Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ... Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

τὸ ἔξω τοῦ αἰσίου. ἔστι δὲ ἢ αἰτιατικῆς πτώσεως, ἵνα δηλοῖ δείσας τινὰ ἄνδρα ἐξαίσιον, ἢ ἐπιῤῥηματικῶς ἐῤῥέθη ἀντὶ τοῦ ἔξω τοῦ δέοντος. οὕτω καὶ ἐν Ἰλιάδι ἐξαίσιον Θέτιδος ἀρὰν λέγει τὴν ἄδικον. τινὲς δὲ τὸ δείσας ἐξαίσιον καὶ ἀντὶ τοῦ μέγα φοβηθεὶς εἶπον. (ῃερς. 578.) Τὸ δὲ ἢ καὶ ἄλλως αἰδεῖται, ἑτεροιοῦται κατὰ σχῆμα πρὸς τὸ φθάσαν. ἦν γὰρ ὀρθὸν εἰπεῖν ἤ τινά που δείσας ἢ καὶ ἄλλως αἰδούμενος. (ῃερς. 580.) Ὅτι ἐπί τινος εὐλόγως προβαλλομένου φόβον βίας καλὸν εἰπεῖν τό· μυθεῖται κατὰ μοῖραν, ἅ περ ἂν οἴοιτο καὶ ἄλλος ὕβριν ἀλυσκάζων ἀνδρῶν ὑπερηνορεόντων. (ῃερς. 586.) ὁμοίως δὲ καὶ τὸ, οὐκ ἄφρων ὁ ξεῖνος ὀΐεται, ὅς περ ἂν εἴη· οὐ γάρ πού τινες ὧδε κατὰ θνητῶν ἀνθρώπων ἀνέρες ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται. Καὶ ἄλλως δὲ τὰ τοιαῦτα οἰκεῖα ἐπί τινος λαλοῦντος εὔλογα. Ὅρα δὲ τὸ, οὐκ ἄφρων ὀΐεται, ἀντὶ τοῦ φαίνεται, νομίζεται. (ῃερς. 580.) τὸ μέντοι, ἅ περ ἂν οἴοιτο καὶ ἄλλος, ἐνεργητικῶς κεῖται κατὰ κοινὴν συνήθειαν ἀντὶ τοῦ νομίζοι. καιρικὴν δὲ ἀναμονὴν δηλοῖ τὸ, ἀλλά σε μεῖναι ἄνωγεν ἐς ἠέλιον καταδύντα, ἤγουν ἄχρις ἑσπέρας. (ῃερς. 593.) Ὅτι ποιμενικὸς λόγος τὸ, ὦ φίλ', ἐγὼ μὲν ἄπειμι σύας καὶ κεῖνα φυλάξων, σὸν καὶ ἐμὸν βίοτον. Καὶ ὅρα τὸ κεῖνα, τὰ πράγματα δηλαδή· οὗ ἑρμηνεία τὸ, σὸν καὶ ἐμὸν βίοτον. ἀόριστον δὲ καὶ τοῦτο, καθὰ καὶ ἐκεῖνο, διὰ τὸ πρὸς εἰδότα λέγεσθαι. δῆλον δ', ὅτι φιλικῶς καὶ ἀδελφικῶς εἶπεν ὁ εὔνους δοῦλος πρὸς τὸν δεσπότην τὸ, σὸν καὶ ἐμὸν βίοτον. (ῃερς. 594.) Ὅτι φιλοφρονικὸν τὸ, σοὶ δ' ἐνθάδε πάντα μελόντων, ἤτοι μελέτωσαν. αὐτὸν μέν σε πρῶτα σάω, τουτέστι σῶζε, ὡς καὶ ἐν ἄλλοις κεῖται, καὶ φράζεο θυμῷ, μή τι πάθῃς· πολλοὶ δὲ κακὰ φρονέουσιν Ἀχαιῶν, οὓς θεὸς ἐξολέσειε, πρὶν ἡμῖν πῆμα γενέσθαι. (ῃερς. 599.) Ὅτι τὸ, σὺ δ' ἔρχεο δειελιήσας, ἀντὶ τοῦ ἕως δείλης διατρίψας ἐνταῦθα. διὸ περὶ δείελον ἦμαρ ὁ παραγγελθεὶς Εὔμαιος ἄπεισι. τὸ μέντοι εἰπεῖν δειελιήσας ἀντὶ τοῦ βρωματισάμενος τροφὴν δειλινὴν, οὐκ ἀρέσκει τοῖς παλαιοῖς. τὸ πολὺ γὰρ τρεῖς ἦσαν τροφαί· ἄριστα δεῖπνα δόρπα τε κατ' Αἰσχύλον, ὃν καὶ αὐτὸν ψέγειν δοκεῖ ὁ αἰτιασάμενός τινας, οἳ δὶς ἑκάστης ἡμέρας ἐμπιπλάμενοι ζῶσι· καὶ ἄλλως δὲ δειελιήσας ἀντὶ τοῦ πρὸς δειλινὴν ὥραν γενόμενος κατὰ τοὺς παλαιοὺς, ἤγουν βαθεῖαν μεσημβρίαν ἰδών. οἱ δὲ ἐπὶ τροφῆς δειλινῆς τὴν λέξιν νοοῦντες προφέρουσι Καλλιμάχου τὸ, δειελίην αἰτίζουσιν, ἄγουσι δὲ χεῖρας ἀπ' ἔργου, τὴν πρὸς δείλην δηλαδὴ τροφὴν αἰτοῦντες. ἔνθα σκεπτέον, ὡς εἰ ψεκτέον τὸ ἄλλως εἰς κόρον γαστρίζεσθαι ἀριστῶντα τινὰ καὶ δορποῦντα καί που καὶ δειπνοῦντα, πῶς οὐ μάλιστα ψεκτέον τὸ καὶ δειλινὴν τροφὴν προσίεσθαι τά τε ἄλλα, καὶ ὡς ἀεργίας αἴτιον; οὐκοῦν τὴν τοιαύτην τροφὴν ἀποῤῥιπτέον ἐκ τῆς καθ' Ὅμηρον ἱστορίας, ἵνα μὴ νοῆται ὁ ποιητὴς ἱστορῶν τροφὰς ἑκάστης ἡμέρας λαμβάνεσθαι τέσσαρας. οὕτω δὲ κατά τινας καὶ τὰς τοῦ Αἰσχύλου, εἰπόντος, ἄριστα δεῖπνα δόρπαθ' αἱρεῖσθαι. οὐδεὶς γάρ, φασι, δείξει ὡς παρὰ τῷ ποιητῇ τρεῖς τροφαὶ λαμβάνονται. εἰ δὲ μέμνηται ἀρίστου καὶ δείπνου καὶ δόρπου, ἀλλ' αὐτὰ δύο εἰσὶν, οἷα συνωνυμούντων τοῦ δείπνου καὶ τοῦ ἀρίστου καὶ τοῦ αὐτοῦ ποτὲ μὲν ἀρίστου, ποτὲ δὲ δείπνου ὀνομαζομένου. δῆλον δὲ, ὡς οὐκ ἄν τινα θορυβήσῃ ὡς ἐπὶ τρισὶ τροφαῖς τὸ παρὰ Μενελάῳ συμπόσιον, ἐν ᾧ ἰδιάζον τι κεῖται παρὰ τὰ κοινά. δειπνήσαντες γὰρ ὁμιλοῦσιν· εἶτ' ἀπονιψάμενοι πάλιν δειπνοῦσιν, ὡς παρετήρησαν οἱ παλαιοί. (ῃερς. 601.) Ὅτι ἀγαθῆς ἐλπίδος προβολὴ τὸ, αὐτὰρ ἐμοὶ τάδε πάντα καὶ θεῷ μελήσει. (ῃερς. 603.) Ὅτι βρῶσιν ἀρκοῦσαν δηλοῖ τὸ, πλησάμενος δ' ἄρα θυμὸν ἐδητύος ἠδὲ ποτῆτος. οὐ μακρὰν δὲ τοῦ κορεσάμενος ἐστὶ τὸ πλησάμενος· ὅθεν καὶ πλείη γαστὴρ ἡ εἰς κόρον πεπληρωμένη. (ῃερς. 605.) Ὅτι τρυφώντων ἔνδειξις τὸ, μέγαρον πλεῖον δαιτυμόνων, τοὶ δὲ ὀρχηστύϊ καὶ ἀοιδῇ τέρποντο. εἰ δὲ καὶ πολύωρος ἡ δαὶς, ἔστιν ἐπαγαγεῖν καὶ τὸ, ἤδη γὰρ καὶ ἐπήλυθε δείελον ἦμαρ, ἤγουν δείλη. ὡς γὰρ μέσον ἦμαρ ἡ μεσημβρία, οὕτω καὶ δείελον ἦμαρ ἡ δείλη. 2.162 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Σ. ΟΜΗΡΟΥ ΡΑΨΩΙ∆ΙΑΣ. Ὀδυσσέως καὶ Ἴρου πυγμὴ γίνεται. φαίνεται δὲ καὶ Πηνελόπη τοῖς μνηστῆρσι καὶ παρ' αὐτῶν δῶρα λαμβάνει. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 184

γίνεται δὲ καί τις κοινολογία ἐν τοῖς ἑξῆς Ὀδυσσέως πρὸς Εὐρύμαχον. Ο∆ΥΣΣΕΙΑΣ Σ. ΟΜΗΡΟΥ ΡΑΨΩΙ∆ΙΑ. Ὅτι καθάπερ ἐν τοῖς πρὸ τούτων Ὀδυσσεὺς συχνὸν καιρὸν τὰ γυῖα διαπετάσας, ὁπηνίκα ναυαγήσας ἐνήχετο, ἀναγκαῖον ὕστερον ἔγνω ἄμφω γούνατα κάμψαι καὶ χεῖρας ἐπ' ἀγαθῷ, ὡς ἐῤῥέθη, οἰκείῳ, οὕτως ἐνταῦθα τὸ ἀνάπαλιν ἐκ μακροῦ χρόνου ἀγύμναστος τὰς χεῖρας ὢν τὰ εἰς ῥωμαλεότητα πλάττεται ὑπὸ τοῦ ποιητοῦ, τείνας αὐτὰς εἰς πυγμαχίαν ἐπ' ἀνδρὶ ἐοικότι ἔχειν πρὸς αὐτὸν ὁμοιότητα, ὃς ἦν ὁ ἐξ Ἰθάκης Ἶρος, περὶ οὗ ῥηθήσεται. διὸ καὶ ἡ ἀνὰ χεῖρας ῥαψῳδία γνώρισμα ἐπιγραφικὸν ἔχει τὸ λεχθῆναι Ὀδυσσέως καὶ Ἴρου πυγμὴ, γενομένη δηλαδὴ πρὸς δείλην μετὰ τὸ ἀναχωρῆσαι τὸν Εὔμαιον, ὅτε καὶ γαστέρες αἱ ῥηθησόμεναι ὠπτῶντο εἰς δόρπον. (ῃερς. 1. σθθ.) ἄρχεται δὲ ταύτης ὁ ποιητὴς οὕτως· Ἦλθε δ' ἐπὶ πτωχὸς πανδήμιος· ὅ περ ἑρμηνεύων ἐπάγει· ὃς κατὰ ἄστυ πτωχεύεσκεν Ἰθάκης· ἵνα εἴη πτωχὸς μὲν ὁ πτωχεύων, πανδήμιος δὲ ὁ τοῦ ὅλου τῆς Ἰθάκης ἄστεος. μετὰ δ' ἔπρεπε γαστέρι μάργῃ, ἀζηχὲς φαγέμεν καὶ πιέμεν. οὐ δέ οἱ ἦν ἴς, οὐδὲ βίη. εἶδος δὲ μάλα μέγας ἦν εἰσοράασθαι. Ἀρναῖος δ' ὄνομ' ἔσκε· τὸ γὰρ θέτο πότνια μήτηρ ἐκ γενετῆς. Ἶρον δὲ νέοι κίκλησκον ἅπαντες, οὕνεκ' ἀπαγγέλλεσκε κιὼν, ὅτε ποῦ τις ἀνώγοι. ὃς δὴ ἐλθὼν Ὀδυσῆα διώκετο οἷο δόμοιο, ὡς εὐθὺς εἰρήσεται. Ἰστέον δὲ ὅτι τε ὁ παραφραστὴς ∆ημοσθένης καλλιῤῥημονῶν πεζολογικῶς τὰ κατὰ τὸν Ἶρον οὕτω γράφει· κακόν τι πάνδημον οἷος ἐσθίων ῥαγῆναι δι' ἡμέρας, καὶ πολὺν ἄκρατον ἐκπιεῖν· καὶ ἦν αὐτὸ τοῦτο γαστὴρ μόνον καὶ σχῆμα τηνάλλως, τὰ δὲ ἄλλα ἀχρεῖος· καὶ ὅτι παράγωγον τοῦ πάνδημος τὸ πανδήμιος· καὶ ὅτι δυνήσεταί τις ἐγκαίρως πανδήμιον αἰνίξεσθαί ποτε τὸν κοινὸν ζημιωτὴν, ὡς ἀπὸ τοῦ παρὰ τοῖς ὕστερον κολαστικοῦ δημίου, ἐξ οὗ σκῶμμα πονηροῖς ἐπέκειτο τὸ, δημόκοινος, ὃς καὶ ἄνδραχνος ἢ ἄνδραγχος ἐπεκαλεῖτο· καὶ ὅτι παρὰ τοῖς μεθ' Ὅμηρον πτωχὸς μὲν ὁ δι' ἔνδειαν τροφῶν ἐπαιτῶν ἀκολούθως Ὁμήρῳ καὶ οὕτω τὴν γαστέρα βόσκων· πένης δὲ ὁ χερσὶ πονούμενος καὶ οὕτω ζῶν. τοὺς δὲ τοιούτους χειρομάχαν πληθὺν ἔστιν ἐν τοῖς τοῦ Ἀθηναίου εὑρεῖν. καὶ ὅτι τὸν πτωχὸν ἀστείως νεκρῷ εἴκασεν ὁ Μένανδρος εἰπών· ἄνθρωπε πέρυσι πτωχὸς ἦσθα καὶ νεκρὸς, νῦν δὲ πλουτεῖς. (ῃερς. 2.) καὶ ὅτι τὸ, μεταπρέπειν γαστέρι μάργῃ, ἀστείως ἐῤῥέθη ἀντὶ τοῦ, ἐκπρεπὴς ἦν ἐπὶ γαστριμαργίᾳ, εἴτουν ἀπληστίᾳ. τοῦτο γὰρ ἡ μάργη γαστὴρ, διαλελυμένως ῥηθεῖσα ὁμοίως τῷ, πόλις ἄκρη καὶ τοῖς ὁμοίοις. ὅθεν καὶ ἐπιφέρει διασαφητικῶς τὸ, ἀζηχὲς φαγέμεν. οὕτω δὲ καὶ ὁ συβώτης πρὸς τοῦ Ἀντινόου ῥηθείη ἂν μεταπρέπειν τῷ σύας βόσκειν, ὥς περ αὖ πάλιν καὶ ὁ Ἶρος ἀκούσοι ἄν ποθεν τὸ, ὦ 'ρίγνωτε φαγεῖν. ταυτὸν γὰρ μεταπρέπειν καὶ ἀρίγνωτον εἶναι. εἰ δὲ καὶ τοιοῦτος ὢν ὁ γάστρις Ἶρος καὶ συνεξαντλῶν καὶ αὐτὸς τὰ τοῦ Ὀδυσσέως οὐκ ἔσκωπται πρὸς τῶν ὑπερφιάλων μνηστήρων ὡς μὴ φειδὼ τῶν ἀλλοτρίων ἔχων, καλῶς ἂν ὁ οἰκοδεσπότης Ὀδυσσεὺς λυπηθείη, αὐτὸς ἀπ' ἐκείνων ἀκούσας τοιοῦτόν τι σκῶμμα, καὶ εἴποι ἂν τὸ, ἀνόητος ὁ διδοὺς, εὐτυχὴς δ' ὁ λαμβάνων· ὃ καιρίως τῶν τις ὑστερογενῶν ἔφη ἐπὶ τῶν κερδαινόντων ἔκ ποθεν ἀνθρώπου εἰκῇ δαπανῶντος. (ῃερς. 3.) Ἀζηχὲς δὲ τὸ ἀδιεχθὲς εἴτουν συνεχὲς, ὡς ἀλλαχοῦ ἐγράφη. οἱ δὲ παλαιοὶ λέγουσι καὶ ὅτι ἀζηχὲς δεινὸν, μέγα, συνεχὲς, ἀδιάλειπτον, μεγαλόφωνον. εἴρηται δὲ παρ' αὐτοῖς τὸ μεγαλόφωνον διὰ τὸ πρὸ τούτων ῥηθὲν, ἀζηχὲς μεμακυῖαι. Ἰστέον δὲ ὅτι τὸ μὲν φαγεῖν ἀζηχὲς οὐ πάνυ πολλοὺς, τὸ δὲ ἀζηχὲς πιεῖν μυρίους ἀπώλεσεν, ὧν εἷς καὶ ὁ μέγας Ἀλέξανδρος, ὃς Μακεδόνι συμπίνων τῷ Πρωτέᾳ, εἶτα ποτήριον λαβὼν δίχουν, ὅ περ ἐν ἄλλοις ἡρμηνεύθη, ἔσπασε μὲν γενναίως, οὐ μὴν δὲ ὑπήνεγκεν, ἀλλ' ἀπεκλίθη ἐπὶ τὸ προσκεφάλαιον, ἀφεὶς τῶν χειρῶν τὸ ποτήριον· καὶ ἐκ τούτου, φασὶ, νοσήσας 2.163 ἀπέθανεν. ἄριστα οὖν τοῦτό γε φρονοῦσιν Ἰνδοί· παρ' οἷς, ὡς ἱστορεῖ Κτησίας, οὐκ ἔστι τῷ βασιλεῖ μεθυσθῆναι. παρὰ δέ γε Πέρσαις, ὥς φησι ∆οῦρις, ἐφίεται τῷ βασιλεῖ μεθύσκεσθαι ἡμέρᾳ μιᾷ, ἐν ᾗ τῷ Μίθρᾳ ἔθυον, ὅτε καὶ τὸ Περσικὸν ὠρχεῖτο· τῶν δὲ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 185

γίνεται δὲ καί τις κοινολογία ἐν τοῖς ἑξῆς Ὀδυσσέως πρὸς Εὐρύμαχον. Ο∆ΥΣΣΕΙΑΣ Σ.

ΟΜΗΡΟΥ ΡΑΨΩΙ∆ΙΑ. Ὅτι καθάπερ ἐν τοῖς πρὸ τούτων Ὀδυσσεὺς συχνὸν καιρὸν τὰ

γυῖα διαπετάσας, ὁπηνίκα ναυαγήσας ἐνήχετο, ἀναγκαῖον ὕστερον ἔγνω ἄμφω

γούνατα κάμψαι καὶ χεῖρας ἐπ' ἀγαθῷ, ὡς ἐῤῥέθη, οἰκείῳ, οὕτως ἐνταῦθα τὸ

ἀνάπαλιν ἐκ μακροῦ χρόνου ἀγύμναστος τὰς χεῖρας ὢν τὰ εἰς ῥωμαλεότητα

πλάττεται ὑπὸ τοῦ ποιητοῦ, τείνας αὐτὰς εἰς πυγμαχίαν ἐπ' ἀνδρὶ ἐοικότι ἔχειν πρὸς

αὐτὸν ὁμοιότητα, ὃς ἦν ὁ ἐξ Ἰθάκης Ἶρος, περὶ οὗ ῥηθήσεται. διὸ καὶ ἡ ἀνὰ χεῖρας

ῥαψῳδία γνώρισμα ἐπιγραφικὸν ἔχει τὸ λεχθῆναι Ὀδυσσέως καὶ Ἴρου πυγμὴ,

γενομένη δηλαδὴ πρὸς δείλην μετὰ τὸ ἀναχωρῆσαι τὸν Εὔμαιον, ὅτε καὶ γαστέρες αἱ

ῥηθησόμεναι ὠπτῶντο εἰς δόρπον. (ῃερς. 1. σθθ.) ἄρχεται δὲ ταύτης ὁ ποιητὴς οὕτως·

Ἦλθε δ' ἐπὶ πτωχὸς πανδήμιος· ὅ περ ἑρμηνεύων ἐπάγει· ὃς κατὰ ἄστυ πτωχεύεσκεν

Ἰθάκης· ἵνα εἴη πτωχὸς μὲν ὁ πτωχεύων, πανδήμιος δὲ ὁ τοῦ ὅλου τῆς Ἰθάκης

ἄστεος. μετὰ δ' ἔπρεπε γαστέρι μάργῃ, ἀζηχὲς φαγέμεν καὶ πιέμεν. οὐ δέ οἱ ἦν ἴς,

οὐδὲ βίη. εἶδος δὲ μάλα μέγας ἦν εἰσοράασθαι. Ἀρναῖος δ' ὄνομ' ἔσκε· τὸ γὰρ θέτο

πότνια μήτηρ ἐκ γενετῆς. Ἶρον δὲ νέοι κίκλησκον ἅπαντες, οὕνεκ' ἀπαγγέλλεσκε

κιὼν, ὅτε ποῦ τις ἀνώγοι. ὃς δὴ ἐλθὼν Ὀδυσῆα διώκετο οἷο δόμοιο, ὡς εὐθὺς

εἰρήσεται. Ἰστέον δὲ ὅτι τε ὁ παραφραστὴς ∆ημοσθένης καλλιῤῥημονῶν

πεζολογικῶς τὰ κατὰ τὸν Ἶρον οὕτω γράφει· κακόν τι πάνδημον οἷος ἐσθίων

ῥαγῆναι δι' ἡμέρας, καὶ πολὺν ἄκρατον ἐκπιεῖν· καὶ ἦν αὐτὸ τοῦτο γαστὴρ μόνον καὶ

σχῆμα τηνάλλως, τὰ δὲ ἄλλα ἀχρεῖος· καὶ ὅτι παράγωγον τοῦ πάνδημος τὸ

πανδήμιος· καὶ ὅτι δυνήσεταί τις ἐγκαίρως πανδήμιον αἰνίξεσθαί ποτε τὸν κοινὸν

ζημιωτὴν, ὡς ἀπὸ τοῦ παρὰ τοῖς ὕστερον κολαστικοῦ δημίου, ἐξ οὗ σκῶμμα

πονηροῖς ἐπέκειτο τὸ, δημόκοινος, ὃς καὶ ἄνδραχνος ἢ ἄνδραγχος ἐπεκαλεῖτο· καὶ

ὅτι παρὰ τοῖς μεθ' Ὅμηρον πτωχὸς μὲν ὁ δι' ἔνδειαν τροφῶν ἐπαιτῶν ἀκολούθως

Ὁμήρῳ καὶ οὕτω τὴν γαστέρα βόσκων· πένης δὲ ὁ χερσὶ πονούμενος καὶ οὕτω ζῶν.

τοὺς δὲ τοιούτους χειρομάχαν πληθὺν ἔστιν ἐν τοῖς τοῦ Ἀθηναίου εὑρεῖν. καὶ ὅτι τὸν

πτωχὸν ἀστείως νεκρῷ εἴκασεν ὁ Μένανδρος εἰπών· ἄνθρωπε πέρυσι πτωχὸς ἦσθα

καὶ νεκρὸς, νῦν δὲ πλουτεῖς. (ῃερς. 2.) καὶ ὅτι τὸ, μεταπρέπειν γαστέρι μάργῃ,

ἀστείως ἐῤῥέθη ἀντὶ τοῦ, ἐκπρεπὴς ἦν ἐπὶ γαστριμαργίᾳ, εἴτουν ἀπληστίᾳ. τοῦτο γὰρ

ἡ μάργη γαστὴρ, διαλελυμένως ῥηθεῖσα ὁμοίως τῷ, πόλις ἄκρη καὶ τοῖς ὁμοίοις.

ὅθεν καὶ ἐπιφέρει διασαφητικῶς τὸ, ἀζηχὲς φαγέμεν. οὕτω δὲ καὶ ὁ συβώτης πρὸς

τοῦ Ἀντινόου ῥηθείη ἂν μεταπρέπειν τῷ σύας βόσκειν, ὥς περ αὖ πάλιν καὶ ὁ Ἶρος

ἀκούσοι ἄν ποθεν τὸ, ὦ 'ρίγνωτε φαγεῖν. ταυτὸν γὰρ μεταπρέπειν καὶ ἀρίγνωτον

εἶναι. εἰ δὲ καὶ τοιοῦτος ὢν ὁ γάστρις Ἶρος καὶ συνεξαντλῶν καὶ αὐτὸς τὰ τοῦ

Ὀδυσσέως οὐκ ἔσκωπται πρὸς τῶν ὑπερφιάλων μνηστήρων ὡς μὴ φειδὼ τῶν

ἀλλοτρίων ἔχων, καλῶς ἂν ὁ οἰκοδεσπότης Ὀδυσσεὺς λυπηθείη, αὐτὸς ἀπ' ἐκείνων

ἀκούσας τοιοῦτόν τι σκῶμμα, καὶ εἴποι ἂν τὸ, ἀνόητος ὁ διδοὺς, εὐτυχὴς δ' ὁ

λαμβάνων· ὃ καιρίως τῶν τις ὑστερογενῶν ἔφη ἐπὶ τῶν κερδαινόντων ἔκ ποθεν

ἀνθρώπου εἰκῇ δαπανῶντος. (ῃερς. 3.) Ἀζηχὲς δὲ τὸ ἀδιεχθὲς εἴτουν συνεχὲς, ὡς

ἀλλαχοῦ ἐγράφη. οἱ δὲ παλαιοὶ λέγουσι καὶ ὅτι ἀζηχὲς δεινὸν, μέγα, συνεχὲς,

ἀδιάλειπτον, μεγαλόφωνον. εἴρηται δὲ παρ' αὐτοῖς τὸ μεγαλόφωνον διὰ τὸ πρὸ

τούτων ῥηθὲν, ἀζηχὲς μεμακυῖαι. Ἰστέον δὲ ὅτι τὸ μὲν φαγεῖν ἀζηχὲς οὐ πάνυ

πολλοὺς, τὸ δὲ ἀζηχὲς πιεῖν μυρίους ἀπώλεσεν, ὧν εἷς καὶ ὁ μέγας Ἀλέξανδρος, ὃς

Μακεδόνι συμπίνων τῷ Πρωτέᾳ, εἶτα ποτήριον λαβὼν δίχουν, ὅ περ ἐν ἄλλοις

ἡρμηνεύθη, ἔσπασε μὲν γενναίως, οὐ μὴν δὲ ὑπήνεγκεν, ἀλλ' ἀπεκλίθη ἐπὶ τὸ

προσκεφάλαιον, ἀφεὶς τῶν χειρῶν τὸ ποτήριον· καὶ ἐκ τούτου, φασὶ, νοσήσας 2.163

ἀπέθανεν. ἄριστα οὖν τοῦτό γε φρονοῦσιν Ἰνδοί· παρ' οἷς, ὡς ἱστορεῖ Κτησίας, οὐκ

ἔστι τῷ βασιλεῖ μεθυσθῆναι. παρὰ δέ γε Πέρσαις, ὥς φησι ∆οῦρις, ἐφίεται τῷ βασιλεῖ

μεθύσκεσθαι ἡμέρᾳ μιᾷ, ἐν ᾗ τῷ Μίθρᾳ ἔθυον, ὅτε καὶ τὸ Περσικὸν ὠρχεῖτο· τῶν δὲ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

185

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!