Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ... Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

λοιπῶν οὐδεὶς τηνικαῦτα. εἰ δὲ ὁ Πέρσης ∆αρεῖος, ὁ τοὺς μάγους ἀνελὼν, ἐπιγεγραμμένον εἶχε τῷ αὐτοῦ μνήματι τὸ, ἠδυνάμην καὶ οἶνον πίνειν πολὺν καὶ τοῦτον φέρειν καλῶς, πολυπότης μὲν ἂν εἴη, μέθυσος δὲ οὔ. ἲς δὲ διαφέρει βίας, ὅτι αὐτὴ μὲν ἐπὶ νεύρων κυριολεκτεῖται, ἡ βία δὲ ἐπὶ ἰσχύος ἢ ῥώμης. (ῃερς. 4.) Τὸ δὲ, εἶδος δὲ μάλα μέγας, δύναται ποιῆσαι παρῳδηθῆναι ἐπὶ τοῦ Ἴρου τὸ, ὢ πόποι, οὐκ ἄρα σοί γ' ἐπ' εἴδεϊ καὶ βία ἦν. Οὐχ' ἁπλῶς δὲ μέγας ὁ Ἶρος, ἀλλὰ καὶ μάλα μέγας. διὸ μετ' οὐ πολὺ καὶ βουγάϊος προσρηθήσεται, ὡς καὶ ἐν Ἰλιάδι ὁ Αἴας. οὔκουν τὸ ἁπλῶς μέγα ἢ μάλα μέγα οἶδεν ἐξαρκεῖν εἰς ἔπαινον, εἰ μὴ καί τινι ἀρετῇ ἐπικοσμοῖτο. διὸ Τυδεὺς μὲν, μικρὸς ὢν δέμας, ἔπαινον εἶχε τὸ μαχητὴς εἶναι, μνηστὴρ δὲ, καλὸς μὲν ἰδεῖν, οὐ φρενήρης δὲ, σκώπτεται διὰ φρενῶν στέρησιν. λέγεται δ' ὕστερον καὶ Ἀναξανδρίδης καλὸς ὢν τὴν ὄψιν καὶ κόμην τρέφων, ὅμως ὑπὸ πικρίας παράβολος εἶναι καὶ διατοῦτο ψεκτέος. ἡττώμενος οὖν ποτὲ καὶ δυσκολαίνων τὰς κωμῳδίας καὶ ταύτας κομψῶς ἐχούσας κατέτεμνεν εἰς τὸν λιβανωτόν. οὐκοῦν οὐδὲ ὁ Ἶρος μάλα μέγας ὢν ἐπαινεῖται, ἀλλὰ διὰ τὸ μὴ σπουδαῖος εἶναι δυεῖν ἐπιθέτων τὸ μὲν ἐκ τοῦ μεγάλου βοὸς εἴληχε, τὸ βουγάϊος, (ῃερς. 5.) τὸ δ' ἐξ ἀρνὸς, καθὰ εἰρήσεται, ἤγουν τὸ Ἀρναῖος. Ἀρναῖος γὰρ ἢ ὁ εὐκταῖος μητρὶ τῇ καὶ θεμένῃ αὐτῷ τοὔνομα, ὡς ἀπὸ τοῦ ἀρὰ ἡ εὐχὴ πλεονασμῷ τοῦ ˉν πρὸς διαστολὴν τοῦ ἐπιθετικοῦ ἀραίου, ἢ ὁ βοσκηματώδης καὶ προβατώδης κατὰ τὸ εὔηθες, ἢ παρὰ τῷ ἄρνυσθαι καὶ ἀντιλαμβάνειν καὶ ἐντεῦθεν ζῆν. ἀντιλαμβάνοι δ' ἂν ὁ Ἶρος ψωμὸν ῥαπίσματος, καὶ κρέας κονδύλου, καὶ οἶνον ἀγγελίας τῆς ὅπου δήποτε. ὅτι δὲ τῶν κυρίων ὀνομάτων τινὰ καὶ αἱ μητέρες ἰδίᾳ ἐτίθεντο τοῖς παισὶ, καὶ Εὐριπίδης δηλοῖ, ἔτι δὲ καὶ ὁ κωμικός. Τὸ δὲ, θέτο μήτηρ, θέσει δηλοῖ καὶ οὐ φύσει εἶναι καὶ τὰ κύρια ὀνόματα. (ῃερς. 6.) Τὸ δὲ, ἐκ γενετῆς, δῆλον ὡς ἐκ τοῦ γενέσω μέλλοντος ἀχρήστου γενόμενον ὅμως αὐτὸ χρηστόν ἐστιν εἰς πᾶσαν γραφήν. τοιοῦτον δὲ καὶ ὁ γενέσω καὶ ἡ γένεσις καὶ τὸ γενέσιον καὶ τὸ σύστοιχον αὐτοῖς γενέθλιον. Ἶρος δὲ κατὰ τὸν ποιητὴν παρὰ τὸ εἴρω τὸ λέγω καὶ ἀπαγγέλλω, ὅθεν καὶ ἡ Ἶρις καὶ ὁ Ἑρμῆς. (ῃερς. 7.) Καὶ ὅρα ὡς πλατέως οὕτως ἐτυμολογεῖ τὸν Ἶρον ἀναφανδὸν ὁ ποιητὴς, ἔνθα δῆλον ὅτι ἐς τοσοῦτον ὁ Ἶρος ἐπένετο, ὡς καὶ τοῦ κατ' αὐτὸν κυρίου ὀνόματος ἐκπεσεῖν, ἀντικληρώσασθαι δὲ τὸ ἐκ τοῦ δυστυχήματος, καθότι πᾶσιν εἰς ἀγγελίαν χρήσιμος ἦν. ἐξ αὐτοῦ δὲ ὕστερον Ἶροι καὶ πάντες οἱ ἐπαιτοῦντες, καθὰ καὶ Εἵλωτες οἱ δοῦλοι ἀπὸ τῶν ἐν τῷ κατὰ Μεσσήνην ἕλει Εἱλώτων, οἳ τοῖς Λάκωσιν εἶξαν δουλικῶς, καὶ ὡς οἱ τρυφηταὶ Σαρδανάπαλοι ἀπὸ τοῦ ὁμοίου Σαρδαναπάλου. οὕτω δὲ καὶ ἀπὸ τοῦ Λικινίου Λικίνιοι καλοῦνται ἰδιωτικῶς οἱ ἀγρίως κολάζοντες, ὥς περ εἰ δεῖ τι καὶ ὑποπαῖξαι, καὶ τοὺς Νικολάους τὰ μελίπηκτα ἔκ τινος ὁμωνύμου ἀνδρὸς εὑρόντος παραλαλοῦσι τινὲς, ἀπὸ τοῦ Ναυκρατίτου σοφιστοῦ ἔχοντες ἀφορμήν· τὸν ὅμοιον δὲ τρόπον καὶ Μόλωνες οἱ πολυμεγέθεις, ἀπὸ τοιούτου Μόλωνος. (ῃερς. 6.) Τὸ δὲ, νέοι κίκλησκον ἅπαντες, ἐμφαίνει μὴ χρῆναι σκωπτικοὺς εἶναι τοὺς γέροντας. ἰδοὺ γὰρ τὸν τῆς Ἰθάκης πτωχὸν οἱ νέοι Ἶρον καλοῦσιν, ὡς εἴ τις εἴποι ἀπαγγελέα, οἷα τῶν μὴ τοιούτων, Ἀρναῖον καλούντων ἐκεῖνον, τὸ ἐκ γενετῆς ὄνομα, καὶ μὴ ἐθελόντων παίζειν κατὰ τοὺς νέους. δῆλον δὲ τὸ τοῦ ἀνδρὸς εὔηθες καὶ ἐκ τοῦ ἀπαγγέλλειν ἔνθα τις ἀνώγοι· ὅθεν εἰκὸς ἦν καὶ μὴ ἀγαθαῖς ἀγγελίαις αὐτὸν ὑπουργεῖν. Ἰστέον δὲ καὶ ὅτι ἀλήμονες μὲν καὶ ἄλλοι ἐν Ἰθάκῃ ἦσαν, ὡς προεδηλώθη, καὶ πτωχοί. διὸ καὶ οἱ μνηστῆρες μετ' ὀλίγα ὑπισχνοῦνται τῷ Ὀδυσσεῖ, οὔ τινα πτωχὸν ἄλλον ἔσω μίσγεσθαι αἰτήσοντα, ἀλλὰ μόνον αὐτὸν τὸν Ὀδυσσέα. καὶ ὅμως ὁ Ἶρος ἦν ἰθαγενὴς πανδήμιος, ὡς τῶν ἄλλων ἐπιγινομένων ὡς εἰκὸς τῇ πόλει ἀλημόνων δίκην καὶ αὖθις ἀπιόντων μετὰ τὸ ξενισθῆναι παρά τινων. τοῦτον δὴ τὸν Ἶρον καταγωνισάμενος Ὀδυσσεὺς οἰωνὸν εὕρηκεν ἀγαθὸν, καὶ τῶν πρὸς μνηστῆρας ἀεθλευμάτων προάγωνα καὶ προγύμνασμα. (ῃερς. 7.) Σημείωσαι δὲ τὸ ἀπαγγέλλεσκεν· ὤφειλε μὲν γὰρ εἰπεῖν, εἶρεν, ἀφ' οὗ ὁ Ἶρος, ὡς ἐκ τοῦ ἀγγέλλειν ὁ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 186

ἄγγελος. Ὅμηρος δὲ ταυτόσημα ἔχων ἄμφω τῷ σαφεστέρῳ μᾶλλον ἐχρήσατο. τὸ γάρ τοι εἶρεν ὁμώνυμον ὂν ἐπεπρόσθει πρὸς τὸ σαφές. οὕτω που καὶ Ἑρμογένης περὶ τοῦ δεινὸς ποιούμενος λόγον εἰς παράδειγμα ἐχρήσατο τῷ αἰνὸς, ὡς ταυτὸν ὂν δεινῶς εἰπεῖν καὶ αἰνῶς. (ῃερς. 8.) Τὸ δὲ, διώκετο οἷο δόμοιο, ἀντὶ τοῦ ἐδίωκεν ἐκ τοῦ ἰδίου οἴκου. 2.164 ἐνεργητικὴν γὰρ σημασίαν ἔχει νῦν τὸ ἐδιώκετο. Ἰστέον δὲ καὶ ὅτι τὸ τοῦ Ἴρου ὄνομα φέρεται μέχρι καὶ νῦν παρὰ τοῖς ὕπερθεν Σινώπης, οἳ τὸν λίαν πτωχὸν ὑποβαρβαρίζοντες πτωχὸν ἄϊρον λέγουσιν. (ῃερς. 10.) Ὅτι διώκων ὁ Ἶρος τὸν ξένον Ὀδυσσέα φιλονείκως ἔφη· εἶκε, γέρον, προθύρου, μὴ δὴτάχα καὶ ποδὸς ἕλκῃ. οὐκ ἀΐεις, ὡς καὶ προεγράφη, ὅτι δή μοι ἐπιλλίζουσιν ἅπαντες, ἑλκέμεναι δὲ κέλονται; ἐγὼ δ' αἰσχύνομαι ἔμπης. ἀλλ' ἄνα, τουτέστιν ἀνάστηθι, μὴ τάχα νῶϊν ἔρις καὶ χερσὶ γένηται. ὃ δὴ προκλητικόν ἐστι τοῦ ἐφεξῆς ἀγῶνος. Καὶ ὅρα ὡς κατὰ τὸ σιωπώμενον ἐνένευον οἱ μνηστῆρες τῷ Ἴρῳ κατὰ τοῦ Ὀδυσσέως οἷα παίζειν ἐθέλοντες. (ῃερς. 11.) Τὸ δὲ οὐκ ἀΐεις τί δηλοῖ, πρὸ ὀλίγων ἐῤῥέθη. Τὸ δὲ ἐπιλλίζειν ἔοικεν ὁμοιότητα ἔχειν πρὸς τὸ ἐνιλλώπτειν, περὶ οὗ γέγραπται ἀλλαχοῦ, ἔνθα καὶ ἰλλὸς διείληπται ὁ στραβὸς καὶ ἑτερά τινα. ὅμοιον δέ τι καὶ τὸ δενδίλλειν πρὸς τὸ ἐπιλλίζειν. οἱ μέντοι ὕστερον ἐπὶ βασκανίας τὸ ἐπιλλίζειν φασί. δῆλον δ' ὅτι ἐκ τοῦ εἰρημένου ἰλλοῦ ἔχουσιν ἀφορμὴν καὶ ἰλλάδες αἱ ἐν Ἰλιάδι τοῦ ἐτυμολογεῖσθαι, καὶ ὅτι πρωτότυπον τὸ ἴλλειν τοῦ ἐπιλλίζειν, καὶ ὅτι ἐκ τοῦ ἴλλειν γίνεται καὶ τὸ ἐξίλλειν, ἀφ' οὗ καὶ ἡ ἐξούλης δίκη. ἔτι δὲ καὶ τὸ, σοὶ δ' ὑπίλλουσι στόμα, ἤγουν ὑποβάλλουσι κλείοντες οἷα ὀδὰξ ἐν χείλεσι φύντες. (ῃερς. 13.) Τὸ δὲ, ἔρις καὶ χερσὶ γένηται, δηλοῖ ὡς τὸ παρὸν ἔρις ἐστὶν ἐν λόγοις. διὸ καὶ ὁ ποιητὴς ἔφη· καί μιν νεικείων προσηύδα, ὡς ταυτὸν ὂν νεικεῖν καὶ ἐρίζειν, εἰ καὶ τὸ μέν ἐστιν ἐν τῷ προσαυδᾶν, τὸ δὲ ἕτερον ἐν χερσίν. (ῃερς. 15.) Ὅτι λόγους ὁ ξεῖνος Ὀδυσσεὺς λαλεῖ πρὸς τὸν Ἶρον, ὁποίους ἂν συνετὸς πτωχὸς πρὸς ἕτερον φθονερὸν σύμπτωχον, εἰπών· δαιμόνιε, οὔτε τί σε ῥέζω κακὸν, οὔτ' ἀγορεύω, οὔτε τινὰ φθονέω δόμεναι καὶ πόλλ' ἀνελόντα, οὐδὸς δ' ἀμφοτέρους ὅδε χείσεται, οὐδέ τί σε χρὴ ἀλλοτρίων φθονέειν. δοκέεις δέ μοι εἶναι ἀλήτης, ὥς περ ἐγών. ὄλβον δὲ θεὸς μέλλει ὀπάζειν. τοῦτο δὲ ἐσχημάτισται, ὡς τοῦ ξένου ἐλπίζοντος εἰσαύριον ἀγαθὰ, οἷα τοῦ μὲν Ἴρου Ἴρου μενοῦντος, αὐτοῦ δὲ ὀλβισθησομένου. (ῃερς. 20.) εἶτα ἐπάγει καὶ Ὀδυσσεὺς τῷ ἄφρονι Ἴρῳ ἀπειλητικὰ τοιαῦτα· χερσὶ δὲ μή τι λίην προκαλίζεο μή με χολώσῃς, μή σε γέρων περ ἐὼν στῆθος καὶ χείλεα φύρσω αἵματος· ἡσυχίη δ' ἂν ἐμοὶ καὶ μᾶλλον ἂν ἔτ' εἴη αὔριον. (ῃερς. 23.) οὐ μὲν γάρ τί σ' ὑποστρέψεσθαι ὀΐω δεύτερον ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος. καὶ ἔστι καὶ τοῦτο ἐσχηματισμένον. δηλοῖ μὲν γὰρ καταπονηθήσεσθαι τὸν Ἶρον ἁπλῶς. ἄλλως δὲ προεκτίθεται τὸ αὔριον ἀνυσθησόμενον κατὰ τῶν μνηστήρων· μεθ' ὃ οὐκέτι δεύτερον παραβαλεῖ ὁ Ἶρος τῷ τοῦ Ὀδυσσέως μεγάρῳ. (ῃερς. 17.) Ἰστέον δὲ ὅτι τὸ χείσεται δηλοῖ μὲν τὸ χωρήσει· γράφεται δὲ παρὰ τοῖς παλαιοῖς κοινότερον διὰ διφθόγγου, ὡς ἀπὸ τοῦ χῶ, χείω, ἐξ οὗ καὶ χειὰ ἡ φωλεά. καὶ ἴσως μὲν μονήρης μέλλων τὸ τοιοῦτον ἐστὶν, ἴσως δὲ καὶ κατὰ τὸ κείσεται, ἵνα ᾖ ὥς περ κέω, κῶ, οὕτως χέω, χῶ τὸ χωρῶ, καὶ χέημι παράγωγον, ὡς κέημι· ἐξ ὧν ὥς περ κείσεται, οὕτω καὶ χείσεται. ἐκ δὲ τοῦ χέω καὶ χειὴ ἡ κρύψις τοῦ ὄφεως ἐν Ἰλιάδι, κατὰ δέ τινας καὶ κισσύβιον παρὰ τὸ χεῖσθαι, ὅ ἐστι χωρεῖν, τροπῇ τοῦ δασέος εἰς ψιλόν. ἐκ δὲ τοῦ ἑτέρου χέειν τοῦ κοινότερον λεγομένου οὐ μόνον χοεὺς, ὡς καὶ πρὸ τούτων ἐγράφη, ποτηρίου εἶδος· οὗ ἡ κλίσις χόεως, χοῶς, ὡς Πειραιῶς, Ἐρετριῶς, ἀλλὰ καὶ χοῦς ὁ αὐτὸς χοεύς· καὶ οὐ μόνον ἀρσενικῶς, ἀλλὰ καὶ θηλυκῶς, οἷον, ζωμόν τε φέρει ἐν χοῒ χρυσῇ. αὕτη δὲ καὶ πρόχους κατὰ σύνθεσιν λέγεται, οἷον, φιάλην τελεπαστὴν χιόνος τε πρόχουν. τοῦ δὲ ῥηθέντος χόεως καὶ αἰτιατικὴ τὸν χοᾶ, ὡς τὸν Πειραιᾶ· ὅθεν κτητικὸν ὁ χοαῖος, οἷον, αἰτεῖ σκύφον χοαῖον, καὶ πλήσας οἴνου Θασίου ὀλίγον ἐπιῤῥάνας ὕδατος ἐξέπιεν, εἰπὼν· ὁ πλεῖστα πίνων πλεῖστα κεὐφρανθήσεται. Καὶ ὅρα κἀνταῦθα τὸν σκύφον Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 187

ἄγγελος. Ὅμηρος δὲ ταυτόσημα ἔχων ἄμφω τῷ σαφεστέρῳ μᾶλλον ἐχρήσατο. τὸ γάρ

τοι εἶρεν ὁμώνυμον ὂν ἐπεπρόσθει πρὸς τὸ σαφές. οὕτω που καὶ Ἑρμογένης περὶ τοῦ

δεινὸς ποιούμενος λόγον εἰς παράδειγμα ἐχρήσατο τῷ αἰνὸς, ὡς ταυτὸν ὂν δεινῶς

εἰπεῖν καὶ αἰνῶς. (ῃερς. 8.) Τὸ δὲ, διώκετο οἷο δόμοιο, ἀντὶ τοῦ ἐδίωκεν ἐκ τοῦ ἰδίου

οἴκου. 2.164 ἐνεργητικὴν γὰρ σημασίαν ἔχει νῦν τὸ ἐδιώκετο. Ἰστέον δὲ καὶ ὅτι τὸ

τοῦ Ἴρου ὄνομα φέρεται μέχρι καὶ νῦν παρὰ τοῖς ὕπερθεν Σινώπης, οἳ τὸν λίαν

πτωχὸν ὑποβαρβαρίζοντες πτωχὸν ἄϊρον λέγουσιν. (ῃερς. 10.) Ὅτι διώκων ὁ Ἶρος

τὸν ξένον Ὀδυσσέα φιλονείκως ἔφη· εἶκε, γέρον, προθύρου, μὴ δὴτάχα καὶ ποδὸς

ἕλκῃ. οὐκ ἀΐεις, ὡς καὶ προεγράφη, ὅτι δή μοι ἐπιλλίζουσιν ἅπαντες, ἑλκέμεναι δὲ

κέλονται; ἐγὼ δ' αἰσχύνομαι ἔμπης. ἀλλ' ἄνα, τουτέστιν ἀνάστηθι, μὴ τάχα νῶϊν ἔρις

καὶ χερσὶ γένηται. ὃ δὴ προκλητικόν ἐστι τοῦ ἐφεξῆς ἀγῶνος. Καὶ ὅρα ὡς κατὰ τὸ

σιωπώμενον ἐνένευον οἱ μνηστῆρες τῷ Ἴρῳ κατὰ τοῦ Ὀδυσσέως οἷα παίζειν

ἐθέλοντες. (ῃερς. 11.) Τὸ δὲ οὐκ ἀΐεις τί δηλοῖ, πρὸ ὀλίγων ἐῤῥέθη. Τὸ δὲ ἐπιλλίζειν

ἔοικεν ὁμοιότητα ἔχειν πρὸς τὸ ἐνιλλώπτειν, περὶ οὗ γέγραπται ἀλλαχοῦ, ἔνθα καὶ

ἰλλὸς διείληπται ὁ στραβὸς καὶ ἑτερά τινα. ὅμοιον δέ τι καὶ τὸ δενδίλλειν πρὸς τὸ

ἐπιλλίζειν. οἱ μέντοι ὕστερον ἐπὶ βασκανίας τὸ ἐπιλλίζειν φασί. δῆλον δ' ὅτι ἐκ τοῦ

εἰρημένου ἰλλοῦ ἔχουσιν ἀφορμὴν καὶ ἰλλάδες αἱ ἐν Ἰλιάδι τοῦ ἐτυμολογεῖσθαι, καὶ

ὅτι πρωτότυπον τὸ ἴλλειν τοῦ ἐπιλλίζειν, καὶ ὅτι ἐκ τοῦ ἴλλειν γίνεται καὶ τὸ

ἐξίλλειν, ἀφ' οὗ καὶ ἡ ἐξούλης δίκη. ἔτι δὲ καὶ τὸ, σοὶ δ' ὑπίλλουσι στόμα, ἤγουν

ὑποβάλλουσι κλείοντες οἷα ὀδὰξ ἐν χείλεσι φύντες. (ῃερς. 13.) Τὸ δὲ, ἔρις καὶ χερσὶ

γένηται, δηλοῖ ὡς τὸ παρὸν ἔρις ἐστὶν ἐν λόγοις. διὸ καὶ ὁ ποιητὴς ἔφη· καί μιν

νεικείων προσηύδα, ὡς ταυτὸν ὂν νεικεῖν καὶ ἐρίζειν, εἰ καὶ τὸ μέν ἐστιν ἐν τῷ

προσαυδᾶν, τὸ δὲ ἕτερον ἐν χερσίν. (ῃερς. 15.) Ὅτι λόγους ὁ ξεῖνος Ὀδυσσεὺς λαλεῖ

πρὸς τὸν Ἶρον, ὁποίους ἂν συνετὸς πτωχὸς πρὸς ἕτερον φθονερὸν σύμπτωχον,

εἰπών· δαιμόνιε, οὔτε τί σε ῥέζω κακὸν, οὔτ' ἀγορεύω, οὔτε τινὰ φθονέω δόμεναι καὶ

πόλλ' ἀνελόντα, οὐδὸς δ' ἀμφοτέρους ὅδε χείσεται, οὐδέ τί σε χρὴ ἀλλοτρίων

φθονέειν. δοκέεις δέ μοι εἶναι ἀλήτης, ὥς περ ἐγών. ὄλβον δὲ θεὸς μέλλει ὀπάζειν.

τοῦτο δὲ ἐσχημάτισται, ὡς τοῦ ξένου ἐλπίζοντος εἰσαύριον ἀγαθὰ, οἷα τοῦ μὲν Ἴρου

Ἴρου μενοῦντος, αὐτοῦ δὲ ὀλβισθησομένου. (ῃερς. 20.) εἶτα ἐπάγει καὶ Ὀδυσσεὺς τῷ

ἄφρονι Ἴρῳ ἀπειλητικὰ τοιαῦτα· χερσὶ δὲ μή τι λίην προκαλίζεο μή με χολώσῃς, μή

σε γέρων περ ἐὼν στῆθος καὶ χείλεα φύρσω αἵματος· ἡσυχίη δ' ἂν ἐμοὶ καὶ μᾶλλον

ἂν ἔτ' εἴη αὔριον. (ῃερς. 23.) οὐ μὲν γάρ τί σ' ὑποστρέψεσθαι ὀΐω δεύτερον ἐς

μέγαρον Λαερτιάδεω Ὀδυσῆος. καὶ ἔστι καὶ τοῦτο ἐσχηματισμένον. δηλοῖ μὲν γὰρ

καταπονηθήσεσθαι τὸν Ἶρον ἁπλῶς. ἄλλως δὲ προεκτίθεται τὸ αὔριον

ἀνυσθησόμενον κατὰ τῶν μνηστήρων· μεθ' ὃ οὐκέτι δεύτερον παραβαλεῖ ὁ Ἶρος τῷ

τοῦ Ὀδυσσέως μεγάρῳ. (ῃερς. 17.) Ἰστέον δὲ ὅτι τὸ χείσεται δηλοῖ μὲν τὸ χωρήσει·

γράφεται δὲ παρὰ τοῖς παλαιοῖς κοινότερον διὰ διφθόγγου, ὡς ἀπὸ τοῦ χῶ, χείω, ἐξ

οὗ καὶ χειὰ ἡ φωλεά. καὶ ἴσως μὲν μονήρης μέλλων τὸ τοιοῦτον ἐστὶν, ἴσως δὲ καὶ

κατὰ τὸ κείσεται, ἵνα ᾖ ὥς περ κέω, κῶ, οὕτως χέω, χῶ τὸ χωρῶ, καὶ χέημι

παράγωγον, ὡς κέημι· ἐξ ὧν ὥς περ κείσεται, οὕτω καὶ χείσεται. ἐκ δὲ τοῦ χέω καὶ

χειὴ ἡ κρύψις τοῦ ὄφεως ἐν Ἰλιάδι, κατὰ δέ τινας καὶ κισσύβιον παρὰ τὸ χεῖσθαι, ὅ

ἐστι χωρεῖν, τροπῇ τοῦ δασέος εἰς ψιλόν. ἐκ δὲ τοῦ ἑτέρου χέειν τοῦ κοινότερον

λεγομένου οὐ μόνον χοεὺς, ὡς καὶ πρὸ τούτων ἐγράφη, ποτηρίου εἶδος· οὗ ἡ κλίσις

χόεως, χοῶς, ὡς Πειραιῶς, Ἐρετριῶς, ἀλλὰ καὶ χοῦς ὁ αὐτὸς χοεύς· καὶ οὐ μόνον

ἀρσενικῶς, ἀλλὰ καὶ θηλυκῶς, οἷον, ζωμόν τε φέρει ἐν χοῒ χρυσῇ. αὕτη δὲ καὶ

πρόχους κατὰ σύνθεσιν λέγεται, οἷον, φιάλην τελεπαστὴν χιόνος τε πρόχουν. τοῦ δὲ

ῥηθέντος χόεως καὶ αἰτιατικὴ τὸν χοᾶ, ὡς τὸν Πειραιᾶ· ὅθεν κτητικὸν ὁ χοαῖος, οἷον,

αἰτεῖ σκύφον χοαῖον, καὶ πλήσας οἴνου Θασίου ὀλίγον ἐπιῤῥάνας ὕδατος ἐξέπιεν,

εἰπὼν· ὁ πλεῖστα πίνων πλεῖστα κεὐφρανθήσεται. Καὶ ὅρα κἀνταῦθα τὸν σκύφον

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

187

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!