Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ... Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

ἑαυτὴν ἡ γυνὴ ἐμφανισθῆναι τοῖς ἐρασταῖς ἐκκαλύπτει τοῦτο τῇ Εὐρυνόμῃ συγκαθημένῃ, ὡς εἰκός. ἡ γὰρ Εὐρύκλεια τῶν ἐνδοτέρω ἦν. φησὶ γοῦν ὁ ποιητὴς οὕτως· ἀχρεῖον δ' ἐγέλασε καὶ εἶπεν· Εὐρυνόμη, θυμός μοι ἐέλδεται, οὔ τι πάρος γε, ἤγουν οὐκ ἐκ πολλοῦ, μνηστήρεσσι φανῆναι ἀπεχθομένοισί περ ἔμπης· παιδὶ δέ κεν εἴποιμι ἔπος κέρδιον αὐτῷ, μὴ πάντα μνηστῆρσιν ὑπερφιάλοισιν ὁμιλεῖν, (ῃερς. 168.) οἵ τ' εὖ μὲν βάζουσι, κακῶς δ' ὄπιθεν φρονέουσιν. ᾧ περ ὅμοιον τὸ, ἔσθλ' ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδομεύοντες. καὶ οὕτω μὲν ἡ Πηνελόπη, διδάσκοντος τοῦ ποιητοῦ, τὰ μὴ πάρος βεβουλευμένα διὰ τὸ αὐτοσχέδιον εἰς σκέψιν προτίθεσθαι. (ῃερς. 171.) ἡ δὲ Εὐρυνόμη συναινέσασα φανῆναι τοῖς ἐρασταῖς τὴν δέσποιναν, ἐθέλει καὶ καλλωπισθῆναι αὐτήν. ἴθι γάρ, φησι, χρῶτ' ἀπονιψαμένη καὶ ἐπιχρίσασα παρειάς· μηδ' οὕτω δάκρυσι πεφυρμένη πρόσωπα ἔρχευ· (ῃερς. 174.) ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί. ὃ δὴ γνωμικὸν ὂν καὶ μετ' ὀλίγα κεῖται. ἤδη μὲν γάρ τοι παῖς τηλίκος, ὃν σὺ μάλιστα ἠρῶ γενειήσαντα ἰδέσθαι. (ῃερς. 178.) ἡ δέ γε Πηνελόπη μὴ ἀνασχομένη τὴν Εὐρυνόμην τοιαῦτα παραυδᾶν οὐκ ἐθέλει χρῶτ' ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφῇ καὶ ἀνακαλεῖσθαι κάλλος τὸ πάλαι ἀπολωλός· οὔτε γὰρ ἡ οὕτω σώφρων φιλεῖ περίαπτον ὡραϊσμὸν, ἀλλὰ στέργει τῇ κατὰ τὸν εἰπόντα σωτηρίῳ φύσει. καὶ οὐδὲ ἐπεπόλαζε τότε ἡ τῶν μυρεψῶν, φασὶ, περιεργία, ἀλλὰ παρὰ τοῖς ὕστερον ηὔξηται, ὥστε, καθά φησιν ὁ κωμικὸς Ἄλεξις, οὐδ' ἂν κωλυμβᾶν εἰς κολυμβήθραν μύρου ἀρκεῖσθαί τις ἂν δύναιτο. διό, φασιν, Ὅμηρος τὴν τοῦ μύρου φύσιν εἰδὼς, ὅμως οὐκ εἰσήγαγε μυραλοιφομένους ἥρωας, πλὴν τὸν τρυφερὸν Πάριν, περὶ οὗ ἐν τῇ ˉγ ῥαψῳδίᾳ ἔφη τὸ, κάλλεϊ στίλβων, ἤγουν γεγανωμένος τὴν ὄψιν, οὐχ' ἁπλῶς, ἀλλ' ὡς εἰ καὶ κάλλεϊ ἔστιλβε, μύρῳ δηλαδὴ, δι' οὗ εὐπρόσωπος ἡ θέα γίνεται, ἵνα ᾖ ὥς περ τὸ, μάρναντο δέμας πυρὸς ἀντὶ τοῦ ὡς πῦρ, οὕτω καὶ στίλβων κάλλεϊ τὸ λάμπεσθαι τὴν ὄψιν, ὡς εἴ περ κάλλεϊ τὸ πρόσωπον ἐκέχριστο. τοῦ δὲ τοιούτου κάλλους μετ' ὀλίγα μεμνήσεται ὁ ποιητής. καὶ οὕτω μὲν ἡ Πηνελόπη ὀκνεῖ διορθοῦσθαι τὴν φύσιν καὶ περιττοτέρα φαίνεσθαι αὑτῆς καὶ τὴν εἰκόνα τοῦ ἐκ γενέσεως προσώπου διαγράφειν εἴτε μεταγράφειν, καὶ μάλιστα τοῦ ἀνδρὸς ἀποδημοῦντος, οὗ πρὸς ἀρέσκειαν ἔμελλεν ἑαυτὴν ἀγλαΐζειν μὴ τοιαύτη νῦν οὖσα. (ῃερς. 180.) ἀγλαΐην γάρ, φησιν, ἔμοι γε θεὸς ὤλεσεν, ἐξ οὗ κεῖνος ἔβη κοίλαις ἐπὶ νηυσί. καὶ αὐτὴ 2.174 μὲν οὕτως ἀπαρνεῖται καλλωπίσασθαι πρὸς τέχνην. τὸ δ' ἄλλως πως γίνεται φυσικῶς. γλυκὺς γὰρ οὕτω συμβὰν ὕπνος θεόθεν αὐτῇ χεύεται. εὗδε δ' ἀνακλινθεῖσα, λύθεν δὲ οἱ ἅψεα πάντα αὐτοῦ ἐνὶ κλιντῆρι. (ῃερς. 190.) τέως δ' ἄρα, ἤγουν ἐν τοσούτῳ, Ἀθήνη ἄμβροτα δῶρα ἐδίδου, ἵνα μιν θηησαίατο Ἀχαιοὶ γενομένην ἑαυτῆς καλλίονα. (ῃερς. 192.) καὶ ἑρμηνεύων τὰ θεῖα δῶρα ἐπάγει· κάλλεϊ μέν οἱ πρῶτα πρόσωπα καλὰ κάθῃρεν ἀμβροσίῳ, οἵῳ περ ἐϋστέφανος Κυθέρεια χρίεται, εὖτ' ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα. καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι, λευκοτέρην δ' ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος. καὶ ἡ μὲν Ἀθηνᾶ ποιήσασα οὕτως ἀπέβη. αὐτὴ δὲ ἀφυπνισθεῖσα ποιεῖ τὰ ἐφεξῆς. καὶ ἐπιφαίνεται ἀναγκαίως. εἰ γὰρ καὶ ἄλλοτε τοῖς μνηστῆρσι προὐνοεῖτο ἐμφανίζεσθαι, ἵνα ἐλπιδοποιῇ καὶ μὴ πάσχῃ βίαν, ἀλλὰ νῦν μάλιστα τοιαύτης οἰκονομίας χρεία τῷ ποιητῇ τά τε ἄλλα, καὶ ἵνα εἰς πλέον φιληθείη τῷ ἀνδρὶ πολλῶν ἕνεκεν. καὶ ἄλλως δὲ χρὴ τὸ τῆς μνηστηροφονίας ἔπαθλον τὴν καλὴν Πηνελόπην θεαθῆναι τῷ Ὀδυσσεῖ, ὡς ἂν ἐπὶ μᾶλλον πρόθυμος ἀγωνίζοιτο. (ῃερς. 160.) Ἰστέον δὲ ὅτι τὸ, πετάσειε θυμὸν μνηστήρων, ἀντὶ τοῦ διαχέοι, ἐκ μεταφορᾶς ἐῤῥέθη τῶν διαπεταννυμένων σωμάτων· ὅθεν καὶ πόρων διαπέτεια παρὰ τοῖς σοφοῖς· ἵνα λέγῃ, ὅτι τοῖς μνηστῆρσιν αἱ ψυχαὶ συγκεχυμέναι καὶ οἷον πεπιλημέναι διὰ τὸ δύσελπι, ὅμως διαπετάννυντο, ἡνίκα τὴν ἐρωμένην ἔβλεπον. καὶ ἄλλως δὲ, τὸ πετάσειεν ἐκ μεταφορᾶς τῶν πετομένων ἀντὶ τοῦ, κούφους καὶ μετεώρους ταῖς ἐλπίσι ποιήσειε. (ῃερς. 161.) Τὸ δὲ, θυμὸν μνηστήρων, εἶχε μὲν ὁ ποιητὴς καὶ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 198

ἀντωνυμικῶς φράσαι, οἷον, θυμὸν αὐτῶν ἢ σφέων, διὰ τὸ ἀνωτέρω ἐγγὺς τῶν μνηστήρων μνησθῆναι. ἔφρασε δὲ ὅμως, ὡς ἔτυχε, κατὰ λόγον σχεδιασμοῦ. (ῃερς. 163.) Τὸ δὲ, ἀχρεῖον ἐγέλασεν, ἀντὶ τοῦ ἄκαιρον καὶ πρὸς οὐδεμίαν χρείαν. Ἀττικοὶ δέ, φασι, τὴν λέξιν ταύτην προπαροξύνουσιν, ἄχρειον λέγοντες. Αἰδοῦς δὲ τὸ τοιοῦτον ἄρτι γέλασμα καὶ ὡς οἷον ἐπικρίσεως τοῦ μὴ πάνυ ἀναγκαῖον εἶναι τὸ νῦν ἔργου, ἀλλὰ ἀφελέστερον. καὶ ἄλλως δὲ ποιητικὴ θεωρία τοῦτο, ἐμφαίνοντος Ὁμήρου, ἀστεῖον εἶναι τὸ γενησόμενον καὶ μειδιάματός τινος ἄξιον. διὸ μετ' ὀλίγα γήθησεν Ὀδυσσεὺς, ἐφ' οἷς ἡ γυνὴ ἄρτι ποιεῖ. προοίμιον οὖν τι ὁ ῥηθεὶς γέλως τῇ σοφῇ Πηνελόπῃ, καὶ οὐκ ἦν κάλλιον ἐπινοήσασθαί τι ἐπ' αὐτῇ τοῦ οὕτω γελάσαι. εἰ μὲν γὰρ σπουδαῖον τὸ ῥηθησόμενον, τί ἂν βλάψοι ὁ ἀφελὴς γέλως; εἰ δὲ καὶ ἑτεροῖον, ἐπαινετέα καὶ οὕτως ἡ γυνὴ ὡς προεπαγγελάσασα. καὶ ἔστι τὸ τοιοῦτον ἐνταῦθα σχῆμα ἀμίμητον καὶ κρεῖττον προοιμίου παντός. (ῃερς. 172.) Ἐν δὲ τῷ, ἐπιχρίσασα παρειὰς, σιγᾷ τὸ τοῦ χρίσματος εἶδος σεμνῶς τε ἅμα καὶ ὅτι μηδὲ καίριον ἦν καὶ τοιούτοις ἐνδιατρῖψαι. (ῃερς. 173.) δάκρυσι δὲ πεφυρμένη ἀντὶ τοῦ ἠχρειωμένη. καὶ ἔχεταί πως ἡ λέξις τοῦ, χείλεα φύρσω αἵματος. Τὸ δὲ πρόσωπα πληθυντικῶς ἔφη διὰ τὴν κατ' αὐτὰ διάχυσιν καὶ τὴν ἐντεῦθεν διαπέτειαν, ὁποίῳ δή τινι λόγῳ καὶ ἡ Ἰλιὰς ἐν τῇ μονομαχίᾳ πληθύνει τὸ τοῦ Αἴαντος πρόσωπον. καὶ νῦν μὲν ἁπλῶς πρόσωπα· τὰ δ' αὐτὰ ὑποκαταβὰς καὶ πρόσωπα καλὰ φησί. πάντως δὲ πρόσωπον κυρίως ἐπὶ μόνου ἀνθρώπου, εἰ μή πού τις παίζει, ὡς ὁ εἰπὼν, μέγα γλαύκου ἰχθύος πρόσωπον. (ῃερς. 174.) Τοῦ δὲ πενθήμεναι τὸ κοινὸν πενθῆναι ὡς ἀπὸ τοῦ πένθημι, ὡς κίχημι κιχῆναι· ἢ καὶ ἀπὸ τοῦ πενθῶ πενθαίνω, ὁποῖον καὶ τὸ ὀνομαίνειν καὶ φοραίνειν, ἐξ ὧν ὀνομῆναι καὶ φορῆναι. (ῃερς. 175.) Τοῦ δὲ τηλίκος ἑρμηνεία τὸ, γενειήσαντα ἰδέσθαι, ὃ τελειότητος δεῖγμα, καθ' ἣν χρησιμεύοι ἂν παῖς μητρί. εἰ δὲ ἀρᾶται γενειήσαντα ἰδέσθαι παῖδα μητρὶ, πολυήρατον ἄρα καὶ τὴν τοιαύτην ἡλικίαν ἔστιν εἰπεῖν. (ῃερς. 179.) Τὸ δὲ, ἐπιχρίεσθαι ἀλοιφῇ, ἐντελέστερον εἴρηται τοῦ, ἐπιχρίσασα παρειάς. δῆλον δ' ὅτι ὁμώνυμος λέξις ἡ ἀλοιφὴ, ἐπί τε πιμελῆς λεγομένη καὶ στέατος καὶ νῦν ἐπὶ καλλοποιοῦ χρίσματος. (ῃερς. 181.) Τὸ δὲ, κεῖνος ἔβη, κατ' ἐξοχὴν εἶπεν ἡ γυνή. ὄνομα γὰρ Ὀδυσσέως οὐ πρόκειται. (ῃερς. 189.) Τὸ δὲ, λύθεν δέ οἱ ἅψεα, λυσιμελῆ δηλοῖ τὸν ὕπνον ἐξεῖναι λέγεσθαι, μὴ μόνον καθότι λύει μελεδήματα θυμοῦ, ὡς ἀλλαχόθι λέγει ὁ ποιητὴς, ἀλλὰ καὶ κατὰ τὸ λύειν τὰ μέλη, ὅ πέρ ἐστιν ἅψεα. (ῃερς. 190.) Ὁ δὲ κλιντὴρ θρόνου εἶδος καὶ αὐτὸς, περὶ ὃν ἔστιν ἀνακλινθῆναι, ὡς δηλοῖ τὸ, εὗδε δ' ἀνακλινθεῖσα. ὃ καὶ ἐτυμολογικὸς τρόπος ἐστί. (ῃερς. 192.) Τὸ δὲ κάλλος θεῖόν τι ὑγρὸν ἡ ποίησις πλάττει, ὥς που λέγει καὶ ἡ Ἰλιάς. ἦν δὲ τῷ τοιούτῳ μυθικῶς καὶ νίπτεσθαι, ὡς δηλοῖ τὸ, πρόσωπα καλὰ κάθῃρε τὰ τῷ κάλλει παρωνυμούμενα. ἔτι δὲ καὶ χρίεσθαι. Ἀφροδίτη γὰρ αὐτῷ χρίεται. ἔστι δὲ κάλλος τοιοῦτον ἀμβρόσιον ἀλληγορικῶς ἡ ἐπιπολάζουσα κατὰ πρόσωπον φυσικὴ καλλονὴ καὶ εὐπρέπεια, ὁποία τις καὶ νῦν ἡ τῆς 2.175 Πηνελόπης, ᾗ κάλλους αἴτιος καὶ ὁ ὕπνος γίνεται, οἷα τοῦ φιλίου χυμοῦ ἀναδοθέντος καὶ εἰς ἔρευθος φυσικὸν τῷ προσώπῳ ἐπανθήσαντος· ὅ περ οὐ κατά τινα τεχνικὴν Ἀθηνᾶν Ὅμηρος πλάττει γενέσθαι, ἀλλ' ἑτέρως κατὰ τὸ σεμνὸν τοῦ μύθου, ᾧ μάλιστα χαίρειν οἶδε ποίησις. Ἰστέον δὲ ὡς οὐ μόνον μύθου πλάσμα τὸ κάλλος, ἀλλὰ καὶ ἄλλως μύρον τι πραγματικῶς, χρήσιμον εἰς ἐπιποίησιν κάλλους, καθὰ καὶ πρὸ ὀλίγων εἴρηται. οὕτω δὲ καὶ τὸ μεγαλεῖον μύρον, εἰ καὶ δοκεῖ τισὶν ἐπαινετικῶς εἰρῆσθαι προπερισπώμενον, ἀλλὰ πρὸς ἀκρίβειαν μεγάλλιον ἐν δυσὶ γράφεται λˉλ προπαροξυτόνως διὰ τοῦ ˉι, καθὰ καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ὑπεκρούσθη. ὁ μεγάλος μὲν γὰρ παροξυτόνως ἐπίθετόν ἐστιν, οὗ κλητικὴ ἑνικὴ παρ' Αἰσχύλῳ τὸ, ὦ μεγάλε Ζεῦ, καὶ πληθυντικὴ ἀναλόγως εὐθεῖα, οἱ μεγάλοι. ὁ Μέγαλλος δὲ προπαροξυτόνως ἐν διλαμβδίᾳ κύριον ὄνομα κατὰ τοὺς παλαιούς. ᾧ παρώνυμον τὸ ὑπ' ἐκείνου εὑρεθὲν Μεγάλλιον μύρον. Σικελιώτης δὲ ἢ Ἀθηναῖος ἱστορεῖται εἶναι ὁ εἰρημένος Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 199

ἀντωνυμικῶς φράσαι, οἷον, θυμὸν αὐτῶν ἢ σφέων, διὰ τὸ ἀνωτέρω ἐγγὺς τῶν

μνηστήρων μνησθῆναι. ἔφρασε δὲ ὅμως, ὡς ἔτυχε, κατὰ λόγον σχεδιασμοῦ. (ῃερς.

163.) Τὸ δὲ, ἀχρεῖον ἐγέλασεν, ἀντὶ τοῦ ἄκαιρον καὶ πρὸς οὐδεμίαν χρείαν. Ἀττικοὶ

δέ, φασι, τὴν λέξιν ταύτην προπαροξύνουσιν, ἄχρειον λέγοντες. Αἰδοῦς δὲ τὸ

τοιοῦτον ἄρτι γέλασμα καὶ ὡς οἷον ἐπικρίσεως τοῦ μὴ πάνυ ἀναγκαῖον εἶναι τὸ νῦν

ἔργου, ἀλλὰ ἀφελέστερον. καὶ ἄλλως δὲ ποιητικὴ θεωρία τοῦτο, ἐμφαίνοντος

Ὁμήρου, ἀστεῖον εἶναι τὸ γενησόμενον καὶ μειδιάματός τινος ἄξιον. διὸ μετ' ὀλίγα

γήθησεν Ὀδυσσεὺς, ἐφ' οἷς ἡ γυνὴ ἄρτι ποιεῖ. προοίμιον οὖν τι ὁ ῥηθεὶς γέλως τῇ

σοφῇ Πηνελόπῃ, καὶ οὐκ ἦν κάλλιον ἐπινοήσασθαί τι ἐπ' αὐτῇ τοῦ οὕτω γελάσαι. εἰ

μὲν γὰρ σπουδαῖον τὸ ῥηθησόμενον, τί ἂν βλάψοι ὁ ἀφελὴς γέλως; εἰ δὲ καὶ

ἑτεροῖον, ἐπαινετέα καὶ οὕτως ἡ γυνὴ ὡς προεπαγγελάσασα. καὶ ἔστι τὸ τοιοῦτον

ἐνταῦθα σχῆμα ἀμίμητον καὶ κρεῖττον προοιμίου παντός. (ῃερς. 172.) Ἐν δὲ τῷ,

ἐπιχρίσασα παρειὰς, σιγᾷ τὸ τοῦ χρίσματος εἶδος σεμνῶς τε ἅμα καὶ ὅτι μηδὲ καίριον

ἦν καὶ τοιούτοις ἐνδιατρῖψαι. (ῃερς. 173.) δάκρυσι δὲ πεφυρμένη ἀντὶ τοῦ

ἠχρειωμένη. καὶ ἔχεταί πως ἡ λέξις τοῦ, χείλεα φύρσω αἵματος. Τὸ δὲ πρόσωπα

πληθυντικῶς ἔφη διὰ τὴν κατ' αὐτὰ διάχυσιν καὶ τὴν ἐντεῦθεν διαπέτειαν, ὁποίῳ δή

τινι λόγῳ καὶ ἡ Ἰλιὰς ἐν τῇ μονομαχίᾳ πληθύνει τὸ τοῦ Αἴαντος πρόσωπον. καὶ νῦν

μὲν ἁπλῶς πρόσωπα· τὰ δ' αὐτὰ ὑποκαταβὰς καὶ πρόσωπα καλὰ φησί. πάντως δὲ

πρόσωπον κυρίως ἐπὶ μόνου ἀνθρώπου, εἰ μή πού τις παίζει, ὡς ὁ εἰπὼν, μέγα

γλαύκου ἰχθύος πρόσωπον. (ῃερς. 174.) Τοῦ δὲ πενθήμεναι τὸ κοινὸν πενθῆναι ὡς

ἀπὸ τοῦ πένθημι, ὡς κίχημι κιχῆναι· ἢ καὶ ἀπὸ τοῦ πενθῶ πενθαίνω, ὁποῖον καὶ τὸ

ὀνομαίνειν καὶ φοραίνειν, ἐξ ὧν ὀνομῆναι καὶ φορῆναι. (ῃερς. 175.) Τοῦ δὲ τηλίκος

ἑρμηνεία τὸ, γενειήσαντα ἰδέσθαι, ὃ τελειότητος δεῖγμα, καθ' ἣν χρησιμεύοι ἂν παῖς

μητρί. εἰ δὲ ἀρᾶται γενειήσαντα ἰδέσθαι παῖδα μητρὶ, πολυήρατον ἄρα καὶ τὴν

τοιαύτην ἡλικίαν ἔστιν εἰπεῖν. (ῃερς. 179.) Τὸ δὲ, ἐπιχρίεσθαι ἀλοιφῇ, ἐντελέστερον

εἴρηται τοῦ, ἐπιχρίσασα παρειάς. δῆλον δ' ὅτι ὁμώνυμος λέξις ἡ ἀλοιφὴ, ἐπί τε

πιμελῆς λεγομένη καὶ στέατος καὶ νῦν ἐπὶ καλλοποιοῦ χρίσματος. (ῃερς. 181.) Τὸ δὲ,

κεῖνος ἔβη, κατ' ἐξοχὴν εἶπεν ἡ γυνή. ὄνομα γὰρ Ὀδυσσέως οὐ πρόκειται. (ῃερς. 189.)

Τὸ δὲ, λύθεν δέ οἱ ἅψεα, λυσιμελῆ δηλοῖ τὸν ὕπνον ἐξεῖναι λέγεσθαι, μὴ μόνον

καθότι λύει μελεδήματα θυμοῦ, ὡς ἀλλαχόθι λέγει ὁ ποιητὴς, ἀλλὰ καὶ κατὰ τὸ

λύειν τὰ μέλη, ὅ πέρ ἐστιν ἅψεα. (ῃερς. 190.) Ὁ δὲ κλιντὴρ θρόνου εἶδος καὶ αὐτὸς,

περὶ ὃν ἔστιν ἀνακλινθῆναι, ὡς δηλοῖ τὸ, εὗδε δ' ἀνακλινθεῖσα. ὃ καὶ ἐτυμολογικὸς

τρόπος ἐστί. (ῃερς. 192.) Τὸ δὲ κάλλος θεῖόν τι ὑγρὸν ἡ ποίησις πλάττει, ὥς που λέγει

καὶ ἡ Ἰλιάς. ἦν δὲ τῷ τοιούτῳ μυθικῶς καὶ νίπτεσθαι, ὡς δηλοῖ τὸ, πρόσωπα καλὰ

κάθῃρε τὰ τῷ κάλλει παρωνυμούμενα. ἔτι δὲ καὶ χρίεσθαι. Ἀφροδίτη γὰρ αὐτῷ

χρίεται. ἔστι δὲ κάλλος τοιοῦτον ἀμβρόσιον ἀλληγορικῶς ἡ ἐπιπολάζουσα κατὰ

πρόσωπον φυσικὴ καλλονὴ καὶ εὐπρέπεια, ὁποία τις καὶ νῦν ἡ τῆς 2.175 Πηνελόπης,

ᾗ κάλλους αἴτιος καὶ ὁ ὕπνος γίνεται, οἷα τοῦ φιλίου χυμοῦ ἀναδοθέντος καὶ εἰς

ἔρευθος φυσικὸν τῷ προσώπῳ ἐπανθήσαντος· ὅ περ οὐ κατά τινα τεχνικὴν Ἀθηνᾶν

Ὅμηρος πλάττει γενέσθαι, ἀλλ' ἑτέρως κατὰ τὸ σεμνὸν τοῦ μύθου, ᾧ μάλιστα

χαίρειν οἶδε ποίησις. Ἰστέον δὲ ὡς οὐ μόνον μύθου πλάσμα τὸ κάλλος, ἀλλὰ καὶ

ἄλλως μύρον τι πραγματικῶς, χρήσιμον εἰς ἐπιποίησιν κάλλους, καθὰ καὶ πρὸ

ὀλίγων εἴρηται. οὕτω δὲ καὶ τὸ μεγαλεῖον μύρον, εἰ καὶ δοκεῖ τισὶν ἐπαινετικῶς

εἰρῆσθαι προπερισπώμενον, ἀλλὰ πρὸς ἀκρίβειαν μεγάλλιον ἐν δυσὶ γράφεται λˉλ

προπαροξυτόνως διὰ τοῦ ˉι, καθὰ καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ὑπεκρούσθη. ὁ μεγάλος

μὲν γὰρ παροξυτόνως ἐπίθετόν ἐστιν, οὗ κλητικὴ ἑνικὴ παρ' Αἰσχύλῳ τὸ, ὦ μεγάλε

Ζεῦ, καὶ πληθυντικὴ ἀναλόγως εὐθεῖα, οἱ μεγάλοι. ὁ Μέγαλλος δὲ προπαροξυτόνως

ἐν διλαμβδίᾳ κύριον ὄνομα κατὰ τοὺς παλαιούς. ᾧ παρώνυμον τὸ ὑπ' ἐκείνου

εὑρεθὲν Μεγάλλιον μύρον. Σικελιώτης δὲ ἢ Ἀθηναῖος ἱστορεῖται εἶναι ὁ εἰρημένος

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

199

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!