθεν ἐκφανείη πόλεμος ὁ κατὰ τὸν μῦθον ἐκ ∆ιὸς, ὃς ταμίης

πολέμοιο τέτυκται. Ὅρα δὲ τὸ ποθὲν πρὸς ἐπίκρυψιν τεθὲν τοῦ ἀληθοῦς,

καιριώτερον ὂν τοῦ ἴσως καὶ τοῦ τυχὸν καὶ τῶν τοιούτων, ὑπεμφαῖνον δὲ καὶ τὴν

ἀλήθειαν, ἵνα λέγῃ, ὡς εἴ περ πόλεμος γένηται ἢ ἐξ ὑμῶν προϋπαρξάντων ἢ ἐξ ἐμοῦ

ἢ ἐκ τῶν ἐμῶν. Τὸ δὲ ὁρμήσειεν ἀντὶ τοῦ κινήσειε καὶ, κατὰ τοὺς ὕστερον εἰπεῖν,

παρορμήσειε. διχῶς οὖν τὸ ὁρμήσειν, ἰδιοπαθῶς τε κατὰ τοὺς μεθ' Ὅμηρον ἀντὶ τοῦ

κινηθῆναι καὶ ἑτεροίως ἀντὶ τοῦ κινήσειν. εἰ δὲ ἐχρῆν καὶ αὐτὸ διάφορον σχεῖν

διάθεσιν κατὰ τὸ πλουτῶ ἐγὼ, πλουτίζω δὲ ἕτερον καὶ τὰ ὅμοια, ἀλλὰ προελήφθη

τοῦτο ὑφ' ἑτέρου ῥήματος τοῦ κατὰ τὸν ὅρμον, καθ' ὃν ὁρμεῖ μὲν ἡ ναῦς, ὁρμίζει δέ

τις αὐτήν. καὶ ἄλλως δὲ ὁρμεῖ μὲν αὐτὴ, ὁρμίζεται δὲ ὑπ' ἄλλου. (ῃερς. 394.) Σφέλας

δὲ ἢ τὸ ὑποπόδιον καὶ νῦν ἢ καὶ ἁπλῶς κατὰ τοὺς παλαιοὺς βλῆμά τι σφῆλαι

δυνάμενον, ὡς καὶ αὐτὸ προείρηται. (ῃερς. 397.) Ἡ δὲ πρόχοος ἐνταῦθα ἡ καὶ κατὰ

κυριολεξίαν βομβήσασα ἐν τῷ πεσεῖν ξέστης ἐστὶ ποτίζειν χρήσιμος, οὐ μὴν κατὰ

τὴν ἐν τῇ ἄλφα ῥαψῳδίᾳ, δι' ἧς ὕδωρ χερσὶν, ἐπιχέεται, ἣν παραφράζων ἐκεῖ ὁ ἐκ

Θρᾴκης σοφὸς εἶπε· τὸ πρῶτον μὲν οὖν κατὰ χειρὸς θεράπαινα ἔφερε χρυσῇ πρόχῳ,

οὐδὲ μὴν κατὰ τὴν ὀστεοδόχον, ἣν δηλοῖ ὁ γράψας τὸ, ἐμβαλὼν εἰς πρόχουν

ἀργυρᾶν τὰ ὀστᾶ καὶ ἐξέπεμπεν, ὁποῖόν τι ἴσως καὶ ἐν Ἰλιάδι τὸ δέπας, ἐν ᾧ θέσις

ἡρωϊκῶν ὀστῶν ἱστόρηται. (ῃερς. 395.) Ἰστέον δὲ ὅτι δεξιότατα Ὀδυσσεὺς δοκεῖ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

212

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!