18.07.2013 Views

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

δυσχερῆ. εἶτα θετέον καὶ παρατήρησιν παλαιὰν σκώπτουσαν ῥητορικώτερον τὸν

Ὀδυσσέα ἐπὶ λαιμαργίᾳ, λέγουσαν, ὅτι ἐν πολλοῖς Ὅμηρος λαίμαργον αὐτὸν

παραδίδωσιν, ὡς καὶ ἐνταῦθα φαίνεται, καὶ ἐν τῷ, ἀλλ' ἐμὲ μὲν δορπῆσαι ἐάσατε.

ὑπερβάλλει δέ, φασι, τῇ λαιμαργίᾳ, καὶ ἔνθα οὐκ ἐν δέοντι γνωμολογεῖ περὶ γαστρὸς,

ὃν ἐχρῆν εἰ καὶ ἐλίμωττε διακαρτερεῖν, ἢ ἀλλὰ μετριάζειν τὰ περὶ τροφήν. λέγουσι

δὲ καὶ ὅτι ἐν τῷ, πένθος μὲν ἔχω ἐνὶ φρεσὶν, ἡ δὲ γαστὴρ τάδε ποιεῖ, τοιαῦτα

Ὀδυσσεὺς ἐλάλησεν, οἷα οὐδ' ἂν ὁ Σαρδανάπαλος εἰπεῖν ἐτόλμησε, γέρων τε ὤν,

φασιν, ἤσθιεν ἁρπαλέως κρέατ' ἄσπετα καὶ μέθυ ἡδὺ, ὡς προείρηται. Τὸ δὲ

κακοεργὸν τῆς γαστρὸς καὶ τὰς δι' αὐτὴν ἔστιν ὅτε πληγὰς δηλοῖ μὲν καὶ ὁ παρὰ

Πέρσαις καλούμενος βασιλέως φίλος, ὃς, καθὰ εἰς πλάτος ἑτέρωθι κεῖται, χαμαὶ

καθήμενος καὶ κυνιστὶ σιτούμενος τὸ παρατεθὲν ἔπασχε πάνυ κακῶς· οὐχήκιστα δὲ

καὶ ἡ τοῦ Χαλκιδέως Εὐφορίωνος ἱστορία, ὅς φησι παρὰ Ῥωμαίοις προτίθεσθαι πέντε

μνᾶς τοῖς ὑπομένειν βουλομένοις τὴν κεφαλὴν ἀποκοπῆναι πελέκει· καὶ

εὑρίσκεσθαι τοὺς ὑπομένοντας τὸ κακόν· πλὴν τἀληθὲς εἰπεῖν, καὶ διὰ γαστέρα,

εὐγενῶς δέ πως, καθὰ ἐκείνοις νενόμιστο, καὶ ὥς περ ἂν εἴ τινες θανάτῳ ἐκδιδοῖεν

ἀνδρείως ἑαυτοὺς ἐν πολέμοις, ὅπως κατὰ τὴν ἐν Ἰλιάδι ἔννοιαν γυναῖκες καὶ

παῖδες καὶ κλῆρος αὐτοῖς ὕστερον περισώζωνται. οὕτω γὰρ καὶ ἐκεῖνοι ἔφερον

ἕκαστος ἀφαιρεῖσθαι τῆς κεφαλῆς, ὥς τε τοὺς κληρονόμους κομίσασθαι τὸ ἆθλον.

φησὶ δὲ ὁ Ἀθήναιοις καὶ πολλάκις ἀπογραφομένους πλείους δικαιολογεῖσθαι, καθ' ὃ

δικαιότατός ἐστιν ἕκαστος αὐτῶν ἀποτυμπανισθῆναι. καὶ ὅρα τὸ ἀποτυμπανισθῆναι,

ταυτὸν ὂν τὸ, τὴν κεφαλὴν ἀποκοπῆναι. Καινὸν δ' οὐδὲν διὰ πέντε μνᾶς τοὺς

εἰρημένους ταῦτα πάσχειν, εἴ γέ τινες τῶν ἐκεῖ καὶ ἄλλως εἰκῇ καὶ πρὸς οὐδὲν

χρήσιμον ἐξανιστάμενοι τοῦ συμποσίου καὶ εἰς γῆν ὑπτιάζοντες προεκαλοῦντο τὸν

σφάξοντα καὶ ἐσφάζοντο πρὸς ἔνδειξιν ἀλογίστου φερεπονίας. Ἰστέον δὲ καὶ ὅτι

γαστρὸς ὁ Ὀδυσσεὺς ἡττώμενος, ὡς ἔφη, ὀρθῶς ἂν γάστρις λέγοιτο παρὰ τὸ

γαστρίσαι, ὃ δηλοῖ μὲν καὶ τὸ χορτάσαι, σημαίνει δέ, φασι, καὶ τὸ εἰς γαστέρα πλῆξαι.

Καὶ ὅτι, ὥς περ ἀπλήστου σκῶμμα ὁ γάστρις, οὕτω καὶ ὁ γαστρίμαργος καὶ ὁ

γαστερόπληξ καὶ ὁ παντοφάρυγξ καὶ ὁ τραπεζεὺς καὶ ὁ τραπεζολοιχὸς καὶ ὁ

κνισσολοιχὸς καὶ ὁ ἐνθεσίδουλος ἤτοι ψωμόδουλος· ἔνθεσις γάρ, φασιν, ὁ ψωμός·

καὶ ὁ τένθης ὡς λίχνος· τένθη γάρ, φασιν, ἡ λιχνεία· καὶ ὁ θυράπαξ· κατὰ δὲ

Ἱππώνακτα καὶ ὁ μεσσηγυδορποχέστης, ἤγουν ὃς μεσοῦντος δείπνου πολλάκις

ἀποπατεῖ ὡς πάλιν ἐμπίπλασθαι. (ῃερς. 56.) Τὸ δὲ, ἐπ' Ἴρῳ ἦρα φέρων, τουτέστι

χάριν, ὡς προδεδήλωται, παρηχήσεως οὐκ ἀπέοικεν, ὁποῖαι καὶ ἕτεραι

προεδηλώθησαν. (ῃερς. 63.) Τὸ δὲ, πλεόνεσσι μαχήσεται, κατὰ ποιότητα προσώπων

ἐῤῥέθη. ἄλλως γὰρ τοῦ ξεινοδόκου καὶ τῶν δύο βασιλέων, ἐν οἷς δοκεῖ τὸ πᾶν

κεῖσθαι, πλείους πολλῷ οἱ λοιποὶ μνη 2.168 στῆρες. (ῃερς. 64.) Τὸ δὲ, ἐπὶ δ' αἰνεῖτον

βασιλῆες, ἢ ἀντὶ τοῦ ἐπαινοῦσι καὶ οἱ βασιλεῖς ὁμοίως τῷ, οἱ δ' ἄρα πάντες ἐπῄνεον,

ὅ περ εὐθὺς ἐπάγεται, ἢ ἀντὶ τοῦ, ἐπὶ δὲ, ἤγουν σὺν ἐμοὶ, συγκατατίθενται καὶ οἱ

βασιλεῖς, ὁ Εὐρύμαχος δηλαδὴ καὶ ὁ Ἀντίνοος· οὓς, ὡς διείληπται, καταδημαγωγεῖ

εὐμεθόδως ὁ Τηλέμαχος, μειλισσόμενος τὸ ὑβριστικὸν αὐτῶν καὶ ἀτάσθαλον. (ῃερς.

67.) Ὅτι τὸν τοῦ Ἴρου καὶ τοῦ ξείνου διασκευάζων ἀγῶνα φησί· ζώσατο μὲν ῥάκεσι

περὶ μήδεα Ὀδυσσεύς· φαῖνε δὲ μηροὺς καλούς τε μεγάλους τε. φάνεν δέ οἱ εὐρέες

ὦμοι, στήθεά τε στιβαροί τε βραχίονες· ταῦτα δὴ, ἐξ ὧν καὶ ὁ Φαίαξ Λαοδάμας

ἐχαρακτήριζεν ἀγαθὸν ἀθλητήν. (ῃερς. 69.) ἔοικε γὰρ τὰ περὶ πρόσωπον ἠλλοιῶσθαι

μόνα, ἐξ οὗ καὶ ἦν αὐτὸν γνωρίζεσθαι. τὰ δ' ἄλλα οὐ μόνον ὡς εἶχε φύσεως

ἐκφαίνεται, ἀλλὰ καὶ εἰς κάλλιον μεταπλάττεται. φησὶ γάρ· αὐτὰρ Ἀθήνη ἄγχι

παρισταμένη μέλεα ἤλδανε ποιμένι λαῶν. φρόνησις δὲ καὶ ἡ τοιαύτη Ἀθήνη· καθ' ἣν

κρίνας ὁ Ὀδυσσεὺς μὴ δεῖν εἶναι δειλιᾶν καὶ ὑποτρέμειν, ἑαυτοῦ ἐστὶ, καὶ θαῤῥεῖ τὸν

ἀγῶνα, ὡς εἰ καὶ λέων ἀνδρεῖος μὲν ὢν καὶ ἄλλως, ἀνδρειότερος δὲ ἀπεκβὰς ἐν τῷ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

191

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!