Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ... Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

πραγματευτικόν· τοῦτο δὲ τὴν κυρίως φιλίαν διαδείκνυσιν. (ῃερς. 265.) Ἐν δὲ τῷ περὶ Τρώων καὶ Ἀχαιῶν λόγῳ καὶ τὸ ξυνὸς ἐνυάλιος ἐφερμηνεύειν δοκεῖ, τοιοῦτον γὰρ τὸ, οὐκ οἶδα, εἴ περ ἀνέλθω ἢ ἁλώω. (ῃερς. 258.) Τὸ δὲ, καρποῦ ἑλεῖν, φιλοφροσύνης ἴδιον, εἰωθὸς γίνεσθαι δεξιωτικῶς. Τίς δὲ ὁ κατὰ χεῖρα καρπὸς, ἐλέχθη ἀλλαχοῦ. (ῃερς. 260.) Τὸ δὲ ἀπήμονας ἐφερμηνευτικόν ἐστι τοῦ εὖ. ταυτὸν γὰρ εὖ νοστῆσαι καὶ ἀπήμονας νοστῆσαι. (ῃερς. 262.) Ὅρα δὲ καὶ ὅτι ἀκοντιστὰς μὲν ἐν ἁπλότητι ἔφη, τοὺς τοξότας δὲ παρέφρασε, ῥυτῆρας εἰπὼν ὀϊστῶν, ἔτι δὲ καὶ ἐπὶ πλέον τοὺς ἱππεῖς, εἰπών· ἵππων ὠκυπόδων ἐπιβήτορας. Ῥυτῆρες δὲ ὀϊστῶν οἱ ἑλκυσταί. ὅθεν εἶεν ἂν οἱ ὀϊστοὶ ῥυτοὶ, ὅ ἐστιν ἑλκυστοί. διὸ καὶ γωρυτὸς, θύλακος, τοξοθήκη, ὡς οἷον, φασὶ, χωρυτὸς, τουτέστι χωρῶν τόξον ῥυτόν. (ῃερς. 265.) Τὸ δὲ, ἀνέσει θεὸς, ἀντὶ τοῦ ἀνήσει, ἀφήσει, ἀπολύσει. οὗ τὸ ἐναντίον ἁλῶναι ἐστίν. ἐντεῦθεν καὶ τὸ, ἄφρονα τοῦτον ἀνέντες, ἤγουν ἀφέντες, ἀπολύσαντες, ἀναπείσαντες. καὶ κύων δὲ εἰς θήραν οὕτως ἀνίεται, λυθεὶς δηλαδὴ δεσμοῦ. (ῃερς. 269.) Τοῦ δὲ γενειήσαντα οὐκ εὔδηλον, εἴτε γενειῶ ἐστὶν ὁ ἐνεστὼς εἴτε καὶ γενειάζω παράγωγον. (ῃερς. 270.) Τοῦ δὲ γήμασθαι ἡ πρὸς τὸ γῆμαι διαφορὰ προδεδήλωται. Ἐν δὲ τῷ, τεὸν κατὰ δῶμα λιποῦσα, φανερῶς ἄδικοι φαίνονται οἱ μνηστῆρες, τὸν μὲν υἱὸν ἐξωθοῦντες, τῇ μητρὶ δὲ διδόντες τὸ τοιοῦτον δῶμα καὶ ὅς τις ὀπυίει. (ῃερς. 272.) Τὸ δὲ, νὺξ δὲ ἔσται καὶ ἑξῆς, 2.179 ἁπλοϊκῶς μὲν νοεῖ χρῆναι νύκτα εἶναι τὸν τοιοῦτον καιρὸν τοῦ γάμου χάριν αἰδοῦς· ἄλλως δὲ δύναται καὶ ὅμοιον εἶναι τῷ, μὴ ἴδοι τοιοῦτον κακὸν ὁ Ἥλιος. παραλαλεῖ δὲ τυχαίως ἐνταῦθα ἡ γυνὴ καὶ τὸ μέλλον. νῦν γὰρ ἔσται αὔριον, ὅτε ὁ αὐτῆς ἔσται γάμος, εἰ καὶ μὴ στυγερός· μετὰ τοῦ Ὀδυσσέως γάρ. (ῃερς. 273.) Τὸ δὲ οὐλομένης ἴσως μὲν ἐνεργητικῶς ἐῤῥέθη, ὡς καὶ ἐν Ἰλιάδι ἡ οὐλομένη μῆνις, ἐπεὶ καὶ νῦν αὕτη ἄλγεα τοῖς μνηστῆρσι θήσει· ἴσως δὲ καὶ παθητικῶς ἀντὶ τοῦ, τῆς παθούσης ὀλέθρια καὶ ὡς εἰπεῖν ἀνόλβου. διὸ ἑρμηνεύων ἐπάγει· τῆς τε Ζεὺς ὄλβον ἀπηύρα, ἤγουν ἣν ἀφῆκεν ἄνολβον ἤτοι δυσδαίμονα. καὶ εἰκὸς τὸ οὐλομένη καὶ ἐνεργητικῶς καὶ παθητικῶς λέγεσθαι διὰ τὸ χρόνου εἶναι μέσου ἀορίστου δευτέρου. οἱ δὲ μέσοι ἐπαμφοτερίζουσιν ὡς ἐπὶ πολὺ τῇ ἑρμηνείᾳ. Ἰστέον δὲ καὶ ὅτι τὸ, ὅτε δὴ στυγερὸς γάμος ἀντιβολήσει οὐλομένης ἐμέθεν, περίφρασίς ἐστι τοῦ, ὅτε εἰς γάμον ἔλθω. Ἑλένη μὲν οὖν πταίσασα κυνῶπιν ἑαυτήν που καλεῖ. Πηνελόπη δὲ οὐκ ἂν τοιαύτην ἔχοι ἑαυτὴν καλέσαι, ἀρκεῖ δὲ ἠθικῶς οὐλομένην εἰπεῖν διὰ τὸ δύσδαιμον ἤτοι δυστυχές. (ῃερς. 274.) Ὅτι ὑποκρουσαμένη δεινῶς ἡ Πηνελόπη μελέτην γάμου καὶ θέλξασα οὕτω τοὺς ἐραστὰς ἐπάγει εὐθύς· ἀλλὰ τόδ' αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει· μνηστήρων οὐχ' ἥδε δίκη τὸ πάροιθε τέτυκτο, οἵ τ' ἀγαθήν τε γυναῖκα καὶ ἀφνειοῖο θύγατρα μνηστεύειν ἐθέλωσι καὶ ἀλλήλοις ἐρίσωσιν, αὐτοὶ τοί γ' ἀπάγουσι βόας καὶ ἴφια μῆλα, κούρης δαῖτα φίλοισι καὶ ἀγλαὰ δῶρα διδοῦσιν· ἀλλ' οὐκ ἀλλότριον βίοτον νήποινον ἔδουσιν. οὕτω κερδαλέα φρονεῖ ἡ σοφὴ γυνή. καλῶς ἄρα προεῤῥέθη, ὡς ἡ Ἀθηνᾶ ἐν φρεσὶν ἔθηκεν αὐτῇ φανῆναι μνηστῆρσι· φρονίμως γὰρ αὐτοῖς ἐπεφαίνετο. ἔφασαν δέ που καὶ οἱ μνηστῆρες θεόθεν ἐντεθεῖσθαι τῇ γυναικὶ νοῦν εἰς μέγα κλέος αὐτῆς. εἰ δὲ καὶ τὰ τοῦ υἱοῦ ἐδαπανῶντο, καθὰ ἐῤῥέθη ἐκεῖ, ἀλλ' ἰδοὺ ἡ μήτηρ οὐκ ἀφίησιν ἀζημίους τοὺς δαπανῶντας τὸν ἐκείνου βίον, ἀλλὰ παρέλκει ἐξ αὐτῶν δεξιῶς, ὡς ὁ μὲν ἄν τις ἐρεῖ δῶρα προικῷα, εἰπεῖν δ' ἀληθῶς, ἐπιθανατίους δωρεάς. μικρὸν γὰρ ὅσον καὶ τεθνήξονται οἱ δόντες. (ῃερς. 281.) διὸ καὶ γήθησεν ἐνταῦθα πολύτλας δῖος Ὀδυσσεὺς, οὕνεκα τῶν μὲν δῶρα παρέλκετο, καθὰ καὶ αὐτὸς ἐν Φαίαξιν ἐποίει, θέλγε δὲ θυμὸν μειλιχίοις ἐπέεσσι. (ῃερς. 283.) νόος δέ οἱ ἄλλα μενοίνα. συνίησι γὰρ ὁ περίφρων τὰ τῆς δαΐφρονος γυναικός. ὑπούλου δὲ πάντως ἤθους καὶ τὸ διὰ δῶρα θέλγειν θυμὸν μειλιχίοις λόγοις, ἄλλα δὲ νοεῖν. καί πως οὐ μακράν ἐστι τοῦ εὖ μὲν βάζειν, κακῶς δ' ὄπιθε φρονεῖν, καὶ τοῦ ἐσθλὰ μὲν ἀγορεύειν, κακὰ δὲ βυσσοδομεύειν. εἰ καὶ ἁπαλώτερον Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 204

τοῦτο ἤ περ ἐκεῖνα διὰ τὸ κερδαλέου ἤθους εἶναι, οὐ μὴν φονικοῦ. (ῃερς. 275.) Τὸ δὲ, οὐχ' ἥδε δίκη, ὅμοιον τῷ, οὐχ' ἥδε θέμις, οὐχ' ὅδε νόμος, οὐχ' ὅδε τρόπος, καὶ τοῖς τοιούτοις. Τὸ δὲ πάροιθεν ἐντρεπτικόν ἐστιν, ὡς τῶν μνηστήρων καινιζόντων καὶ πρεσβεῖον ἀθετούντων δίκης, ἣ τὸ πάροιθεν ἤγουν ἀνέκαθεν ἐκ παλαιτάτων χρόνων τέτυκτο. νεωτερίζουσι δὲ πάντως οἱ οὕτω καινίζοντες καὶ εἰσὶν αὐτόχρημα νεωτεροποιοί. (ῃερς. 276.) Τὸ δὲ, ἀγαθὴν γυναῖκα, καὶ τὸ, ἀφνειοῦ θύγατρα, καὶ τὸ, μνηστεύειν ἐθέλωσι, καὶ τὸ ἀλλήλοις ἐρίσωσι, παρατετηρημένως κεῖνται. εἰκὸς γὰρ δαπανᾶν τὰ γυναικὸς τοὺς μνηστῆρας καὶ μὴ ἐθέλειν διδόναι, εἴ περ μὴ ἀγαθὴ ἐκείνη γυνὴ, μηδὲ ἐκ πλουσίων, μηδὲ αὐτὴ ἀξιοῦται μνηστεύεσθαι, μηδὲ οἱ ἐρῶντες ἐρίζουσιν. εἰ δὲ ἀγαθὴ ἡ γυνὴ, ἕδνα πάντως καὶ ἐθέλει καὶ ἀξία ἐστὶ λαβεῖν. ὁμοίως καὶ ἐὰν θυγάτηρ ἀφνειοῦ πατρός. οὐ γὰρ ἂν αἰσχυνεῖ αὐτὸν πατρῷον ὄλβον. οὕτω δὲ καὶ ἐὰν ἐκεῖνοι μνηστεύειν ἐθέλωσιν. οὐ γὰρ ἀνάεδνοι τεύξοιντ' ἂν τοῦ θελητοῦ. (ῃερς. 277.) πολλῷ δὴ πλέον καὶ, εἴ περ ἀλλήλοις ἐρίζουσι. τότε γὰρ, ὡς ἐν συναλλαγῇ, χαρίσηται ἂν ἡ γυνὴ τῷ διδόντι πλείονα. (ῃερς. 278.) Τὸ δὲ, αὐτοὶ τοί γε ἀπάγουσι βόας καὶ ἑξῆς, ἑρμηνεία ἐστὶ τοῦ, τίς ἡ δίκη τῶν μνηστήρων πάροιθεν ἦν, ἵνα σαφὲς γένηται τὸ τῆς γυναικὸς βούλημα, καὶ μὴ προσποιήσαιντο ἀγνοεῖν αὐτὸ οἱ μνηστῆρες. Τὸ δὲ, αὐτοὶ τοί γε, ὅμοιον τῷ αὐτοὶ αὐτοὶ, πρὸς ἔμφασιν τοῦ λόγου πλείονα. Τὸ δὲ ἀπάγουσι ταυτὸν τῷ ἄγουσι· περιττὴ γὰρ ἡ πρόθεσις. σημαίνει δέ ποτε ἡ λέξις καὶ τὸ ἀποστερεῖν καὶ ληΐζεσθαι. Τὸ δὲ, ἀπάγουσι βόας, τοιαύτας εἶναι τὰς ἀλφεσιβοίας γυναῖκας ὑπολαλεῖ. ἐκ δὲ τοῦ μῆλα ἡ ἐν Ἰλιάδι Πολυμήλη ὠνόμασται, ἔτι δὲ καὶ ἡ Φιλομήλα. (ῃερς. 279.) Τὸ δὲ, ἀγλαὰ, βούλεται καὶ λαμπρὰ εἶναι, καθὰ καὶ χρὴ τὰ τῇ ῥηθείσῃ γυναικὶ διδόμενα ἕδνα. (ῃερς. 282.) Τὸ δὲ, τῶν μὲν δῶρα παρέλκετο, ἀντὶ τοῦ παρὰ τούτων, ἤγουν ἐκ τῶν μνηστήρων δῶρα εἷλκε. καὶ ἔστι, φασὶν, ὅμοιον τῷ παρέσπα. ἔχει δὲ καὶ ἔμφασιν ἀστείαν τὸ ἕλκετο· οὐ γὰρ ἐξ ἑκόντων ἤρχετο τῶν μνηστήρων, ἀλλὰ εἵλκετο παρὰ τῆς γυναικὸς, ὡς οἷον πρεσβίαν· ἢ καὶ εἰ 2.180 βαρύ τι μέγεθος διὰ μεθόδου μηχανικῆς εἰς ἀναπλήρωσίν τινα ὧν ἐκεῖνοι ἐδαπάνων, εἰκὸς δὲ καὶ ἀντισήκωσίν τινα τὴν τοιαύτην λέξιν δηλοῦν· ὡς ἔστι συναγαγεῖν ἐκ τῆς ὁλκῆς ἐπὶ ὄγκου λεγομένης, καθὰ δηλοῖ καὶ τὸ, ὁλκὴ χρυσίου ἢ τοιούτου τινὸς, ὅ περ ἐκ τοῦ ἕλκειν γίνεται. (ῃερς. 286.) Ὅτι Ἀντίνοος τῆς Πηνελόπης δῶρα παρελκομένης τῶν μνηστήρων, ὡς προσεχῶς ἐγράφη, φησί· δῶρα μὲν ὅς κ' ἐθέλῃσιν ἐνθάδ' ἐνεῖκαι, δέξασθαι, ἤτοι δέξαι. οὐ γὰρ καλὸν ἀνῄνασθαι δόσιν ἐστί. τοῦτο δέ τις ἐρεῖ προτρέπων τινὰ εἰς λῆψιν δώρου. ἡμεῖς δ' οὔτ' ἐπὶ ἔργα πάρος γ' ἴμεν οὔτε πῃ ἄλλῃ, πρίν γέ σε τῷ γήμασθαι Ἀχαιῶν, ὅς τις ἄριστος. (ῃερς. 288.) Τοῦτο δὲ Ὁμήρου προαναφώνησις, ὡς οὐδεὶς τῶν μνηστήρων ἐκφευξεῖται τὸν ὄλεθρον μεταμεληθεὶς τυχὸν ἢ καὶ ἄλλως ὁπωσοῦν ἀναχωρήσας, ὃ καὶ Ὀδυσσεὺς ἐθέλοι ἄν. διὸ καὶ Τηλέμαχος μετ' ὀλίγα ἐρεῖ· διώκω δ' οὔ τιν' ἔγωγε, ἅμα μὲν πραΰνων τοὺς κακοὺς, δεικνὺς δὲ καὶ ὡς ἐθέλει ἀπὸ τῆς νῦν παραμεῖναι αὐτοὺς, ἵνα μηδεὶς ἐκφύγῃ τὸν πάναγρον. (ῃερς. 287.) ἐπικριτικῶς δὲ εἶπεν ὁ κακὸς τὸ, οὐ γὰρ καλὸν ἀνῄνασθαι δόσιν· καὶ οἱ ἀκούσαντες πείθονται, οὐ γὰρ ἔχουσιν ἀντιπεσεῖν οἷς καλῶς εἶπε καὶ ἡ Πηνελόπη καὶ ὁ Ἀντίνοος. (ῃερς. 289.) Ὅρα δὲ τὸ, ὅς τις ἄριστος. ἔοικε γὰρ ὁ Ἀντίνοος μὴ βούλεσθαι λαβεῖν τὴν Πηνελόπην, ὃς ἂν αὐτῇ ἀρέσκοι, ἀλλὰ τὸν ἄριστον, ἑαυτὸν ἴσως τοιοῦτον κρίνων καὶ μαχησόμενος, εἰ διεκπέσοι τοῦ ἀριστείου. (ῃερς. 290.) Σημείωσαι δὲ καὶ ὅτι, εἴ περ Ἀντίνοος μὲν λέγει, πείθονται δὲ οἱ ἄλλοι, αὐτὸς ἄρα ἄρχει καὶ αἰτιός ἐστι μάλιστα· διὸ καὶ εὖ ποιῶν πρῶτος πεσεῖται. (ῃερς. 289.) Ἰστέον δὲ καὶ ὅτι τὸ, γήμασθαι Ἀχαιῶν ὅς τις ἄριστος, ἔχει τι καὶ φήμης μαντικῆς. ἐξ ἀποτελέσματος γὰρ Ὀδυσσεῖ τῷ ἀρίστῳ ἡ γυνὴ ἐγήματο. (ῃερς. 291.) Ὅτι πεμψάντων τῶν μνηστήρων ἤνεγκαν ἑκάστῳ δῶρα κήρυκες, Ἀντινόῳ μὲν μέγαν περικαλλέα πέπλον ποικίλον· ἐν δ' ἂρ ἔσαν περόναι δυοκαίδεκα πᾶσαι χρύσειαι, κληῗσιν εὐγνάμπτοις ἀραρυῖαι· ὅρμον δ' Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 205

τοῦτο ἤ περ ἐκεῖνα διὰ τὸ κερδαλέου ἤθους εἶναι, οὐ μὴν φονικοῦ. (ῃερς. 275.) Τὸ δὲ,

οὐχ' ἥδε δίκη, ὅμοιον τῷ, οὐχ' ἥδε θέμις, οὐχ' ὅδε νόμος, οὐχ' ὅδε τρόπος, καὶ τοῖς

τοιούτοις. Τὸ δὲ πάροιθεν ἐντρεπτικόν ἐστιν, ὡς τῶν μνηστήρων καινιζόντων καὶ

πρεσβεῖον ἀθετούντων δίκης, ἣ τὸ πάροιθεν ἤγουν ἀνέκαθεν ἐκ παλαιτάτων χρόνων

τέτυκτο. νεωτερίζουσι δὲ πάντως οἱ οὕτω καινίζοντες καὶ εἰσὶν αὐτόχρημα

νεωτεροποιοί. (ῃερς. 276.) Τὸ δὲ, ἀγαθὴν γυναῖκα, καὶ τὸ, ἀφνειοῦ θύγατρα, καὶ τὸ,

μνηστεύειν ἐθέλωσι, καὶ τὸ ἀλλήλοις ἐρίσωσι, παρατετηρημένως κεῖνται. εἰκὸς γὰρ

δαπανᾶν τὰ γυναικὸς τοὺς μνηστῆρας καὶ μὴ ἐθέλειν διδόναι, εἴ περ μὴ ἀγαθὴ

ἐκείνη γυνὴ, μηδὲ ἐκ πλουσίων, μηδὲ αὐτὴ ἀξιοῦται μνηστεύεσθαι, μηδὲ οἱ ἐρῶντες

ἐρίζουσιν. εἰ δὲ ἀγαθὴ ἡ γυνὴ, ἕδνα πάντως καὶ ἐθέλει καὶ ἀξία ἐστὶ λαβεῖν. ὁμοίως

καὶ ἐὰν θυγάτηρ ἀφνειοῦ πατρός. οὐ γὰρ ἂν αἰσχυνεῖ αὐτὸν πατρῷον ὄλβον. οὕτω δὲ

καὶ ἐὰν ἐκεῖνοι μνηστεύειν ἐθέλωσιν. οὐ γὰρ ἀνάεδνοι τεύξοιντ' ἂν τοῦ θελητοῦ.

(ῃερς. 277.) πολλῷ δὴ πλέον καὶ, εἴ περ ἀλλήλοις ἐρίζουσι. τότε γὰρ, ὡς ἐν

συναλλαγῇ, χαρίσηται ἂν ἡ γυνὴ τῷ διδόντι πλείονα. (ῃερς. 278.) Τὸ δὲ, αὐτοὶ τοί γε

ἀπάγουσι βόας καὶ ἑξῆς, ἑρμηνεία ἐστὶ τοῦ, τίς ἡ δίκη τῶν μνηστήρων πάροιθεν ἦν,

ἵνα σαφὲς γένηται τὸ τῆς γυναικὸς βούλημα, καὶ μὴ προσποιήσαιντο ἀγνοεῖν αὐτὸ οἱ

μνηστῆρες. Τὸ δὲ, αὐτοὶ τοί γε, ὅμοιον τῷ αὐτοὶ αὐτοὶ, πρὸς ἔμφασιν τοῦ λόγου

πλείονα. Τὸ δὲ ἀπάγουσι ταυτὸν τῷ ἄγουσι· περιττὴ γὰρ ἡ πρόθεσις. σημαίνει δέ ποτε

ἡ λέξις καὶ τὸ ἀποστερεῖν καὶ ληΐζεσθαι. Τὸ δὲ, ἀπάγουσι βόας, τοιαύτας εἶναι τὰς

ἀλφεσιβοίας γυναῖκας ὑπολαλεῖ. ἐκ δὲ τοῦ μῆλα ἡ ἐν Ἰλιάδι Πολυμήλη ὠνόμασται,

ἔτι δὲ καὶ ἡ Φιλομήλα. (ῃερς. 279.) Τὸ δὲ, ἀγλαὰ, βούλεται καὶ λαμπρὰ εἶναι, καθὰ

καὶ χρὴ τὰ τῇ ῥηθείσῃ γυναικὶ διδόμενα ἕδνα. (ῃερς. 282.) Τὸ δὲ, τῶν μὲν δῶρα

παρέλκετο, ἀντὶ τοῦ παρὰ τούτων, ἤγουν ἐκ τῶν μνηστήρων δῶρα εἷλκε. καὶ ἔστι,

φασὶν, ὅμοιον τῷ παρέσπα. ἔχει δὲ καὶ ἔμφασιν ἀστείαν τὸ ἕλκετο· οὐ γὰρ ἐξ

ἑκόντων ἤρχετο τῶν μνηστήρων, ἀλλὰ εἵλκετο παρὰ τῆς γυναικὸς, ὡς οἷον

πρεσβίαν· ἢ καὶ εἰ 2.180 βαρύ τι μέγεθος διὰ μεθόδου μηχανικῆς εἰς ἀναπλήρωσίν

τινα ὧν ἐκεῖνοι ἐδαπάνων, εἰκὸς δὲ καὶ ἀντισήκωσίν τινα τὴν τοιαύτην λέξιν

δηλοῦν· ὡς ἔστι συναγαγεῖν ἐκ τῆς ὁλκῆς ἐπὶ ὄγκου λεγομένης, καθὰ δηλοῖ καὶ τὸ,

ὁλκὴ χρυσίου ἢ τοιούτου τινὸς, ὅ περ ἐκ τοῦ ἕλκειν γίνεται. (ῃερς. 286.) Ὅτι

Ἀντίνοος τῆς Πηνελόπης δῶρα παρελκομένης τῶν μνηστήρων, ὡς προσεχῶς

ἐγράφη, φησί· δῶρα μὲν ὅς κ' ἐθέλῃσιν ἐνθάδ' ἐνεῖκαι, δέξασθαι, ἤτοι δέξαι. οὐ γὰρ

καλὸν ἀνῄνασθαι δόσιν ἐστί. τοῦτο δέ τις ἐρεῖ προτρέπων τινὰ εἰς λῆψιν δώρου.

ἡμεῖς δ' οὔτ' ἐπὶ ἔργα πάρος γ' ἴμεν οὔτε πῃ ἄλλῃ, πρίν γέ σε τῷ γήμασθαι Ἀχαιῶν,

ὅς τις ἄριστος. (ῃερς. 288.) Τοῦτο δὲ Ὁμήρου προαναφώνησις, ὡς οὐδεὶς τῶν

μνηστήρων ἐκφευξεῖται τὸν ὄλεθρον μεταμεληθεὶς τυχὸν ἢ καὶ ἄλλως ὁπωσοῦν

ἀναχωρήσας, ὃ καὶ Ὀδυσσεὺς ἐθέλοι ἄν. διὸ καὶ Τηλέμαχος μετ' ὀλίγα ἐρεῖ· διώκω δ'

οὔ τιν' ἔγωγε, ἅμα μὲν πραΰνων τοὺς κακοὺς, δεικνὺς δὲ καὶ ὡς ἐθέλει ἀπὸ τῆς νῦν

παραμεῖναι αὐτοὺς, ἵνα μηδεὶς ἐκφύγῃ τὸν πάναγρον. (ῃερς. 287.) ἐπικριτικῶς δὲ

εἶπεν ὁ κακὸς τὸ, οὐ γὰρ καλὸν ἀνῄνασθαι δόσιν· καὶ οἱ ἀκούσαντες πείθονται, οὐ

γὰρ ἔχουσιν ἀντιπεσεῖν οἷς καλῶς εἶπε καὶ ἡ Πηνελόπη καὶ ὁ Ἀντίνοος. (ῃερς. 289.)

Ὅρα δὲ τὸ, ὅς τις ἄριστος. ἔοικε γὰρ ὁ Ἀντίνοος μὴ βούλεσθαι λαβεῖν τὴν

Πηνελόπην, ὃς ἂν αὐτῇ ἀρέσκοι, ἀλλὰ τὸν ἄριστον, ἑαυτὸν ἴσως τοιοῦτον κρίνων

καὶ μαχησόμενος, εἰ διεκπέσοι τοῦ ἀριστείου. (ῃερς. 290.) Σημείωσαι δὲ καὶ ὅτι, εἴ περ

Ἀντίνοος μὲν λέγει, πείθονται δὲ οἱ ἄλλοι, αὐτὸς ἄρα ἄρχει καὶ αἰτιός ἐστι μάλιστα·

διὸ καὶ εὖ ποιῶν πρῶτος πεσεῖται. (ῃερς. 289.) Ἰστέον δὲ καὶ ὅτι τὸ, γήμασθαι

Ἀχαιῶν ὅς τις ἄριστος, ἔχει τι καὶ φήμης μαντικῆς. ἐξ ἀποτελέσματος γὰρ Ὀδυσσεῖ

τῷ ἀρίστῳ ἡ γυνὴ ἐγήματο. (ῃερς. 291.) Ὅτι πεμψάντων τῶν μνηστήρων ἤνεγκαν

ἑκάστῳ δῶρα κήρυκες, Ἀντινόῳ μὲν μέγαν περικαλλέα πέπλον ποικίλον· ἐν δ' ἂρ

ἔσαν περόναι δυοκαίδεκα πᾶσαι χρύσειαι, κληῗσιν εὐγνάμπτοις ἀραρυῖαι· ὅρμον δ'

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

205

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!