Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ... Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

στέφανον μύρτων. καὶ ὅτι δοκεῖ τὸ τοιοῦτον κατὰ γένος εἰρῆσθαι οὐδέτερον, ὡς ἐμφαίνει Πίνδαρος ἐν Ἰσθμιονίκαις, εἰπών· τρία κρᾶτα ἤτοι κράατα. (ῃερς. 100.) Τὸ δὲ νεὼς κυανοπρώροιο οὐδεὶς ἂν εἴποι μὴ Ἀττικῶς εἰρῆσθαι. τὰ γὰρ κοινότερα ναὸς καὶ νηὸς, ὡς γραῦς γραὸς γρηός. Ἰω 2.16 νικὸν δὲ πάντως τὸ νηὸς καὶ γρηός. τὰ πλείω δὲ τῶν παλαιῶν ἀντιγράφων καὶ ἐνταῦθα καὶ ἐν τοῖς ἄλλοις τόποις διὰ τοῦ ˉο μικροῦ ἔχουσι τὴν λήγουσαν τῆς νεός. (ῃερς. 103.) ὁ δὲ ἐρινεὸς εὐφυῶς ὑπὸ τοῦ ποιητοῦ πέπλασται διὰ τὸ πιθανόν. εἴωθε γὰρ εἰκῇ ὅποι ποτὲ τύχῃ αὐτοφυῶς καὶ οὐκ ἀπὸ χειρομαχίας τὸ τοιοῦτον φυτὸν γίνεσθαι, ὡς καὶ ἐνταῦθα κατὰ τὸ εἰκὸς, καὶ οὐκ ἂν εἰς τοσοῦτον ἐπιθανολόγησεν ὁ ποιητὴς, εἴ περ ἄλλο τι φυτὸν παραπεφυκέναι τῇ Χαρύβδει ἐπλάσατο. μέγας δὲ πλάττεται ὁ τοιοῦτος ἐρινεὸς, ὡς ἂν δύναιτο ἀνέχειν τὸν ἥρωα. οὗ χάριν καὶ πέπλασται, ἵνα σωθῇ ἀποκρεμασθεὶς αὐτοῦ. Φύλλοις δὲ τέθηλεν, ἵνα μὴ ἀπεξηραμμένος ὢν ἀνωφελὴς τῷ Ὀδυσσεῖ κατά τινα συκίνην ἐπικουρίαν γένηται, καὶ ἅμα, ἵνα καὶ βαρυνόμενος τοῖς φύλλοις ἕτοιμος εἴη τῷ Ὀδυσσεῖ πρὸς ἀντίληψιν μέγας τε ὢν καὶ δασὺς καὶ οὕτω βαρὺς καὶ κάτω ῥέπων εἰς θάλασσαν. δηλοῖ δὲ καὶ μὴ δὲ βαθὺν χειμῶνα εἶναι τὴν ὥραν εἰ φύλλοις ἔτι τέθηλεν ὁ ἐρινεὸς, καθὰ καὶ ὁ πτόρθος ἐν τοῖς πρὸ τούτων, ὃς ἐν Φαιακίᾳ χρήσιμος τῷ Ὀδυσσεῖ γέγονε. (ῃερς. 104.) Περὶ δὲ Χαρύβδεως τοιαῦτα τινὰ ἱστόρηται. Μεσσήνη ἐν τῷ κατὰ Σικελίαν κόλπῳ τῆς Πελωρίδος πόλις μεγάλη, κτίσμα Πελοποννησίων Μεσσηνίων, ἥ ποτε καλουμένη Ζάγκλη, δι' ἣν ἔχει σκολιότητα. ζάγκλιον γὰρ παρὰ τοῖς ἐκεῖ τὸ σκολιόν. ὅθεν καὶ ζάγκλον τὸ δρέπανον. ἐνταῦθα μικρὸν πρὸ τῆς πόλεως ἡ Χάρυβδις δείκνυται ἐν τῷ πόρῳ βάθος ἐξαίσιον, εἰς ὃ αἱ τοῦ πορθμοῦ παλίῤῥοιαι μετὰ συστροφῆς καὶ δίνης μεγάλης ἐκτραχηλίζουσαι τὰ σκάφη κατάγουσιν. οἱ δὲ τοῦτο ἱστοροῦντες προσιστοροῦσι καὶ ὡς τὸ, (ῃερς. 105.) τρὶς μὲν ἀνίησιν ἐπ' ἤματι, τρὶς δὲ ἀναροιβδεῖ, δὶς ὀφείλει γράφεσθαι διὰ τὸ καὶ τὴν κατὰ τὸν Σικελικὸν πορθμὸν παλίῤῥοιαν, ἀφ' ἧς ἐπλάσθη καὶ τὰ κατὰ Χάρυβδιν, δὶς ἑκάστης ἡμέρας γίνεσθαι, ὡς ἡ περὶ τὸν Χαλκιδικὸν Εὔρυπον ἑπτάκις καθ' ἡμέραν ἑκάστην γίνεται. παρὰ δέ γε τῷ ποιητῇ τρὶς γέγραπται, ἢ ἁμαρτήματός, φασιν, ὡς εἰκὸς γραφικοῦ γενομένου, ἢ τῆς Κίρκης πρὸς τὸ ἐκφοβῆσαι χρησαμένης, ὡς εἰς ὑπερβολὴν, τῷ τοιούτῳ ἀριθμῷ, καθὸ καί τινας τρισμακαρίους καὶ τρισαθλίους φαμέν. τὸ μέντοι τὴν Χάρυβδιν ἐς τὸ παντελὲς ἀναπίνεσθαι, ὡς καὶ τὴν ἄμμον ἢ τὰς ὑποκρήμνους πέτρας φαίνεσθαι εἶτ' αὖθις πάλιν ἀνιέναι, οὐδεὶς ἱστόρησεν ἀληθὲς εἶναι. πλασθῆναι δὲ ἄλλως αὐτὸ ὑποτοπάζεται, ἀπὸ ἀμπώτεων γινομένων ἀλλαχοῦ. φησὶν οὖν καὶ ὁ γεωγράφος ὅτι ἀπὸ τῶν ἀμπώτεων καὶ τῶν πλημυρίδων, ἃς ὁ Ὠκεανὸς πάσχει, τὴν Χάρυβδιν ὁ ποιητὴς ἐμυθεύσατο, οὐ παντάπασι πλάσας, ἀλλ' ἀπὸ τῶν ἱστορουμένων ἐκεῖ διασκευάσας καὶ τὰ κατὰ πορθμὸν, ἐν ᾧ δὶς καθ' ἑκάστην ἡμέραν καὶ νύκτα παλίῤῥοια γίνεται, εἰ καὶ ἡ Κίρκη τραγῳδίας καὶ φόβου χάριν τρὶς ταύτην εἶπε γίνεσθαι. ὁ δ' αὐτὸς λέγει καὶ μεταξὺ Ἀπαμείας τῆς Συριακῆς καὶ Ἀντιοχείας χάσμα τι Χάρυβδιν λέγεσθαι, εἰς ὃ καταδὺς Ὀρόντης πάλιν ἀνατέλλει ἑτέρωθι. περιᾴδεται δὲ καὶ Λυκιακή τις ἔτι καὶ νῦν Χάρυβδις. ὅτι δὲ τὸ κατὰ τὴν Χάρυβδιν πλάσμα τοῦ ποιητοῦ ἄμπωτιν καὶ ταύτην ὑποβάλλει νοεῖν, οὐκ ἔστιν ἀμφιβαλεῖν. Ἰστέον δὲ καὶ ὅτι ὁ Κίλιξ ποιητὴς τοπογραφῶν τε ἅμα ἐν παραβολῇ καὶ μυθικῶς αἰτιολογῶν τὸ κατὰ τὴν Χάρυβδιν Ἰονίου τε καὶ Τυρσηνικοῦ πόντου μέσην κεῖσθαι αὐτὴν ἱστορεῖ, ὡς καὶ τῶν κατὰ τὸν Σικελικὸν πορθμὸν οὕτω κειμένων, ἃ δὴ ἀποῤῥῶγα πορθμοῦ λέγει ἐκεῖνος. καὶ πνεύματι δὲ ὑπογαίῳ τυφωνικῷ αὐτήν φησιν ἀνακυκᾶσθαι, κατά τινα δῆθεν ὁμοιότητα τοῦ ἐν Σικελίᾳ Αἰτναίου πυρὸς, οἷα τοῦ μυθικοῦ Τυφῶνος ὥς περ τῇ Αἴτνῃ, οὕτω καὶ τοῖς κατὰ Χάρυβδιν τόποις ὑποκειμένου, ἵνα καθὰ ἐν Ἰλιάδι Ζεὺς ὑπὸ Τυφώεϊ γαῖαν τινὰ ἱμάσσει, πνεύματι δηλαδὴ ἐλαυνομένην σφοδρῷ, οὕτω καὶ ἡ Χάρυβδις ὁμοίῳ τινὶ πνεύματι λαύρῳ κάτωθεν κατὰ πάθος ἀμπώτεως ἀναταρασσομένη πάσχῃ ἅ περ ἡ ποίησις Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 18

τερατεύεται. ὅτι δὲ εἴς τινα πολυδάπανον ἀσωτίαν καὶ ἡ Χάρυβδις ἀλληγορικῶς ἐκλαμβάνεται, δῆλον ἐστὶν ἐκ τῶν παλαιῶν. ὁποίῳ δή τινι λόγῳ καὶ ἡ κωμῳδίᾳ τὴν φάραγγα ἐπὶ ὁμοίου νοήματος τίθησιν, ὡς εἴ τις εἴποι τὸν δάπανον κλέπτην ἢ συκοφάντην φάραγγα συκοφαντίας εἴ τε κλοπῆς. καὶ τοιάδε μὲν καὶ ταῦτα. περὶ δὲ πάθους ἀμπώσεως καὶ ἐν τοῖς τοῦ περιηγητοῦ διείληπται. νῦν δὲ ἀρκεῖ φάναι ὅτι τε Ἀττικῶς ἐκτείνει τὴν παραλήγουσαν ἡ ἄμπωτις, ὡς καὶ τὸ αἱματοπότης καὶ ὑδροπότης κατὰ Αἴλιον ∆ιονύσιον. καὶ ὡς εἴ περ ὑπόθοιτό τις παύσασθαί ποτε ὕστερον τὸ κατὰ τὴν Χάρυβδιν ἀμπώτισμα, εἴη ἂν ἡ ἐκεῖσε γῆ ἁλίπεδον. λέγεται γὰρ παρὰ τοῖς παλαιοῖς δασέως ἁλίπεδον, πεδίον πρότερον θάλασσα γεγονός. ὁ δὲ γεωγράφος ἐν οἷς ἱστορεῖ περὶ Αἴτνην καὶ Λεοντίνην ἀξένους τινὰς ἄνδρας εἶναι, δι' οὓς ἀπροσπέλαστα ἦσαν τὰ κατὰ τὸν πορθμὸν ὁποῖοι τινὲς 2.17 καὶ Κύκλωπες καὶ Λαιστρυγόνες, λέγει ὡς καὶ ἡ Χάρυβδις καὶ τὸ Σκύλλαιον ὑπὸ λῃστῶν κατείχετο. ἔοικε δὲ ἡ Χάρυβδις ἢ κατὰ ὀνοματοποιΐαν τινὰ λεχθῆναι καὶ μίμησιν ἤχου, ἢ παρωνυμεῖσθαι τῷ Χάρωνι διὰ τὸ κατ' αὐτὴν ὀλέθριον, ἢ καὶ ἐκ τοῦ συμβαίνοντος ἐτυμολογεῖσθαι, παρὰ τὸ εἰς χάος ῥᾷον ὑποδύνειν, τοῦ πˉι στοιχείου ἐν τῇ συγκοπῇ τραπέντος εἰς ˉβ, ὡς ἐπὶ τοῦ ὑποβάλλειν ὑββάλλειν. ὑποπτεύεται δὲ καὶ ὡς δαιμόνιον πλάττεσθαι. διὸ καὶ δῖαν αὐτὴν Χάρυβδιν ὁ ποιητὴς λέγει, ὡς καὶ δῖαν θάλασσαν. καίτοι τινὲς τὸ δῖαν ἀντὶ τοῦ φοβερὰν εἶπον, ὡς ἀπὸ τοῦ δίω τὸ φοβοῦμαι. ὅθεν καὶ τὸ δεδιέναι, ἄλλοι δέ φασιν, ὡς οὐκ ἐδήλωσεν ὁ ποιητὴς πότερον θηρίον ἐστὶν ἢ ἄμπωτις ἡ Χάρυβδις. φέρεται δὲ παρὰ τοῖς ἀρχαίοις καὶ ὅτι Χάρυβδις θαλάσσης βάθος ἀναπτωτικὸν μεταξὺ τοῦ Ἀδρίον καὶ τοῦ Τυῤῥηνικοῦ πελάγους. ᾧ συλλαλεῖ καὶ ὁ μεταβολεὺς ∆ημοσθένης, εἰπὼν ὅτι τῷ φυτῷ ὑπέκειτο ἡ ὀνομαζομένη μὲν Χάρυβδις, αὐτὸ δὲ τοῦτο ἄμπωτις τοῦ πελάγους βιαιοτάτη καὶ αὖθις πλημύρα. Ἰστέον δὲ ὅτι οὐ κλίνεται ὡς Θέτις Θέτιδος, Ἴσις Ἴσιδος, οὕτω καὶ Χάρυβδις Χαρύβδιδος, ἵνα μὴἐπάλληλον δὶς γένηται τὸ ˉδ καθ' Ἡρῳδιανόν. τοιούτῳ δὲ λόγῳ καὶ τὸ ἐκ τοῦ δείδω δέδοιδα, δέδοικα γέγονε. πολλαὶ δέ τινες καὶ ἄλλαι ἀλλεπαλληλίαι μισοῦνται. (ῃερς. 104.) Τὸ δὲ Χάρυβδις ἀναροιβδεῖ ὕδωρ, οὐ μακρὰν οὐδ' αὐτό ἐστι τοῦ παρηχεῖν. ὥς περ παρήχησις ἔστι τις καὶ ἐν τοῖς ἑξῆς τὸ, Σκύλλη κοίλης ἐκ νηὸς ἑτάρους ἓξ ἕλετο, ταυτὸν δὲ ἀναροιβδεῖν εἰπεῖν καὶ ῥοιβδεῖν, ὡς δηλοῖ τὸ, ὅτε ῥοιβδήσειε. δηλοῦται δὲ καὶ ἐν ἀμφοτέροις τὸ ῥοφεῖν εἴτουν ἀναῤῥοφεῖν κατὰ ὀνοματοποιΐαν ὁποίαν τινὰ ἔχει καὶ τὸ ῥοχθεῖν, τραχύτερον μέντοι ἐκεῖνο τοῦ ῥοιβδεῖν, καθὰ καὶ τὸ ἐῤῥοίβδησε τραχυφωνότερον τοῦ ἐῤῥοίζησεν. ἅ περ εἶεν ἂν ὅμοιά τινα, εἴ περ καὶ ὁ ῥοῖζος εὕρηται ῥοῖβδος λεγόμενος κατὰ τὸ, πτερῶν γὰρ ῥοῖβδος οὐκ ἄσημος ἦν. (ῃερς. 105.) Ὅρα δὲ ὅτι τε ἐν μὲν τῷ ἀνίησι τὴν ἄνω σχέσιν ἡ πρόθεσις δηλοῖ, ἐν δὲ τῷ ἀναροιβδεῖ πλεονάζει, ὡς καὶ πρὸ τούτων ἐπὶ Ταντάλου ἐν τῷ, ὕδωρ ἀναβροχὲν, ὅ ἐστιν ἀναποθὲν, ἀναροφηθέν. καὶ ὅτι ἐν μὲν τῷ, δῖα Χάρυβδις ἀναροιβδεῖ ἐκτείνεται τὸ προπαραλῆγον ˉα καὶ ἔχει διπλάζειν τὸ ˉρ, ἐν δὲ τῷ, τρὶς δ' ἀναροιβδεῖ συστέλλεται κατὰ τὴν ἀναλογίαν τῶν προθέσεων. Τὸ δὲ ἐπ' ἤματι ἀντὶ τοῦ, ἐφ' ἑκάστῳ νυχθημέρῳ, ὡς γίνεσθαι ἑκάστην ἀναῤῥοίβδησιν δι' ὡρῶν ὀκτὼ περιοδικῶς, ὡς τεκμαίρονται οἱ παλαιοὶ ἐν τοῖς ἑξῆς περί που τὸ τέλος τῆς ῥαψῳδίας. (ῃερς. 106.) Τὸ δὲ ἀναροιβδεῖ δεινὸν, καὶ τὸ, δεινὸν λελακυῖα, καὶ τὸ, σμερδαλέη κεφαλὴ, καὶ τὸ δεινοῖο βερέθρου, καὶ ἐν τοῖς ἑξῆς τὸ, δεινόν τ' ἀργαλέον τε, καὶ τὰ τοιαῦτα, καὶ μάλιστα ἐν τοῖς μετὰ ταῦτα τὸ, δεινὸν ἐβεβρύχει, φοβερὰ εἶναι τὰ τοιαῦτα ποιητικὰ χωρία δηλοῖ τά τε ἄλλα καὶ τῇ κατὰ τὴν φράσιν τραχύτητι. Τὸ δὲ μὴ σύ γε κεῖθι τύχοις ὅτε ῥοιβδήσειε, πάνυ ἐνδιαθέτως ἐῤῥέθη πρὸς ἔνδειξιν τοῦ, μέγα εἶναι τὸ δεινόν. δύναται δὲ ῥηθῆναι αὐτὸ καὶ ὅτε τις εὔξεται μὴ παρατυχεῖν τινὶ τῶν πάνυ ἀδίκων, παρ' οἷς ἀναροιβδεῖται τὰ ἀλλότρια, ὅτε προσεπιπλέξει τις ἀφελῶς, καὶ τὸ ἐφεξῆς. ὡς οὐ γάρ κεν ῥύσαιτό σε ὑπ' ἐκ κακοῦ οὐδ' Ἐνοσίχθων. (ῃερς. 108.) εἰ δ' ἔστιν ἐλπὶς τὸν ἀδικούμενον βοηθηθῆναι ὑπὸ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 19

στέφανον μύρτων. καὶ ὅτι δοκεῖ τὸ τοιοῦτον κατὰ γένος εἰρῆσθαι οὐδέτερον, ὡς

ἐμφαίνει Πίνδαρος ἐν Ἰσθμιονίκαις, εἰπών· τρία κρᾶτα ἤτοι κράατα. (ῃερς. 100.) Τὸ

δὲ νεὼς κυανοπρώροιο οὐδεὶς ἂν εἴποι μὴ Ἀττικῶς εἰρῆσθαι. τὰ γὰρ κοινότερα ναὸς

καὶ νηὸς, ὡς γραῦς γραὸς γρηός. Ἰω 2.16 νικὸν δὲ πάντως τὸ νηὸς καὶ γρηός. τὰ

πλείω δὲ τῶν παλαιῶν ἀντιγράφων καὶ ἐνταῦθα καὶ ἐν τοῖς ἄλλοις τόποις διὰ τοῦ ˉο

μικροῦ ἔχουσι τὴν λήγουσαν τῆς νεός. (ῃερς. 103.) ὁ δὲ ἐρινεὸς εὐφυῶς ὑπὸ τοῦ

ποιητοῦ πέπλασται διὰ τὸ πιθανόν. εἴωθε γὰρ εἰκῇ ὅποι ποτὲ τύχῃ αὐτοφυῶς καὶ οὐκ

ἀπὸ χειρομαχίας τὸ τοιοῦτον φυτὸν γίνεσθαι, ὡς καὶ ἐνταῦθα κατὰ τὸ εἰκὸς, καὶ οὐκ

ἂν εἰς τοσοῦτον ἐπιθανολόγησεν ὁ ποιητὴς, εἴ περ ἄλλο τι φυτὸν παραπεφυκέναι τῇ

Χαρύβδει ἐπλάσατο. μέγας δὲ πλάττεται ὁ τοιοῦτος ἐρινεὸς, ὡς ἂν δύναιτο ἀνέχειν

τὸν ἥρωα. οὗ χάριν καὶ πέπλασται, ἵνα σωθῇ ἀποκρεμασθεὶς αὐτοῦ. Φύλλοις δὲ

τέθηλεν, ἵνα μὴ ἀπεξηραμμένος ὢν ἀνωφελὴς τῷ Ὀδυσσεῖ κατά τινα συκίνην

ἐπικουρίαν γένηται, καὶ ἅμα, ἵνα καὶ βαρυνόμενος τοῖς φύλλοις ἕτοιμος εἴη τῷ

Ὀδυσσεῖ πρὸς ἀντίληψιν μέγας τε ὢν καὶ δασὺς καὶ οὕτω βαρὺς καὶ κάτω ῥέπων εἰς

θάλασσαν. δηλοῖ δὲ καὶ μὴ δὲ βαθὺν χειμῶνα εἶναι τὴν ὥραν εἰ φύλλοις ἔτι τέθηλεν

ὁ ἐρινεὸς, καθὰ καὶ ὁ πτόρθος ἐν τοῖς πρὸ τούτων, ὃς ἐν Φαιακίᾳ χρήσιμος τῷ

Ὀδυσσεῖ γέγονε. (ῃερς. 104.) Περὶ δὲ Χαρύβδεως τοιαῦτα τινὰ ἱστόρηται. Μεσσήνη ἐν

τῷ κατὰ Σικελίαν κόλπῳ τῆς Πελωρίδος πόλις μεγάλη, κτίσμα Πελοποννησίων

Μεσσηνίων, ἥ ποτε καλουμένη Ζάγκλη, δι' ἣν ἔχει σκολιότητα. ζάγκλιον γὰρ παρὰ

τοῖς ἐκεῖ τὸ σκολιόν. ὅθεν καὶ ζάγκλον τὸ δρέπανον. ἐνταῦθα μικρὸν πρὸ τῆς

πόλεως ἡ Χάρυβδις δείκνυται ἐν τῷ πόρῳ βάθος ἐξαίσιον, εἰς ὃ αἱ τοῦ πορθμοῦ

παλίῤῥοιαι μετὰ συστροφῆς καὶ δίνης μεγάλης ἐκτραχηλίζουσαι τὰ σκάφη

κατάγουσιν. οἱ δὲ τοῦτο ἱστοροῦντες προσιστοροῦσι καὶ ὡς τὸ, (ῃερς. 105.) τρὶς μὲν

ἀνίησιν ἐπ' ἤματι, τρὶς δὲ ἀναροιβδεῖ, δὶς ὀφείλει γράφεσθαι διὰ τὸ καὶ τὴν κατὰ τὸν

Σικελικὸν πορθμὸν παλίῤῥοιαν, ἀφ' ἧς ἐπλάσθη καὶ τὰ κατὰ Χάρυβδιν, δὶς ἑκάστης

ἡμέρας γίνεσθαι, ὡς ἡ περὶ τὸν Χαλκιδικὸν Εὔρυπον ἑπτάκις καθ' ἡμέραν ἑκάστην

γίνεται. παρὰ δέ γε τῷ ποιητῇ τρὶς γέγραπται, ἢ ἁμαρτήματός, φασιν, ὡς εἰκὸς

γραφικοῦ γενομένου, ἢ τῆς Κίρκης πρὸς τὸ ἐκφοβῆσαι χρησαμένης, ὡς εἰς

ὑπερβολὴν, τῷ τοιούτῳ ἀριθμῷ, καθὸ καί τινας τρισμακαρίους καὶ τρισαθλίους

φαμέν. τὸ μέντοι τὴν Χάρυβδιν ἐς τὸ παντελὲς ἀναπίνεσθαι, ὡς καὶ τὴν ἄμμον ἢ τὰς

ὑποκρήμνους πέτρας φαίνεσθαι εἶτ' αὖθις πάλιν ἀνιέναι, οὐδεὶς ἱστόρησεν ἀληθὲς

εἶναι. πλασθῆναι δὲ ἄλλως αὐτὸ ὑποτοπάζεται, ἀπὸ ἀμπώτεων γινομένων ἀλλαχοῦ.

φησὶν οὖν καὶ ὁ γεωγράφος ὅτι ἀπὸ τῶν ἀμπώτεων καὶ τῶν πλημυρίδων, ἃς ὁ

Ὠκεανὸς πάσχει, τὴν Χάρυβδιν ὁ ποιητὴς ἐμυθεύσατο, οὐ παντάπασι πλάσας, ἀλλ'

ἀπὸ τῶν ἱστορουμένων ἐκεῖ διασκευάσας καὶ τὰ κατὰ πορθμὸν, ἐν ᾧ δὶς καθ'

ἑκάστην ἡμέραν καὶ νύκτα παλίῤῥοια γίνεται, εἰ καὶ ἡ Κίρκη τραγῳδίας καὶ φόβου

χάριν τρὶς ταύτην εἶπε γίνεσθαι. ὁ δ' αὐτὸς λέγει καὶ μεταξὺ Ἀπαμείας τῆς Συριακῆς

καὶ Ἀντιοχείας χάσμα τι Χάρυβδιν λέγεσθαι, εἰς ὃ καταδὺς Ὀρόντης πάλιν ἀνατέλλει

ἑτέρωθι. περιᾴδεται δὲ καὶ Λυκιακή τις ἔτι καὶ νῦν Χάρυβδις. ὅτι δὲ τὸ κατὰ τὴν

Χάρυβδιν πλάσμα τοῦ ποιητοῦ ἄμπωτιν καὶ ταύτην ὑποβάλλει νοεῖν, οὐκ ἔστιν

ἀμφιβαλεῖν. Ἰστέον δὲ καὶ ὅτι ὁ Κίλιξ ποιητὴς τοπογραφῶν τε ἅμα ἐν παραβολῇ καὶ

μυθικῶς αἰτιολογῶν τὸ κατὰ τὴν Χάρυβδιν Ἰονίου τε καὶ Τυρσηνικοῦ πόντου μέσην

κεῖσθαι αὐτὴν ἱστορεῖ, ὡς καὶ τῶν κατὰ τὸν Σικελικὸν πορθμὸν οὕτω κειμένων, ἃ δὴ

ἀποῤῥῶγα πορθμοῦ λέγει ἐκεῖνος. καὶ πνεύματι δὲ ὑπογαίῳ τυφωνικῷ αὐτήν φησιν

ἀνακυκᾶσθαι, κατά τινα δῆθεν ὁμοιότητα τοῦ ἐν Σικελίᾳ Αἰτναίου πυρὸς, οἷα τοῦ

μυθικοῦ Τυφῶνος ὥς περ τῇ Αἴτνῃ, οὕτω καὶ τοῖς κατὰ Χάρυβδιν τόποις

ὑποκειμένου, ἵνα καθὰ ἐν Ἰλιάδι Ζεὺς ὑπὸ Τυφώεϊ γαῖαν τινὰ ἱμάσσει, πνεύματι

δηλαδὴ ἐλαυνομένην σφοδρῷ, οὕτω καὶ ἡ Χάρυβδις ὁμοίῳ τινὶ πνεύματι λαύρῳ

κάτωθεν κατὰ πάθος ἀμπώτεως ἀναταρασσομένη πάσχῃ ἅ περ ἡ ποίησις

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

18

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!