Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ... Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

Εὐρυμάχῳ πολυδαίδαλον αὐτίκα ἔνεικε χρύσεον, ἠλέκτροισιν ἐερμένον, ἠέλιον ὥς. ἕρματα δ' Εὐρυδάμαντι δύο θεράποντες ἔνεικαν, τρίγληνα, μορόεντα· χάρις δ' ἀπελάμπετο πολλή. ἐκ δ' ἄρα Πεισάνδροιο ἴσθμιον ἤνεικε θεράπων περικαλλὲς ἄγαλμα. ἄλλο δ' ἂρ ἄλλος δῶρον Ἀχαιῶν καλὸν ἔνεικε. φίλη δὲ τῇ ποιήσει λέξις τὸ ἔνεικε. διὸ πεντάκις αὐτῇ ἐνταῦθα ἐχρήσατο. πόθεν δὲ γίνεται, εἴρηται ἀλλαχοῦ. Ὅρα δὲ τὸ, ἄλλο δ' ἄρα ἄλλος δῶρον ἔνεικε, περικόψαντος τοῦ ποιητοῦ τὸ πλείονα ὀνομάζειν, οἷον τυχὸν ψέλλια, ἢ ὑφορμίδας, ἢ περιδέραια, ἐξ ὧν καὶ ὑποδερὶς, κόσμος γυναικεῖος καὶ αὐτὴ κατὰ τοὺς παλαιούς. ἄκαιρός τε γὰρ φιλοτιμία τὸ πλείω εἰπεῖν, καὶ οὐδ' ἂν εὐπόρησεν ἐπὶ πάντων καθ' ἕνα τῶν μνηστήρων ἰδίᾳ τοιαῦτα περὶ ἑκάστου λαλεῖν. (ῃερς. 292.) Πέπλον δέ φασί τινες τὸν ἐνταῦθα μέγαν καὶ περικαλλέα καὶ ποικίλον περιβόλαιον εἶναι σκέπον τὸν ἀριστερὸν ὦμον, καὶ ἔμπροσθεν καὶ ὄπισθεν συνάγον τὰς δύο πτέρυγας εἰς τὴν δεξιὰν πλευρὰν, γυμνὴν ἐῶν τὴν δεξιὰν χεῖρα καὶ τὸν ὦμον. εἰ δὲ τοῦθ' οὕτως ἔχει, τί δή ποτε δώδεκα περόνας ἐχρῆν ἔχειν αὐτὸν μανδυοειδῆ ὄντα; δοκεῖ δὴ μάλιστα γυναικεῖον ἱμάτιον εἶναι ὁ πέπλος κατὰ τὰ ∆ωρικὰ, σχιστὸν ἐπὶ μόνα τὰ ἔμπροσθεν, καὶ διατοῦτο περόνας ἐθέλον πολλάς. (ῃερς. 294.) Κληῗδες δὲ, ὀπαὶ λεγόμεναι κατακλεῖδες, εἰς ἃς αἱ περόναι καθίεντο. Εὔγναμπτοι δὲ αὗται, ὡς ἐπικαμπεῖς καὶ περιφερεῖς. (ῃερς. 295.) Περὶ δὲ ὅρμου χρυσέου, ὃς ἠλέκτροις ἔερτο, ἐν τοῖς Εὐμαίου λόγοις προδεδήλωται. (ῃερς. 296.) Τὸ δὲ, ἠέλιον ὣς, παραβολικὸν ὂν, ἔλλειψιν ἔχει. χρὴ γὰρ νοεῖν κατὰ τὸ εἰκὸς ὅρμον λάμποντα ἢ φαέθοντα ἢ ἀφιέντα λαμπηδόνα, ὡς ἥλιον. (ῃερς. 298.) Ἕρματα δὲ τρίγληνα μορόεντα χάριν ἔχοντα, κεῖται καὶ ἐν Ἰλιάδι ἐν τοῖς περὶ Ἡφαίστου, καὶ εἴρηται τὰ δέοντα ἐκεῖ. (ῃερς. 297.) Ἐν δὲ τῷ, ἕρματα δύο θεράποντες ἔνεικαν, ἀμφίβολον μὲν, εἴτε ἕρματα δύο εἴτε θεράποντες δύο. δοκεῖ δὲ κρεῖττον συντάξαι ἕρματα δύο. (ῃερς. 295.) Ἰστέον δὲ ὅτι, ὥς περ ἀπὸ τοῦ κείρω καὶ ὁ κορμὸς καὶ τὸ κέρμα, οὕτω καὶ ἀπὸ τοῦ εἴρω ὅρμος καὶ ἕρμα. μάλιστα δὲ ὁμοιότητα παραγωγῆς ἔχει πρὸς τὸν ὅρμον καὶ τὸ ἕρμα τὰ ἐκ τοῦ σπείρω, ὁ σπόρος δηλαδὴ καὶ τὸ σπέρμα, βαρύτονα ὄντα καὶ ἄμφω. ἐκ δέ γε τοῦ εἴρω καὶ τρίτη γίνεται παραγωγὴ ὁ εἱρμός. ἐξ οὗ καὶ ἡ εἱμαρμένη παρῆχθαι δοκεῖ, εἱρμαμένη τις οὖσα διὰ τὸν κατ' αὐτὴν εἱρμόν. ὡς δὲ ὁμώνυμος λέξις τὸ ἕρμα, δηλοῦσι καὶ τὰ ἐν Ἰλιάδι ἕρματα τῶν νηῶν καὶ ἡ ἀνερμάτιστος ναῦς. (ῃερς. 300.) Ἴσθμιον δὲ τὸ περὶ τὸν ἰσθμὸν, ὅ ἐστι τὸν τράχηλον· ὃς ἰσθμὸς λέγεται πλεονασμῷ τοῦ ˉσ, ὡς οἷον ἰθμὸς, δι' οὗ ἵενται τὰ σιτία. ἐντεῦθεν δὲ καὶ παρίσθμια τὰ περὶ τὸν τοιοῦτον ἰσθμὸν, ὃς οὐκ ἔστιν ἐν χρήσει. ὁ γὰρ περιφε 2.181 ρόμενος ἰσθμὸς τοπικόν ἐστιν ὄνομα. παρὰ δὲ τοῖς παλαιοῖς φέρεται, ὅτι καὶ μέρος τις σώματος περὶ τὸν τράχηλον ἴσθμιον. ὅθεν καὶ κόσμος παρίσθμιος. καὶ ποτήριον δέ, φασι, Κύπριον ἐκαλεῖτο ἴσθμιον. ὅτι δὲ ἐκ τοῦ ἰέναι προϋπάρχει τοῦ ἰσθμοῦ παράγωγον ἰθμὸς δίχα τοῦ πρώτου σίγμα, δῆλον καὶ ἐκ τῆς παρὰ τῷ Ὀππιανῷ εἰσίθμης. διαφέρει δὲ ἴσθμιον ὅρμου κατὰ τοὺς παλαιοὺς, ὅτι ὁ μὲν ὅρμος κεχάλασται ἐκκρεμμάμενος, τὸ δὲ ἴσθμιον περιτραχήλιος ὢν καὶ αὐτὸ κόσμος τῷ τραχήλῳ προσέχεται. Ἄγαλμα δὲ καὶ ἐνταῦθα τὸ ἀγαλλίαμα. (ῃερς. 306.) Ὅτι ἐπὶ τοῖς μνηστῆρσι τερπομένοις μέλας, ὡς καὶ ἀλλαχοῦ ἐγράφη, ἐπὶ ἕσπερος ἦλθεν. αὐτίκα λαμπτῆρας τρεῖς ἔστασαν ἐν μεγάροισιν, ὄφρα φαείνοιεν, περὶ δὲ ξύλα κάγκανα θῆκαν αὖα πάλαι περίκηλα νέον κεκεασμένα χαλκῷ, καὶ δαΐδας μετέμισγον. (ῃερς. 311.) ἀμοιβηδὶς δ' ἀνέφαινον δμωαὶ Ὀδυσσῆος. ὁ δὲ πειρᾶσθαι καὶ τῶν δμωΐδων ἐθέλων, ὥς περ πρὸ ὀλίγου τῶν μνηστήρων, ἔρχεσθέ, φησι, δμωαὶ πρὸς δώματα, (ῃερς. 314.) ἵνα αἰδοίη βασίλεια, τουτέστιν ὅπου ἡ δέσποινα, ὡς μὴ δέον ὂν αὐτὰς ἀνδράσιν ἀναμεμίχθαι. τῇ δὲ παρ' ἠλάκατα στροφαλίζετε, τέρπετε δ' αὐτὴν ἥμεναι ἐν μεγάρῳ, ἢ εἴρια πείκετε χερσί· διὰ τὸ μεγάλας δηλαδὴ τὰς νύκτας εἶναι, ὡς καὶ προϊστόρηται. (ῃερς. 317.) αὐτὰρ ἐγὼ τούτοισι φάος πάντεσσι παρέξω. ἤν περ γάρ κ' ἐθέλωσιν ἐΰθρονον Ἠῶ μίμνειν, οὔ τί με νικήσουσι, πολυτλήμων δὲ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 206

μάλα εἰμί. ταῦτα εἰπόντος, αἱ μὲν ἄλλαι ἐγέλασαν, (ῃερς. 320.) εἰς ἀλλήλας δὲ ἴδοντο, κατά τι ἀφελὲς γυναικεῖον σχῆμα. Μελανθὼ δὲ καλλιπάρῃος καὶ αἰσχρῶς ἐνένιπεν, ἣν ∆όλιος μὲν ἔτικτε, κόμισσε δὲ Πηνελόπη, παῖδα δὲ ὣς ἀτίταλλε, δίδου δ' ἂρ ἀθύρματα θυμῷ. ἀλλ' οὐδ' ὣς ἔσχεν ἢ σχέθε πένθος ἐνὶ φρεσὶ Πηνελοπείης. (ῃερς. 325.) ἀλλ' ἥ γ' Εὐρυμάχῳ μιγέσκετο καὶ φιλέεσκεν ἡδονὴν ἀνταλλαξαμένη τοῦ πενθεῖν. αὕτη δὴ τὸν Ὀδυσσέα ἐνένιπεν ὀνειδείοις ἐπέεσσι· ξεῖνε τάλαν, σύ γέ τις φρένας ἐκπεπαταγμένος ἐσσὶ, οὐδ' ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθὼν, ἠέ που ἐς λέσχην· ἀλλ' ἐνθάδε πόλλ' ἀγορεύεις θαρσαλέως πολλοῖσι μετ' ἀνδράσιν, οὐδέ τι θυμῷ ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας· ἃ δὴ καὶ μετ' ὀλίγα κεῖται. (ῃερς. 332.) ἢ νύ τοι αἰεὶ τοιοῦτος νόος ἐστί· τουτέστι, μεθύων ἄρτι ἀφραίνεις, ἢ καὶ ἀεὶ τοιοῦτος εἶ. διὸ καὶ μεταμώνια βάζεις. ἢ ἀλύεις ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην. μή τίς τι τάχα Ἴρου ἀμείνων ἄλλος ἀναστῇ, ὅς τίς σε ἀμφὶ κάρη κεκοπὼς χερσὶ στιβαρῇσι δώματος ἐκπέμψῃσι φορύξας αἵματι πολλῷ. καὶ ὅρα ὡς καὶ νῦν εὑρὼν ὁ ποιητὴς τόπον εὐμέθοδον, σκώπτει διὰ τῆς ἀπαιδεύτου Μελανθοῦς ἀρτύων καὶ ταύτῃ εὔλογον ὄλεθρον ἐν τοῖς ἑξῆς διὰ τὸ πρὸς τοὺς δεσπότας μῖσος. ἴσως δὲ ἄνδρα λέγει αὐτὴ ἀμείνονα τὸν Εὐρύμαχον. εἰς ὃν καὶ θαῤῥεῖ. τυχὸν δὲ καὶ τὸν ἀδελφὸν Μελάνθιον. (ῃερς. 307.) Ἰστέον δὲ ὅτι λαμπτῆρας λέγει, ἃς νῦν οἱ ἀγροτικοὶ λυχνίας φασὶν, ἐφ' ὧν δᾷδες κείμεναι κατὰ δόρπον ἀνάπτονται, ἢ ξύλα ξηρὰ διὰ τὸ ἄκαπνον, ἢ καὶ ἄμφω ἀναμὶξ, ὡς καὶ ἐνταῦθα γίνεται παρὰ τοῖς λαμπροῖς μνηστῆρσι κατὰ ἡρωϊκὴν καὶ τοῦτο ἀφέλειαν, εἰς ὃ καὶ δμωΐδες ὑπουργοῦσι κατὰ ἔθος ἀρχαῖον. ∆ῆλον δὲ ὅτι ἁβρότερον οἱ ἐπιδόρπιοι λαμπτῆρες διάκεινται παρὰ Φαίαξι, παρ' οἷς οἱ μὲν δομητοὶ βωμοὶ ἀντὶ λαμπτήρων κεχαλκευμένων εἰσὶν, ἀντὶ δὲ δμωΐδων οἱ χωνευτοὶ χρύσειοι κοῦροι, δαΐδας μετὰ χερσὶν ἔχοντες καὶ φαίνοντες, ὅ περ ἐνταῦθα φαείνειν κεῖται, ταυτὸν ὂν τῷ λάμπειν. ἐξ οὗ οἱ λαμπτῆρες. οἱ δὲ παλαιοὶ καὶ οὕτω φασὶ λαμπτῆρες, ἐσχάραι μετέωροι, ἢ χυτρόποδες, ἐφ' ὧν ἔκαιον. (ῃερς. 308.) Ξύλα δὲ κάγκανα τὰ ξηρὰ, τὰ καινόμενα εἰς τὸ καίεσθαι. ταῦτα δὲ καὶ δανὰ ἐλέγετο, καθὰ προεδηλώθη. (ῃερς. 309.) Περὶ δὲ τοῦ, αὖα πάλαι περίκηλα, γέγραπται ἐν τοῖς κατὰ τὴν Καλυψώ. ἀντιθετικῶς δὲ λέγει τὸ, αὖα πάλαι περίκηλα νέον κεκεασμένα χαλκῷ, ἵνα ᾖ πάλαι μὲν ξηρανθέντα, νεωστὶ δὲ κοπέντα. Ἰστέον δὲ καὶ ὅτι τὸ αὔω ῥῆμα, ὅ τινες καὶ ἐδάσυνον, ἐξ οὗ τὸ αὖον οὐ μόνον τὸ ξηραίνειν δηλοῖ, ἀλλὰ καὶ τὸ λάμπειν καὶ φαίνειν· ὅθεν καὶ αὔως Αἰολικῶς ἡ ἡμέρα, ἡ καὶ ἀὼς λεγομένη ∆ωρικῶς, καὶ ἠὼς κοινῶς τε καὶ Ἰωνικῶς. ἐκ δὲ τοῦ αὔειν καὶ πυραύστης ζωΰφιον ἐπιβουλεῦον τῷ τῶν λαμπάδων φωτὶ, ὑφ' οὗ καὶ ὄλλυται. ἀφ' οὗ παροιμία τὸ, πυραύστου μόρος, ἐπὶ τῶν ταχὺ θανατουμένων, οἷς ἀνοήτως θρασύνονται. ὅσα δὲ καὶ ἄλλα ἐκ τοῦ αὔειν παράγονται, δεδήλωται ἀλλαχοῦ. (ῃερς. 315.) Τὸ δὲ στροφαλίζετε ἀπὸ τῆς στροφάλιγγος ἔχει διὰ τοῦ ˉο μικροῦ τὴν ἄρχουσαν. ἄλλως γὰρ ὡς ἀπὸ τοῦ στρωφᾶσθαι ὤφειλεν ἐκτείνεσθαι, ὡς τὸ, ἠλάκατα στρωφῶσα. (ῃερς. 316.) Εἴρια δὲ πέκειν χερσὶ, τὸ ἐπιμελεῖσθαι καὶ, ὡς ἄν τις εἴπῃ, κτενίζειν, κατὰ τὸ, ἐκτενίζομεν τρίχας. τοῦτο δὲ καὶ ἀσκεῖν λέγεται, ὡς τὸ, ἤσκειν εἴρια καλά· καὶ προηγεῖται τοῦ ἠλάκατα 2.182 στροφαλίζειν, τὸ, εἴρια πέκειν χερσί. Καὶ ὅρα τὸ χερσὶν, ὡς τοῦ στροφαλίζειν προσεχῶς ἀτράκτοις συντελουμένου· ἢ καὶ ἑτέρως, τὸ χερσὶ πρὸς διαστολὴν τοῦ ἄλλως πέκειν εἴρηται. πέκονται γὰρ ἔρια καὶ κειρομένων προβάτων ποιμενικῶς. καὶ ἐκ τοῦ τοιούτου πέκειν καὶ ὁ πόκος εἴρηται. καὶ αἶγες δὲ, ὧν εὐγενὲς τὸ ἔριον, ἐργαλείῳ τινὶ ἑτεροίῳ πέκονται. (ῃερς. 317.) Τὸ δὲ, φάος πᾶσι παρέξω, ἀντὶ τοῦ ἐγγὺς ἕξω· οὗ ἐναντίον ἐδηλώθη τὸ ἀφέξω ἀντὶ τοῦ παρεκτὸς σχήσω. (ῃερς. 315.) Τὸ δὲ, τέρπετε αὐτὴν, ἐῤῥέθη, ὡς νῦν τῆς δεσποίνης οὐ τερπομένης, ἀλλ' ἀχθομένης ἐπ' αὐταῖς. (ῃερς. 319.) Πολυτλήμων δὲ καὶ οὐχ' ἁπλῶς, ἀλλὰ καὶ μάλα, οὐ νῦν μόνον Ὀδυσσεὺς κατὰ τὸ ἐγκρατὴς ὕπνου εἶναι, ἀλλὰ καὶ ἐν τοῖς φθάσασι, τοιοῦτος ὡς μάλιστα δέδεικται. διαφορὰ δὲ πάντως πολλὴ πολυτλήμονος καὶ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 207

μάλα εἰμί. ταῦτα εἰπόντος, αἱ μὲν ἄλλαι ἐγέλασαν, (ῃερς. 320.) εἰς ἀλλήλας δὲ

ἴδοντο, κατά τι ἀφελὲς γυναικεῖον σχῆμα. Μελανθὼ δὲ καλλιπάρῃος καὶ αἰσχρῶς

ἐνένιπεν, ἣν ∆όλιος μὲν ἔτικτε, κόμισσε δὲ Πηνελόπη, παῖδα δὲ ὣς ἀτίταλλε, δίδου δ'

ἂρ ἀθύρματα θυμῷ. ἀλλ' οὐδ' ὣς ἔσχεν ἢ σχέθε πένθος ἐνὶ φρεσὶ Πηνελοπείης. (ῃερς.

325.) ἀλλ' ἥ γ' Εὐρυμάχῳ μιγέσκετο καὶ φιλέεσκεν ἡδονὴν ἀνταλλαξαμένη τοῦ

πενθεῖν. αὕτη δὴ τὸν Ὀδυσσέα ἐνένιπεν ὀνειδείοις ἐπέεσσι· ξεῖνε τάλαν, σύ γέ τις

φρένας ἐκπεπαταγμένος ἐσσὶ, οὐδ' ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθὼν, ἠέ που

ἐς λέσχην· ἀλλ' ἐνθάδε πόλλ' ἀγορεύεις θαρσαλέως πολλοῖσι μετ' ἀνδράσιν, οὐδέ τι

θυμῷ ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας· ἃ δὴ καὶ μετ' ὀλίγα κεῖται. (ῃερς. 332.) ἢ νύ

τοι αἰεὶ τοιοῦτος νόος ἐστί· τουτέστι, μεθύων ἄρτι ἀφραίνεις, ἢ καὶ ἀεὶ τοιοῦτος εἶ.

διὸ καὶ μεταμώνια βάζεις. ἢ ἀλύεις ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην. μή τίς τι τάχα

Ἴρου ἀμείνων ἄλλος ἀναστῇ, ὅς τίς σε ἀμφὶ κάρη κεκοπὼς χερσὶ στιβαρῇσι δώματος

ἐκπέμψῃσι φορύξας αἵματι πολλῷ. καὶ ὅρα ὡς καὶ νῦν εὑρὼν ὁ ποιητὴς τόπον

εὐμέθοδον, σκώπτει διὰ τῆς ἀπαιδεύτου Μελανθοῦς ἀρτύων καὶ ταύτῃ εὔλογον

ὄλεθρον ἐν τοῖς ἑξῆς διὰ τὸ πρὸς τοὺς δεσπότας μῖσος. ἴσως δὲ ἄνδρα λέγει αὐτὴ

ἀμείνονα τὸν Εὐρύμαχον. εἰς ὃν καὶ θαῤῥεῖ. τυχὸν δὲ καὶ τὸν ἀδελφὸν Μελάνθιον.

(ῃερς. 307.) Ἰστέον δὲ ὅτι λαμπτῆρας λέγει, ἃς νῦν οἱ ἀγροτικοὶ λυχνίας φασὶν, ἐφ'

ὧν δᾷδες κείμεναι κατὰ δόρπον ἀνάπτονται, ἢ ξύλα ξηρὰ διὰ τὸ ἄκαπνον, ἢ καὶ

ἄμφω ἀναμὶξ, ὡς καὶ ἐνταῦθα γίνεται παρὰ τοῖς λαμπροῖς μνηστῆρσι κατὰ ἡρωϊκὴν

καὶ τοῦτο ἀφέλειαν, εἰς ὃ καὶ δμωΐδες ὑπουργοῦσι κατὰ ἔθος ἀρχαῖον. ∆ῆλον δὲ ὅτι

ἁβρότερον οἱ ἐπιδόρπιοι λαμπτῆρες διάκεινται παρὰ Φαίαξι, παρ' οἷς οἱ μὲν δομητοὶ

βωμοὶ ἀντὶ λαμπτήρων κεχαλκευμένων εἰσὶν, ἀντὶ δὲ δμωΐδων οἱ χωνευτοὶ χρύσειοι

κοῦροι, δαΐδας μετὰ χερσὶν ἔχοντες καὶ φαίνοντες, ὅ περ ἐνταῦθα φαείνειν κεῖται,

ταυτὸν ὂν τῷ λάμπειν. ἐξ οὗ οἱ λαμπτῆρες. οἱ δὲ παλαιοὶ καὶ οὕτω φασὶ λαμπτῆρες,

ἐσχάραι μετέωροι, ἢ χυτρόποδες, ἐφ' ὧν ἔκαιον. (ῃερς. 308.) Ξύλα δὲ κάγκανα τὰ

ξηρὰ, τὰ καινόμενα εἰς τὸ καίεσθαι. ταῦτα δὲ καὶ δανὰ ἐλέγετο, καθὰ προεδηλώθη.

(ῃερς. 309.) Περὶ δὲ τοῦ, αὖα πάλαι περίκηλα, γέγραπται ἐν τοῖς κατὰ τὴν Καλυψώ.

ἀντιθετικῶς δὲ λέγει τὸ, αὖα πάλαι περίκηλα νέον κεκεασμένα χαλκῷ, ἵνα ᾖ πάλαι

μὲν ξηρανθέντα, νεωστὶ δὲ κοπέντα. Ἰστέον δὲ καὶ ὅτι τὸ αὔω ῥῆμα, ὅ τινες καὶ

ἐδάσυνον, ἐξ οὗ τὸ αὖον οὐ μόνον τὸ ξηραίνειν δηλοῖ, ἀλλὰ καὶ τὸ λάμπειν καὶ

φαίνειν· ὅθεν καὶ αὔως Αἰολικῶς ἡ ἡμέρα, ἡ καὶ ἀὼς λεγομένη ∆ωρικῶς, καὶ ἠὼς

κοινῶς τε καὶ Ἰωνικῶς. ἐκ δὲ τοῦ αὔειν καὶ πυραύστης ζωΰφιον ἐπιβουλεῦον τῷ τῶν

λαμπάδων φωτὶ, ὑφ' οὗ καὶ ὄλλυται. ἀφ' οὗ παροιμία τὸ, πυραύστου μόρος, ἐπὶ τῶν

ταχὺ θανατουμένων, οἷς ἀνοήτως θρασύνονται. ὅσα δὲ καὶ ἄλλα ἐκ τοῦ αὔειν

παράγονται, δεδήλωται ἀλλαχοῦ. (ῃερς. 315.) Τὸ δὲ στροφαλίζετε ἀπὸ τῆς

στροφάλιγγος ἔχει διὰ τοῦ ˉο μικροῦ τὴν ἄρχουσαν. ἄλλως γὰρ ὡς ἀπὸ τοῦ

στρωφᾶσθαι ὤφειλεν ἐκτείνεσθαι, ὡς τὸ, ἠλάκατα στρωφῶσα. (ῃερς. 316.) Εἴρια δὲ

πέκειν χερσὶ, τὸ ἐπιμελεῖσθαι καὶ, ὡς ἄν τις εἴπῃ, κτενίζειν, κατὰ τὸ, ἐκτενίζομεν

τρίχας. τοῦτο δὲ καὶ ἀσκεῖν λέγεται, ὡς τὸ, ἤσκειν εἴρια καλά· καὶ προηγεῖται τοῦ

ἠλάκατα 2.182 στροφαλίζειν, τὸ, εἴρια πέκειν χερσί. Καὶ ὅρα τὸ χερσὶν, ὡς τοῦ

στροφαλίζειν προσεχῶς ἀτράκτοις συντελουμένου· ἢ καὶ ἑτέρως, τὸ χερσὶ πρὸς

διαστολὴν τοῦ ἄλλως πέκειν εἴρηται. πέκονται γὰρ ἔρια καὶ κειρομένων προβάτων

ποιμενικῶς. καὶ ἐκ τοῦ τοιούτου πέκειν καὶ ὁ πόκος εἴρηται. καὶ αἶγες δὲ, ὧν εὐγενὲς

τὸ ἔριον, ἐργαλείῳ τινὶ ἑτεροίῳ πέκονται. (ῃερς. 317.) Τὸ δὲ, φάος πᾶσι παρέξω, ἀντὶ

τοῦ ἐγγὺς ἕξω· οὗ ἐναντίον ἐδηλώθη τὸ ἀφέξω ἀντὶ τοῦ παρεκτὸς σχήσω. (ῃερς.

315.) Τὸ δὲ, τέρπετε αὐτὴν, ἐῤῥέθη, ὡς νῦν τῆς δεσποίνης οὐ τερπομένης, ἀλλ'

ἀχθομένης ἐπ' αὐταῖς. (ῃερς. 319.) Πολυτλήμων δὲ καὶ οὐχ' ἁπλῶς, ἀλλὰ καὶ μάλα,

οὐ νῦν μόνον Ὀδυσσεὺς κατὰ τὸ ἐγκρατὴς ὕπνου εἶναι, ἀλλὰ καὶ ἐν τοῖς φθάσασι,

τοιοῦτος ὡς μάλιστα δέδεικται. διαφορὰ δὲ πάντως πολλὴ πολυτλήμονος καὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

207

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!