Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ... Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

ἐρεθίζεσθαι. (ῃερς. 73.) διὸ καὶ οἱ μνηστῆρες ὑπερφιάλως, ὡς καὶ προεῤῥέθη, ἀγασσάμενοι εἶπον κατὰ λόγον ἠθοποιΐας· ἦ τάχα Ἶρος ἄϊρος ἐπίσπαστον κακὸν ἕξει, οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει. ὃ δὴ ἁρμόζοι ἂν ἀνδρὶ ἀφανεῖ μὲν τὰ ἔξω, ἄλλως δὲ πρακτικῷ. Ζητήσεως δὲ ἄξιον ἐν τῇ τῶν μηρῶν γυμνώσει, πῶς οὐκ ἐξεκαλύφθη καὶ ἡ οὐλὴ, τὸ τοῦ Ὀδυσσέως, ὡς μετὰ ταῦτα φανεῖται, μέγα παράσημον. (ῃερς. 67.) Ἰστέον δὲ καὶ ὅτι τὸ, ζώσατο ῥάκεσιν, ἐμφαίνει μὴ ζώνῃ χρᾶσθαι τοὺς πυγμάχους καὶ οὕτως ἀναστέλλειν τὸ ἱμάτιον, ἀλλ' ἀποδυσαμένους, εἶτα ἱματίῳ ζώνυσθαι, ὡς ἐνταῦθα Ὀδυσσεὺς ἐζώσατο ῥάκεσιν· ὧν γυμνωθεὶς μήδεα μὲν καλύπτει, φαίνει δὲ μηροὺς καὶ ὤμους καὶ στήθεα καὶ βραχίονας· ὃ τὴν ῥηθεῖσαν γύμνωσιν φράζει. (ῃερς. 70.) Ἀλδαίνειν δὲ τὸ αὔξειν, παρὰ τὸ ἅλλεσθαι, ἢ παρὰ τὸ ἀλθαίνειν, διὰ τὸ προδηλωθὲν συγγενὲς τοῦ ˉθ καὶ ˉδ. πρωτότυπον δὲ τοῦ ἀλδαίνειν τὸ ἀλδῶ, ἀλδήσω, ἐξ οὗ καὶ τὸ ἀλδήσκω, καὶ ποταμός που ἄλδησκος θρεμμάτων θεραπευτικός. (ῃερς. 73.) Τὸ δὲ, Ἶρος ἄϊρος, ταυτὸν τῷ, Ἶρος κακόϊρος, καθ' ὁμοιότητα τοῦ, κακοΐλιον οὐκ ὀνομαστὴν, καὶ τοῦ, ὕπνος ἄϋπνος παρὰ Σοφοκλεῖ, καὶ τῶν ὁμοίων. ἢ καὶ ἄλλως, ἄϊρος ὁ μηκέτι ἐσόμενος Ἶρος, ἀλλὰ τεθνηξόμενος. Ἐπίσπαστον δὲ κακὸν τὸ αὐθαίρετον, καὶ ὅ τις καθ' ἑαυτοῦ ἐπισπᾶται, καθ' ὁμοιότητα, ὥς φασι, ζῴων δελεαζομένων καὶ ἐπισπωμένων ἑαυτοῖς ὄλεθρον· ὃς δὴ καὶ οὐ μόνον κατὰ δέλεαρ γίνεται, ἀλλά ποτε καὶ διὰ θυμόν. οὕτω γὰρ καὶ σῦς καὶ ἄρκτος πίπτει καὶ λέων καὶ πάρδαλις, ἐξὸν ὂν διεκφυγεῖν τὸ κακὸν, εἰ μὴ ἐπεσπῶντο αὐτό. Ἐπιγουνὶς δὲ τί ἐστι, προείρηται. (ῃερς. 75.) Ὅτι Ὀδυσσέα μὲν ἤλδανεν, ὡς εἴρηται, σωμασκήσασα ἡ Ἀθηνᾶ,οἷα θαῤῥοῦντα, Ἶρος δὲ ἀνάπαλιν πάσχει, ταραχθεὶς τὴν ψυχὴν εἰς τοσοῦτον, ὥς τε καὶ τρέμειν. θρασύδειλος γὰρ ἐν τοῖς μάλιστα φαίνεται ὁ ἀνήρ. φησὶ γοῦν ὁ ποιητὴς οὕτως· (ῃερς. 76.) Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός. ἀλλὰ καὶ ὣς δρηστῆρες ἄγον ζώσαντες ἀνάγκῃ, τουτέστιν ἐν βίᾳ, δειδιότα. ὃ ἑρμηνεύων ἐπάγει· (ῃερς. 77.) σάρκες δὲ περιτρομέοντο μέλεσσιν. (ῃερς. 79.) ἐξεδειμάτωσε δὲ αὐτὸν ἄλλως ἡ τοῦ Ἀντινόου ἐνιπὴ, εἰπόντος· νῦν μὲν μήτ' εἴης βουγάϊε μήτε γένοιο, εἰ δὴ τοῦτόν γε τρομέεις καὶ δείδιας αἰνῶς, ἄνδρα γέροντα, ὡς καὶ ὁ ξένος ἔφη, (ῃερς. 81.) δύῃ ἀρημένον παροξυτόνως δίκην παρακειμένου, ἢ προπαροξυτόνως, ἀρήμενον, ὡς τὸ ἀκαχήμενον. (ῃερς. 82.) εἶτα ἐπιφέρων τὸ φοβερὸν φησίν· ἀλλ' ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται, αἴ κέν σε οὗτος νικήσῃ κρείσσων τε γένηται, ὡς καὶ προεγράφη, πέμψω σ' ἤπειρόνδε βαλὼν ἐν νηῒ μελαίνῃ, εἰς Ἔχετον βασιλῆα βροτῶν δηλήμονα πάντων, ὃς ἂν ἀπὸ ῥῖνα τάμῃσι καὶ οὔατα νηλέϊ χαλκῷ. (ῃερς. 87.) μήδεά τ' ἐξερύσας δῴη κυσὶν ὠμὰ δάσασθαι. ὅτι δὲ ταῦτα εἰς πλέον ἐξεθρόησε τὸν Ἶρον, δηλοῖ τὸ ἐφεξῆς· τῷ δ' ἔτι μᾶλλον ὑπότρομος ἔλλαβε γυῖα· καὶ τὸ μὲν τρέμειν οὐκ ἀφίει τὸν Ἶρον θαῤῥεῖν. (ῃερς. 76.) οἱ δὲ ὅμως ἐς μέσον ἄναγον, κατ' ἀνάγκην δηλαδὴ καὶ τοῦτο. Καὶ σημείωσαι ὅτι, καθάπερ τὸν ξεῖνον Ὀδυσσέα οἱ ἀγαθοὶ ἐθάῤῥυναν λόγοι, οὕτω τὸν Ἶρον κατέβαλον αἱ ἀπειλαὶ καὶ προσκατειργάσαντο. (ῃερς. 75.) Ἰστέον δὲ καὶ ὅτι τὸ, κακῶς ὠρίνετο θυμὸς, πρὸς διαστολὴν εἴρηται τοῦ ἄλλως ὀρίνεσθαι. ὀρίνεται γάρ τίς ποτε καὶ καλῶς κατὰ τὸν εἰς πόλεμον ὀρινόμενον καὶ θαρσαλέως μαχόμενον. (ῃερς. 77.) Τὸ δὲ δειδιότα προτάξας τοῦ περιτρομέεσθαι, μετ' ὀλίγα ἑτέρως ποιεῖ ἐν τῷ, περιτρομέεις καὶ δείδιας αἰνῶς, ἅ περ τὸν αὐτὸν ἔχει νοῦν. ἔστι γὰρ ταυτὸν τρέμειν καὶ δεδιέναι αἰνῶς. (ῃερς. 79.) Περὶ δὲ 2.169 βουγαΐου ἀκριβέστατα ἐν τοῖς εἰς τὴν Ἰλιάδα γέγραπται. ἔχει δέ τι ὅμως ὁ ἐκεῖ λόγος, μὴ καὶ τῷ Ἴρῳ ἁρμόζον, οἷον τὸ, ἐπὶ βοῒ τουτέστιν ἀσπίδι, γαίειν, ὅ ἐστι γαυριᾶν. τοῦτο γὰρ Αἴαντι μὲν οἰκεῖον, οὐκέτι δὲ καὶ τῷ Ἴρῳ. τὰ δ' ἄλλα εὖ ἔχει καὶ ἐπὶ τούτου, οἷον τὸ γῆς βάρος διὰ τὸ πολὺ τῶν σαρκῶν, καὶ τὸ βοῶν ἔργα ποιῶν καὶ τὰ λοιπά. Τὸ δὲ, μήτε εἴης μήτε γένοιο, ἢ ἀντὶ τοῦ μήτε νῦν εἴης μήτε ἐγένου. ἔθος γὰρ τοῖς θυμουμένοις μέμφεσθαι καὶ τὸ ἤδη γεγονὸς καὶ ἐπαρᾶσθαι μὴ ἂν γενέσθαι, εἰ καὶ ἀδύνατος ἡ ἀρά· ἢ μήτε εἴης ἄρτι ἀλλὰ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 192

τεθναίης, μήτε μὴν πάλιν ὕστερον γένοιο· ἵνα καὶ Πυθαγόρας ἐξ Ὁμήρου λαβὼν δοξάζοι τοὺς ψυχικοὺς ὕστερον μεταγγισμοὺς, οἳ διὰ τὸ, ὡς ἐῤῥέθη, πάλιν γίνεσθαι κατὰ τὸν Πυθαγόρειον λῆρον καὶ παλιγγενεσίαι λέγονται. ὅθεν βλαβεὶς ὁ φυσικὸς Ἐμπεδοκλῆς καὶ τὸ αὐτὸ συνδοξάσας καταψεύδεται ἑαυτοῦ τὸ, ἤδη πότ' ἐγὼ γενόμην κούρη τε κόρος τε θάμνος τ' οἰωνός τε καὶ ἐξ ἁλὸς ἔμπνοος ἰχθύς. ὁ δὲ παραφράσας ∆ημοσθένης ταῦτά τε καὶ τὸν βουγάϊον ἑρμηνεύων φησί· μήτε εἴης ἔτι μήτε ὀνομάζοιο, βόσκημα ἀναίσθητον. (ῃερς. 82.) Τὸ δὲ καὶ τετελεσμένον ἔσται, δηλοῖ μὴ ὡς καὶ ἐν ἀπειλῇ τὸν Ἀντίνοον εἰπεῖν ἅ περ εἶπεν, ἀλλ' ἐπ' ἀληθείᾳ. διὸ καὶ προϊόντες μετὰ τὴν ἧτταν φασὶν, ὃ ποιῆσαι οὐκ ἴσχυσαν, ὡς προθανόντες αὐτοὶ, ἤγουν τὸ, τάχα γάρ μιν ἀνάξομεν Ἤπειρόνδε εἰς Ἔχετον. λέγει δὲ καὶ νῦν Ἤπειρον χώραν ἰδίως οὕτω καλουμένην,ἀντιπέραν κειμένην Ἰθάκης, μεγάλην. ἀφ' ἧς καὶ Πύῤῥος Ἠπειρώτης ὕστερον, ἄρξας τῶν ἐκεῖ. ἧς μέρος παράλιον καὶ τὸ ἐν τοῖς ἑξῆς δηλωθησόμενον Νήρικον, ὅ πέρ ἐστιν ἡ νῦν Λευκάς. (ῃερς. 84.) Τὸ δὲ, βαλὼν ἐν νηῒ, ἀντὶ τοῦ ῥίψας ἢ θέμενος. Ἔχετος δέ, φασι, βασιλεὺς ἦν τῆς ῥηθείσης Ἠπείρου, υἱὸς Εὐχήνορος καὶ Φλογέας, ὠμὸς καὶ ἀπάνθρωπος. ὃς καὶ τὴν θυγατέρα Μετώπην ἢ καὶ Ἄμφισσαν ὑπό τινος Αἰχμοδίκου φθαρεῖσαν πηρώσας ἠνάγκασεν ἀλήθειν κριθὰς σιδηρᾶς ποιηθείσας κελεύσει αὐτοῦ, εἰπὼν, τηνικαῦτα τὰς ὄψεις ἀπολήψεσθαι, ὅτε τὰς τοιαύτας κριθὰς εἰς ἄλφιτον λεπτυνεῖ. καὶ τὴν μὲν θυγατέρα οὕτω μετῆλθε. τὸν δὲ Αἰχμόδικον ὡς ἐπὶ ἑστίασιν καλέσας ἠκρωτηρίασεν, ἀποκόψας καὶ τὰ αἰδοῖα. τέλος μέντοι ὑπερμανεὶς καὶ τῶν ἰδίων ἐμφορηθεὶς σαρκῶν ἀπέσβη, φασίν. ὃ καὶ Λύσανδρος ἔπαθεν ἐν τοῖς ὕστερον ὁ ἀποτόμως καταχορδεύσας ἑαυτόν. τινὲς δέ φασιν, Ἔχετον ἐπ' αὐτοῦ γενέσθαι τοῦ ποιητοῦ, καί τι πεπλημμεληκότα εἰς αὐτὸν τοιοῦτον ἱστορηθῆναι, ὡσανεὶ παλαιόν τινα ὄντα ἄδικον. ὃ καὶ ἐπὶ Θερσίτῃ ποιῆσαι λέγεται, κακῶς ἐπιτροπεύσαντι τῶν αὐτοῦ. ὧν περ ἀνάπαλιν πεποίηκεν ἐπὶ Τυχίου καὶ Φημίου καὶ Μέντου καὶ Μέντορος. αὐτῶν γὰρ εὖ πεποιηκότων αὐτὸν ἐπ' ἀγαθοῖς μέμνηται, εἰς παλαιότητα χρόνου ἡρωϊκοῦ ἀνάγων αὐτούς. Ὅρα δὲ καὶ ὅτι τὸν Ἔχετον δέον τύραννον εἰπεῖν, ὁ δὲ βασιλέα εἶπεν. ἠγνοεῖτο γὰρ ἐπὶ Ὁμήρου ἡ τύραννος λέξις, ἣ καὶ ὕστερον εὑρεθεῖσα ἐπ' ἀγαθῷ ἐλέγετο. τοῖς γὰρ ἐννόμοις βασιλεῦσι κλῆσις ἦν καὶ αὕτη, ὡς δηλοῖ πρὸς μυρίοις ἄλλοις καὶ ὁ παρὰ Σοφοκλεῖ Οἰδίπους τύραννος. ἡ μέντοι μεταγενεστέρα χρῆσις διορίσασα τοῖς ἀγαθοῖς μὲν βασιλεῦσιν ἀπεκλήρωσε τὸ πρεσβεῖον τῆς παλαιᾶς λέξεως τὸ βασιλεὺς, καθὰ καὶ μάλιστα τὸ ἄναξ, τὸ δέ γε τυραννεῖν ἀποτάξασα τοῖς μὴ κατὰ νόμον ἄρχουσιν ἀπέῤῥιψε. Σημείωσαι οὖν, ὅτι οὐκ ἠξίωσεν ἄνακτα τὸν Ἔχετον εἰπεῖν, ἀλλ' ἁπλῶς βασιλέα, ὅ ἐστιν ἄρχοντα. ὁ γὰρ ἄναξ θεία λέξις, ἀπὸ τοῦ ἀνακῶς ἔχειν τῶν ὑπηκόων γινομένη, ὅ ἐστιν ἐπιμελῶς, ὡς προδεδήλωται. (ῃερς. 85.) Ἐν δὲ τῷ, βροτῶν δηλήμονα πάντων, ὑπερβολικῶς πάλιν κεῖται τὸ πάντων, ὡς καὶ ἐπ' ἄλλων ἐφάνη. δηλοῖ δὲ κἀνταῦθα ἡ λέξις μόνους τοὺς περιπίπτοντας ταῖς τοῦ Ἐχέτου χερσί. (ῃερς. 86.) Τὸ δὲ, ῥῖνα ταμεῖν καὶ οὔατα, τὸν ἀκρωτηριασμὸν δηλοῦσιν. ἁπλοῦν δὲ τοῦ ῥινοτομεῖν ἐστὶ τὸ ῥῖνα τέμνειν. (ῃερς. 87.) Τὸ δὲ, μήδεα ἐξερύσας, ἐπωδύνως ἔχει μᾶλλον, ἤ περ τὸ ταμεῖν αὐτά. Τὸ δὲ, ὠμὰ δάσασθαι, τὸν σπαραγμὸν δηλοῖ τῶν κυνῶν. δάσασθαι δὲ εἶπεν, ἐπεὶ τὸ μέτρον οὐκ ἐπιδέχεται εἰπεῖν δαίσασθαι. δῆλον δὲ, ὡς ἀπὸ τοιούτου δάσασθαι καὶ ὁ δασμός. (ῃερς. 89.) Ἐν δὲ τῷ, ἐς μέσον ἄναγον, περιττὴ ἡ πρόθεσις. Ἰώνων δέ, φασιν, ἡ λέξις, κειμένη καὶ μετ' ὀλίγα ἐν τῷ, τάχα γάρ μιν ἀνάξομεν Ἤπειρόνδε. Τοιοῦτον καὶ ἐν Ἰλιάδι τὸ, εἰς ἑλίκην τε καὶ αἰγὰς δῶρ' ἀνάγουσιν. Ὅτι ἀνασχεῖν καὶ ἐνταῦθα χεῖρας τὸ ἀνατεῖναι· φησὶ γοῦν, τὼ δ' ἀμφὼ χεῖρας ἀνέσχον. ἦν δὲ τὸ αὐτὸ καὶ παθητικῶς εἰπεῖν, ἀνέσχοντο, ὡς δηλοῖ τὸ, δὴ τότ' ἀνασχόμενοι, μετ' ὀλίγα ῥηθέν. (ῃερς. 90.) Ὅτι ἴσχυε μὲν Ὀδυσσεὺς ἐπιθανάτιον πληγὴν τοῦ Ἴρου κατενεγκεῖν, ἐπέσχε δὲ δι' οἰκονομίαν. φησὶγοῦν ὁ ποιητὴς, οὕτω δὴ τότε μερμήριξε πολύτλας δῖος Ὀδυσσεὺς, ἢ ἐλάσει, τουτέστι Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 193

ἐρεθίζεσθαι. (ῃερς. 73.) διὸ καὶ οἱ μνηστῆρες ὑπερφιάλως, ὡς καὶ προεῤῥέθη,

ἀγασσάμενοι εἶπον κατὰ λόγον ἠθοποιΐας· ἦ τάχα Ἶρος ἄϊρος ἐπίσπαστον κακὸν ἕξει,

οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει. ὃ δὴ ἁρμόζοι ἂν ἀνδρὶ ἀφανεῖ μὲν τὰ

ἔξω, ἄλλως δὲ πρακτικῷ. Ζητήσεως δὲ ἄξιον ἐν τῇ τῶν μηρῶν γυμνώσει, πῶς οὐκ

ἐξεκαλύφθη καὶ ἡ οὐλὴ, τὸ τοῦ Ὀδυσσέως, ὡς μετὰ ταῦτα φανεῖται, μέγα

παράσημον. (ῃερς. 67.) Ἰστέον δὲ καὶ ὅτι τὸ, ζώσατο ῥάκεσιν, ἐμφαίνει μὴ ζώνῃ

χρᾶσθαι τοὺς πυγμάχους καὶ οὕτως ἀναστέλλειν τὸ ἱμάτιον, ἀλλ' ἀποδυσαμένους,

εἶτα ἱματίῳ ζώνυσθαι, ὡς ἐνταῦθα Ὀδυσσεὺς ἐζώσατο ῥάκεσιν· ὧν γυμνωθεὶς μήδεα

μὲν καλύπτει, φαίνει δὲ μηροὺς καὶ ὤμους καὶ στήθεα καὶ βραχίονας· ὃ τὴν ῥηθεῖσαν

γύμνωσιν φράζει. (ῃερς. 70.) Ἀλδαίνειν δὲ τὸ αὔξειν, παρὰ τὸ ἅλλεσθαι, ἢ παρὰ τὸ

ἀλθαίνειν, διὰ τὸ προδηλωθὲν συγγενὲς τοῦ ˉθ καὶ ˉδ. πρωτότυπον δὲ τοῦ ἀλδαίνειν

τὸ ἀλδῶ, ἀλδήσω, ἐξ οὗ καὶ τὸ ἀλδήσκω, καὶ ποταμός που ἄλδησκος θρεμμάτων

θεραπευτικός. (ῃερς. 73.) Τὸ δὲ, Ἶρος ἄϊρος, ταυτὸν τῷ, Ἶρος κακόϊρος, καθ'

ὁμοιότητα τοῦ, κακοΐλιον οὐκ ὀνομαστὴν, καὶ τοῦ, ὕπνος ἄϋπνος παρὰ Σοφοκλεῖ,

καὶ τῶν ὁμοίων. ἢ καὶ ἄλλως, ἄϊρος ὁ μηκέτι ἐσόμενος Ἶρος, ἀλλὰ τεθνηξόμενος.

Ἐπίσπαστον δὲ κακὸν τὸ αὐθαίρετον, καὶ ὅ τις καθ' ἑαυτοῦ ἐπισπᾶται, καθ'

ὁμοιότητα, ὥς φασι, ζῴων δελεαζομένων καὶ ἐπισπωμένων ἑαυτοῖς ὄλεθρον· ὃς δὴ

καὶ οὐ μόνον κατὰ δέλεαρ γίνεται, ἀλλά ποτε καὶ διὰ θυμόν. οὕτω γὰρ καὶ σῦς καὶ

ἄρκτος πίπτει καὶ λέων καὶ πάρδαλις, ἐξὸν ὂν διεκφυγεῖν τὸ κακὸν, εἰ μὴ ἐπεσπῶντο

αὐτό. Ἐπιγουνὶς δὲ τί ἐστι, προείρηται. (ῃερς. 75.) Ὅτι Ὀδυσσέα μὲν ἤλδανεν, ὡς

εἴρηται, σωμασκήσασα ἡ Ἀθηνᾶ,οἷα θαῤῥοῦντα, Ἶρος δὲ ἀνάπαλιν πάσχει, ταραχθεὶς

τὴν ψυχὴν εἰς τοσοῦτον, ὥς τε καὶ τρέμειν. θρασύδειλος γὰρ ἐν τοῖς μάλιστα

φαίνεται ὁ ἀνήρ. φησὶ γοῦν ὁ ποιητὴς οὕτως· (ῃερς. 76.) Ἴρῳ δὲ κακῶς ὠρίνετο

θυμός. ἀλλὰ καὶ ὣς δρηστῆρες ἄγον ζώσαντες ἀνάγκῃ, τουτέστιν ἐν βίᾳ, δειδιότα. ὃ

ἑρμηνεύων ἐπάγει· (ῃερς. 77.) σάρκες δὲ περιτρομέοντο μέλεσσιν. (ῃερς. 79.)

ἐξεδειμάτωσε δὲ αὐτὸν ἄλλως ἡ τοῦ Ἀντινόου ἐνιπὴ, εἰπόντος· νῦν μὲν μήτ' εἴης

βουγάϊε μήτε γένοιο, εἰ δὴ τοῦτόν γε τρομέεις καὶ δείδιας αἰνῶς, ἄνδρα γέροντα, ὡς

καὶ ὁ ξένος ἔφη, (ῃερς. 81.) δύῃ ἀρημένον παροξυτόνως δίκην παρακειμένου, ἢ

προπαροξυτόνως, ἀρήμενον, ὡς τὸ ἀκαχήμενον. (ῃερς. 82.) εἶτα ἐπιφέρων τὸ

φοβερὸν φησίν· ἀλλ' ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται, αἴ κέν σε οὗτος

νικήσῃ κρείσσων τε γένηται, ὡς καὶ προεγράφη, πέμψω σ' ἤπειρόνδε βαλὼν ἐν νηῒ

μελαίνῃ, εἰς Ἔχετον βασιλῆα βροτῶν δηλήμονα πάντων, ὃς ἂν ἀπὸ ῥῖνα τάμῃσι καὶ

οὔατα νηλέϊ χαλκῷ. (ῃερς. 87.) μήδεά τ' ἐξερύσας δῴη κυσὶν ὠμὰ δάσασθαι. ὅτι δὲ

ταῦτα εἰς πλέον ἐξεθρόησε τὸν Ἶρον, δηλοῖ τὸ ἐφεξῆς· τῷ δ' ἔτι μᾶλλον ὑπότρομος

ἔλλαβε γυῖα· καὶ τὸ μὲν τρέμειν οὐκ ἀφίει τὸν Ἶρον θαῤῥεῖν. (ῃερς. 76.) οἱ δὲ ὅμως ἐς

μέσον ἄναγον, κατ' ἀνάγκην δηλαδὴ καὶ τοῦτο. Καὶ σημείωσαι ὅτι, καθάπερ τὸν

ξεῖνον Ὀδυσσέα οἱ ἀγαθοὶ ἐθάῤῥυναν λόγοι, οὕτω τὸν Ἶρον κατέβαλον αἱ ἀπειλαὶ

καὶ προσκατειργάσαντο. (ῃερς. 75.) Ἰστέον δὲ καὶ ὅτι τὸ, κακῶς ὠρίνετο θυμὸς, πρὸς

διαστολὴν εἴρηται τοῦ ἄλλως ὀρίνεσθαι. ὀρίνεται γάρ τίς ποτε καὶ καλῶς κατὰ τὸν

εἰς πόλεμον ὀρινόμενον καὶ θαρσαλέως μαχόμενον. (ῃερς. 77.) Τὸ δὲ δειδιότα

προτάξας τοῦ περιτρομέεσθαι, μετ' ὀλίγα ἑτέρως ποιεῖ ἐν τῷ, περιτρομέεις καὶ

δείδιας αἰνῶς, ἅ περ τὸν αὐτὸν ἔχει νοῦν. ἔστι γὰρ ταυτὸν τρέμειν καὶ δεδιέναι

αἰνῶς. (ῃερς. 79.) Περὶ δὲ 2.169 βουγαΐου ἀκριβέστατα ἐν τοῖς εἰς τὴν Ἰλιάδα

γέγραπται. ἔχει δέ τι ὅμως ὁ ἐκεῖ λόγος, μὴ καὶ τῷ Ἴρῳ ἁρμόζον, οἷον τὸ, ἐπὶ βοῒ

τουτέστιν ἀσπίδι, γαίειν, ὅ ἐστι γαυριᾶν. τοῦτο γὰρ Αἴαντι μὲν οἰκεῖον, οὐκέτι δὲ καὶ

τῷ Ἴρῳ. τὰ δ' ἄλλα εὖ ἔχει καὶ ἐπὶ τούτου, οἷον τὸ γῆς βάρος διὰ τὸ πολὺ τῶν

σαρκῶν, καὶ τὸ βοῶν ἔργα ποιῶν καὶ τὰ λοιπά. Τὸ δὲ, μήτε εἴης μήτε γένοιο, ἢ ἀντὶ

τοῦ μήτε νῦν εἴης μήτε ἐγένου. ἔθος γὰρ τοῖς θυμουμένοις μέμφεσθαι καὶ τὸ ἤδη

γεγονὸς καὶ ἐπαρᾶσθαι μὴ ἂν γενέσθαι, εἰ καὶ ἀδύνατος ἡ ἀρά· ἢ μήτε εἴης ἄρτι ἀλλὰ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

192

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!