Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ... Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

γενόμενός, φασιν, ἐκ τοῦ μυστιλᾶσθαι ἅλμην, ἤγουν ἐκ τῶν εὐτελεστάτων ζῆν. ἦν γάρ, φησι, σκεύασμά τι εὐτελὲς, ὃ θαλασσίαν ἅλμην ἐκάλουν. αὐτὸ δὲ κατὰ τοὺς παλαιοὺς δύναται δηλοῦν καὶ τὸ ἐπιπόνως βιοῦν. παροιμίαν γάρ, φασι, τὴν, μῦς ἐν πίσσῃ, ἔνιοι μῦς ἐν ἅλμῃ μεταγράφουσι. (ῃερς. 457.) Τὸ δὲ ἀποπροελὼν ταυτόν ἐστι τῷ ἀποπροταμὼν, ὃ ἀλλαχοῦ κεῖται. Τὸ δὲ, τὰ δὲ πολλὰ πάρεστι, σαφέστερον μέν ἐστι τοῦ, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ. περιτρέπεται δὲ καὶ αὐτὸ κατὰ τοῦ Ἀντινόου. ὁ μὲν γὰρ φειδοῦς ἢ φθόνου λόγῳ ἔφη τὸ, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ, Ὀδυσσεὺς δὲ δι' αὐτό φησι τοῦτο τὸ πολλὰ παρεῖναι 2.156 χρὴ σίτου ἀποπροταμόντα δοῦναι. (ῃερς. 460.) Τὸ δὲ, δι' ἐκ μεγάρου ἂψ ἀναχωρήσειν, πρὸς διαστολὴν ἐῤῥέθη τοῦ, ἀναχωρήσας προσέφη Ὀδυσσεύς. ἐκεῖνο μὲν γὰρ ἐκ τραπέζης ἦν ἀναχώρησις, νῦν δὲ ἐκ μεγάρου ἀναχωρήσει. (ῃερς. 462.) Ὁ δὲ βληθεὶς θρῆνυς εἴη ἂν καὶ σφέλας, ὡς προδεδήλωται, διὰ τὸ ῥᾷον σφάλλεσθαι, ἤγουν ἀνατρέπεσθαι διὰ σμικρότητα, ἢ καὶ διὰ τὸ δύνασθαι σφῆλαι, εἰ καὶ μὴ ἔσφηλε τὸ τοιοῦτον βέλος τὸν Ὀδυσσέα. εἰ δὲ σφέλας τὸ τοιοῦτον νοηθείη, ἰδοὺ παρὰ βραχὺ καὶ ἀμφὶ κάρη βάλλεται ὁ ξένος, εἴ γε βάλλεται πρυμνότατον κατὰ νῶτον, ὅ ἐστιν ἔσχατον πρὸς τῇ κεφαλῇ δηλαδή· ὁποῖον καὶ μετ' ὀλίγα τὸ, θρήνυϊ πρυμνὸν βάλε δεξιὸν ὦμον. Σημείωσαι δὲ κἀνταῦθα ὡς κατὰ παλαιὰν γνώμην ἅπαν τὸ παρατυχὸν ἀχορηγήτου θυμοῦ ὅπλον γίνεται. Ἀντίνοός τε γὰρ σφέλας ῥίψας βάλλει τὸν Ἰθαγενῆ τοῦτον ξένον, καί τις ἕτερος πόδα βόειον ἐπαφείς. καὶ Ὅμηρος μὲν οὕτως ἐλλόγως γράφει. Αἰσχύλος δὲ οὐκ εὐπρεπῶς παράγει Ἕλληνά τινα ἐν μέθῃ λέγοντα· ὅδ' ἔστιν, ὅς ποτ' ἀμφ' ἐμοὶ βέλος γελωτοποιὸν τὴν κάκοσμον οὐράνην ἤτοι ἀμίδα ἔῤῥιψεν οὐδ' ἥμαρτε, περὶ δ' ἐμῷ κάρᾳ πληγεῖ σ' ἐναυάγησεν ὀστρακουμένη χωρὶς μυρηρῶν τευχέων πνέουσ' ἐμοί. καὶ Σοφοκλῆς δέ που, ὡς ὁ Ἀθήναιος καὶ αὐτὸ ἱστορεῖ, φησίν· ἀλλ' ἀμφὶ θυμῷ τὴν κακόκοσμον οὐράνην ἔῤῥιψεν οὐδ' ἥμαρτε, περὶ δ' ἐμῷ κάρᾳ κατάγνυται τὸ τεῦχος, οὐ μύρου πλέον, ἐδειματούμην δ' οὐ φίλης ὀδμῆς ὕπο. ἀποθραύσματα δέ πως αὐτὰ ∆ημοσθενικοῦ τοῦ, ἐνεούρουν τε ἡμῖν καὶ τὰς ἀμίδας κατεῤῥήγνυον. καὶ οὕτω μὲν ταῦτα. (ῃερς. 463.) Ἰστέον δὲ ὅτι λέγεται πρυμνὸν καὶ ἐπὶ τῷ κάτω, οἷον τυχὸν ῥίζης ἢ τοιούτου τινός. ὅλως δὲ εἰπεῖν, πρυμνὸν τὸ ἔσχατον, ὡς ἀπὸ τοῦ περῶ, περύω, τὸ περατῶ, ἐξ οὗ καὶ ἡ τῆς νηὸς πρύμνη, καὶ πρυμνόθεν τομὴ ἡ πρόῤῥιζος. Τοῦ δὲ, ἐστάθη ἠΰτε πέτρη, ἑρμηνεία ἐστὶ τὸ, οὐδ' ἄρα μιν σφῆλε βέλος. τὸ γὰρ σταθὲν οὐκ ἔσφαλται. σφάλλεσθαι γὰρ τὸ καταπίπτειν, καὶ σφάλλειν τὸ καταῤῥίπτειν, οἷς τὸ ἐναντίον ἀνασφάλλειν. καὶ τὸ ἔμπεδον δὲ ἑρμηνευτικόν ἐστι τοῦ, ἐστάθη καθὰ πέτρα, ὃ ταχυτάτη ἐστὶ παραβολὴ τῷ καιρῷ πρέπουσα. οὐ γάρ ἐστιν ἐν τοιούτοις πανηγυρίζειν παραβολικῶς. (ῃερς. 464.) Τὸ δὲ σφῆλεν ἔοικεν ἡ ἐτυμολογία εἶναι τοῦ προειρημένου σφέλαος. Βέλος δὲ τὸν ῥηθέντα θρῆνυν εἶπε. (ῃερς. 465.) Τὸ δὲ, ἀλλ' ἀκέων κίνησε κάρη κακὰ βυσσοδομεύων, ὀργὴν κρυφαίαν δηλοῖ. (ῃερς. 468.) Τὸ δὲ, κέκλυτέ μευ, ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει, προσοχὴν ἀκροάσεως ποιεῖ. (ῃερς. 470.) Τὸ δὲ, οὐ μὰν οὔτ' ἄχος ἐστὶ καὶ ἑξῆς, ὡς προγέγραπται, ἐσχημάτισται, ὡς προδεδήλωται. διὸ καὶ κλύειν χρὴ προσεχόντως, ὡς καὶ ὁ ῥήτωρ Ὀδυσσεὺς βούλεται. ἀληθῶς γὰρ Ὀδυσσεὺς περὶ τοῖς ἑαυτοῦ μαχειόμενος κτήμασι βέβληται. ἵνα δὲ μὴ ἐξ ὑποψίας περιέργου ὁ σχηματισμὸς νοηθείη, ἀφανίζει αὐτὸν διὰ τοῦ ἐπαγομένου, εἰπών· γαστρὸς ἕνεκα πάσχειν. ἔστι δὲ ὅμως καὶ τοῦτο ἀστεῖον καὶ σύμφωνον τῷ σχηματισμῷ, ἵνα εἴη τὸ ὅλον τοιοῦτον. εἰ μὲν περὶ τῶν ἐμῶν κτημάτων ἦν αὐτίκα νῦν ἡ μάχη, οὐκ ἦν ἂν ἄχος. νῦν δὲ τέως χάριν γαστέρος βέβλημαι, ἤγουν τῆς πρὸς χάριν τροφῆς. τῷ γὰρ δοχείῳ συνεννοεῖται τὸ ἐντιθέμενον. ἐπεὶ ἀληθῶς ὁ ἀλήτης ἐπαίτης οὐ περιουσιασμοῦ χάριν πτωχεύει, ἀλλὰ τοῦ τὴν γαστέρα ἐμπλῆσαι. (ῃερς. 471.) Τὸ δὲ, μαχειόμενος, ποιητικὴ λέξις, ὡς ἐκ τοῦ μαχῶ, μαχείω. οὕτω δὲ καὶ τὸ, πήραν ἐϋπλείην, ἀντὶ τοῦ εὖ πεπληρωμένην, καὶ τὸ βλήεται. καὶ οὐκ ἄν τις μὴ μετρικῶς γράφων αὐτοῖς Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 178

χρήσηται. (ῃερς. 472.) καινῶς δὲ καὶ νῦν ἡ περˉι πρόθεσις μετὰ δοτικῆς λέγεται ἐν τῷ, περὶ κτήμασι καὶ περὶ βουσίν. ἐκ δὲ τῶν ὀΐων καὶ ὄα κατὰ Αἴλιον ∆ιονύσιον ἐπὶ ἱματίου διὰ τοῦ ˉο μικροῦ. καὶ τοῦτο μὲν ἐκεῖνος ἐν τῷ ˉο στοιχείῳ τῷ μικρῷ. ἐν δὲ τῷ ˉω μεγάλῳ φησὶν ὁ αὐτός· ᾦα, μηλωτή· διφθέρα. οἶς γὰρ τὸ πρόβατον. ἐν ἑτέρῳ δὲ ῥητορικῷ λεξικῷ γράφεται, ὅτι ᾦαι ἔσχαται ἄκραι. ἐν ἄλλῳ δὲ, ὅτι ᾦα ἡ μηλωτὴ κατὰ ἔκτασιν. καὶ δῆλον ἐκ τῶν ῥηθέντων, ὅτι τὸ μὲν πρῶτον, ἤγουν τὸ διὰ τοῦ ˉο μικροῦ, φυσικόν ἐστιν ἐκ τοῦ ὄϊς· τὸ δὲ δεύτερον ἐξετάθη. ἔνθα προσεκτέον τῷ γράψαντι, ὅτι ὄϊαι διφθέραι, μηλωταί· οὗ ἐκτάσει καὶ συναιρέσει ᾦαι. ὁμοίως δῆλον καὶ ὅτι οὐ πολυτελεῖς κατὰ τὴν ἐν τοῖς μετὰ ταῦτα τοῦ Ὀδυσσέως χρυσῆν ᾦαν αἱ λοιπαὶ κυρίως ᾦαι, ἀλλὰ μηλωταί τινες, ὁποῖαι πολλαὶ καὶ μέχρι νῦν παρὰ τοῖς ἀγροίκοις. ἐν δὲ ἀνωνύμῳ ῥητορικῷ λεξικῷ γράφεται καὶ ὅτι ὀξυτόνως καὶ συνεσταλμένως ὀαὶ ἱματίων. φέρει δὲ καὶ χρῆσιν τοῦ κωμικοῦ τὸ, ὅτε τὰς ὀὰς ἐποιήσατο. οἱ γὰρ παλαιοί, φησι, καὶ ταύταις ὀϊὸς δέρμα προσέῤῥαπτον, ἵνα ἥκιστα τρίβοιντο τὰ κάτω τῶν ἱματίων. ἐν δὲ τοῖς τοῦ γραμματικοῦ Ἀριστοφάνους φέρεται ταῦτα· μῆλα ὁ ποιητὴς καλεῖ καὶ τὰς αἶγας, οἷον, μῆλ' ὄϊές τε καὶ αἶγες ἰαύεσκον. 2.157 καὶ ἡμεῖς δὲ δήπου μηλωτὴν καλοῦμεν καὶ τὴν αἰγείαν δοράν. τὴν δὲ τῶν προβάτων ἔνιοι οἰέην. τῶν δὲ ἀρχαίων Ἀττικῶν τινὲς συναλιφὴν ποιούμενοι ὦαν ἐκάλουν. καὶ φέρει καὶ χρῆσιν Ἑρμίππου ταύτην· Ὥραμάττειν ἐπὶ τοῖς ἱεροῖς καὶ τὴν ὦαν περιδεῖσθαι περὶ τὴν ὀσφύν. (ῃερς. 476.) Τὸ δὲ, τὸν δεῖνα πρὸ γάμοιο τέλος θανάτοιο κιχείη, εἰ δή που πτωχῶν γε θεὸς, λυπουμένου πτωχοῦ λόγος ἐστίν. (ῃερς. 478.) Ὅτι ἀπειλὴ κατὰ πτωχοῦ ἀναιδοῦς τὸ, ἔσθιε ἕκηλος ξεῖνε καθήμενος ἢ ἄπιθ' ἄλλῃ, μή σε νέοι διὰ δώματ' ἐρύσωσιν οἷ' ἀγορεύεις ἢ ποδὸς ἢ καὶ χειρὸς, ἀποδρύψωσι δὲ πάντα, σὲ δηλαδὴ ὅλον, ἢ πάντα τὰ τοῦ σώματος. (ῃερς. 480.) Τί δέ ἐστι τὸ ἀποδρύψωσι, προδεδήλωται. (ῃερς. 479.) Τὸ δὲ, οἷ' ἀγορεύεις, ὡς οἷον μυστικῶς ἐῤῥέθη τῇ σιωπῇ καὶ ἐμφαίνει ῥητορικῶς μεγάλας δῆθεν ἀτοπίας ῥημάτων. Ἰστέον δὲ, ὡς καὶ ἐν τοῖς μετὰ ταῦτα ὁ Ἶρος ἀπειλήσεται μὲν τῷ Ὀδυσσεῖ, μὴ τάχα καὶ ποδὸς ἕλκῃ, πείσεται δὲ ἐκεῖνος τὸν τοιοῦτον ἑλκυσμόν. Ὅρα δ' ἐν τούτοις τὸ τοῦ Ὀδυσσέως ὑπομενετικὸν, ὃ φανεῖται οὐχήκιστα καὶ ἐν τοῖς ἑξῆς. ἀφίησι γὰρ οἷα σπουδαῖος ἐναλύειν τοὺς ἄφρονας οἷς βούλονται. τοιούτου δὲ ἤθους καὶ ἄλλοι μὲν ζηλωταὶ οὐκ ὀλίγοι, ὅσοι λεόντων δίκην ἐξουθενοῦσι, καθὰ καὶ ἀφελῆ τινὰ κνώδαλα, τοὺς βραχέος λόγου ἀξίους, ἀφιέντες τοιούτους ἕνα καὶ δύο καὶ πλείονας. περίπυστοι δὲ καὶ οἱ εὐγενεῖς Σπαρτιάται, παρ' οἷς Κλαζομένιοι μὲν πρεσβεύοντες τοὺς θρόνους, ἔνθα οἱ ἔφοροι καθήμενοι τὰ πολιτικὰ ἐχρημάτιζον, διαπραττόμενοι κατέχρισαν ἀσβόλῳ· οἱ δὲ μαθόντες οὐκ ἠγανάκτησαν ἀλλ' ἐκήρυξαν δημοσίᾳ τὸ θαυμαζόμενον· ἐξέστω Κλαζομενίοις ἀσχημονεῖν. (ῃερς. 481.) Ὅτι ἐν τῷ, ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ὑπερφιάλως νεμέσησαν, οὐ ψεκτὸν τὸ ὑπερφιάλως, ἀλλ' ἀντὶ τοῦ μεγάλως κεῖται. οὕτω καὶ ἐν τοῖς ἑξῆς γυμνωθέντα τὸν Ὀδυσσέα θαυμάζουσιν ὑπερφιάλως, ἤγουν ὑπερφυῶς. εἶτα δηλῶν τοὺς ἐπὶ τῇ κατὰ τοῦ Ἀντινόου νεμέσει λόγους φησίν. (ῃερς. 482.) ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων, Ἀντίνοε, οὐ μὲν κάλ' ἔβαλες δύστηνον ἀλήτην. καὶ ὅρα τὸ ὑπερηνορεόντων, ὡς δεινὸν ὂν ἔργον, ἐφ' ᾧ καὶ οἱ ὑπερηνορέοντες δυσχεραίνουσιν. (ῃερς. 484.) εἶτα ἐκφαίνων ὁ ποιητὴς, οἵαν οἱ τότε δόξαν εἶχον περὶ θείας ἐναργείας, ποιεῖ τοὺς μνηστῆρας ἐπαγαγόντας οὕτως· οὐλόμενε, εἰ δή πού τις ἐπουράνιος θεός ἐστι, καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι παντοῖοι τελέθοντες ἐπιστρωφῶσιν, ἤτοι περιέρχονται, πόληας, ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες. (ῃερς. 487.) καὶ ὅρα ὡς ἀντιτίθησι τὴν ὕβριν τῇ εὐνομίᾳ, καθὰ καὶ τῇ δίκῃ ἀλλαχοῦ, ὡς δηλοῖ τὸ, ὑβρισταὶ οὐδὲ δίκαιοι. (ῃερς. 484.) Σημείωσαι δὲ ὅτι τὸ, εἰ δή πού τις θεός ἐστιν, ἐλλειπτικῶς ἔχει. λείπει γὰρ ἴσως τὸ, τί ἂν γένηται; ἢ τί ἂν ἐρεῖς; ἵνα λέγῃ ὅτι, οὐλόμενε, τί γενήσεται, εἰ θεός ἐστιν ὁ ἐμπαροινούμενος; Σημείωσαι δὲ ὅτι ὁ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 179

γενόμενός, φασιν, ἐκ τοῦ μυστιλᾶσθαι ἅλμην, ἤγουν ἐκ τῶν εὐτελεστάτων ζῆν. ἦν

γάρ, φησι, σκεύασμά τι εὐτελὲς, ὃ θαλασσίαν ἅλμην ἐκάλουν. αὐτὸ δὲ κατὰ τοὺς

παλαιοὺς δύναται δηλοῦν καὶ τὸ ἐπιπόνως βιοῦν. παροιμίαν γάρ, φασι, τὴν, μῦς ἐν

πίσσῃ, ἔνιοι μῦς ἐν ἅλμῃ μεταγράφουσι. (ῃερς. 457.) Τὸ δὲ ἀποπροελὼν ταυτόν ἐστι

τῷ ἀποπροταμὼν, ὃ ἀλλαχοῦ κεῖται. Τὸ δὲ, τὰ δὲ πολλὰ πάρεστι, σαφέστερον μέν

ἐστι τοῦ, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ. περιτρέπεται δὲ καὶ αὐτὸ κατὰ τοῦ Ἀντινόου. ὁ

μὲν γὰρ φειδοῦς ἢ φθόνου λόγῳ ἔφη τὸ, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ, Ὀδυσσεὺς δὲ δι'

αὐτό φησι τοῦτο τὸ πολλὰ παρεῖναι 2.156 χρὴ σίτου ἀποπροταμόντα δοῦναι. (ῃερς.

460.) Τὸ δὲ, δι' ἐκ μεγάρου ἂψ ἀναχωρήσειν, πρὸς διαστολὴν ἐῤῥέθη τοῦ,

ἀναχωρήσας προσέφη Ὀδυσσεύς. ἐκεῖνο μὲν γὰρ ἐκ τραπέζης ἦν ἀναχώρησις, νῦν δὲ

ἐκ μεγάρου ἀναχωρήσει. (ῃερς. 462.) Ὁ δὲ βληθεὶς θρῆνυς εἴη ἂν καὶ σφέλας, ὡς

προδεδήλωται, διὰ τὸ ῥᾷον σφάλλεσθαι, ἤγουν ἀνατρέπεσθαι διὰ σμικρότητα, ἢ καὶ

διὰ τὸ δύνασθαι σφῆλαι, εἰ καὶ μὴ ἔσφηλε τὸ τοιοῦτον βέλος τὸν Ὀδυσσέα. εἰ δὲ

σφέλας τὸ τοιοῦτον νοηθείη, ἰδοὺ παρὰ βραχὺ καὶ ἀμφὶ κάρη βάλλεται ὁ ξένος, εἴ γε

βάλλεται πρυμνότατον κατὰ νῶτον, ὅ ἐστιν ἔσχατον πρὸς τῇ κεφαλῇ δηλαδή·

ὁποῖον καὶ μετ' ὀλίγα τὸ, θρήνυϊ πρυμνὸν βάλε δεξιὸν ὦμον. Σημείωσαι δὲ

κἀνταῦθα ὡς κατὰ παλαιὰν γνώμην ἅπαν τὸ παρατυχὸν ἀχορηγήτου θυμοῦ ὅπλον

γίνεται. Ἀντίνοός τε γὰρ σφέλας ῥίψας βάλλει τὸν Ἰθαγενῆ τοῦτον ξένον, καί τις

ἕτερος πόδα βόειον ἐπαφείς. καὶ Ὅμηρος μὲν οὕτως ἐλλόγως γράφει. Αἰσχύλος δὲ

οὐκ εὐπρεπῶς παράγει Ἕλληνά τινα ἐν μέθῃ λέγοντα· ὅδ' ἔστιν, ὅς ποτ' ἀμφ' ἐμοὶ

βέλος γελωτοποιὸν τὴν κάκοσμον οὐράνην ἤτοι ἀμίδα ἔῤῥιψεν οὐδ' ἥμαρτε, περὶ δ'

ἐμῷ κάρᾳ πληγεῖ σ' ἐναυάγησεν ὀστρακουμένη χωρὶς μυρηρῶν τευχέων πνέουσ'

ἐμοί. καὶ Σοφοκλῆς δέ που, ὡς ὁ Ἀθήναιος καὶ αὐτὸ ἱστορεῖ, φησίν· ἀλλ' ἀμφὶ θυμῷ

τὴν κακόκοσμον οὐράνην ἔῤῥιψεν οὐδ' ἥμαρτε, περὶ δ' ἐμῷ κάρᾳ κατάγνυται τὸ

τεῦχος, οὐ μύρου πλέον, ἐδειματούμην δ' οὐ φίλης ὀδμῆς ὕπο. ἀποθραύσματα δέ πως

αὐτὰ ∆ημοσθενικοῦ τοῦ, ἐνεούρουν τε ἡμῖν καὶ τὰς ἀμίδας κατεῤῥήγνυον. καὶ οὕτω

μὲν ταῦτα. (ῃερς. 463.) Ἰστέον δὲ ὅτι λέγεται πρυμνὸν καὶ ἐπὶ τῷ κάτω, οἷον τυχὸν

ῥίζης ἢ τοιούτου τινός. ὅλως δὲ εἰπεῖν, πρυμνὸν τὸ ἔσχατον, ὡς ἀπὸ τοῦ περῶ,

περύω, τὸ περατῶ, ἐξ οὗ καὶ ἡ τῆς νηὸς πρύμνη, καὶ πρυμνόθεν τομὴ ἡ πρόῤῥιζος.

Τοῦ δὲ, ἐστάθη ἠΰτε πέτρη, ἑρμηνεία ἐστὶ τὸ, οὐδ' ἄρα μιν σφῆλε βέλος. τὸ γὰρ

σταθὲν οὐκ ἔσφαλται. σφάλλεσθαι γὰρ τὸ καταπίπτειν, καὶ σφάλλειν τὸ

καταῤῥίπτειν, οἷς τὸ ἐναντίον ἀνασφάλλειν. καὶ τὸ ἔμπεδον δὲ ἑρμηνευτικόν ἐστι

τοῦ, ἐστάθη καθὰ πέτρα, ὃ ταχυτάτη ἐστὶ παραβολὴ τῷ καιρῷ πρέπουσα. οὐ γάρ

ἐστιν ἐν τοιούτοις πανηγυρίζειν παραβολικῶς. (ῃερς. 464.) Τὸ δὲ σφῆλεν ἔοικεν ἡ

ἐτυμολογία εἶναι τοῦ προειρημένου σφέλαος. Βέλος δὲ τὸν ῥηθέντα θρῆνυν εἶπε.

(ῃερς. 465.) Τὸ δὲ, ἀλλ' ἀκέων κίνησε κάρη κακὰ βυσσοδομεύων, ὀργὴν κρυφαίαν

δηλοῖ. (ῃερς. 468.) Τὸ δὲ, κέκλυτέ μευ, ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει,

προσοχὴν ἀκροάσεως ποιεῖ. (ῃερς. 470.) Τὸ δὲ, οὐ μὰν οὔτ' ἄχος ἐστὶ καὶ ἑξῆς, ὡς

προγέγραπται, ἐσχημάτισται, ὡς προδεδήλωται. διὸ καὶ κλύειν χρὴ προσεχόντως, ὡς

καὶ ὁ ῥήτωρ Ὀδυσσεὺς βούλεται. ἀληθῶς γὰρ Ὀδυσσεὺς περὶ τοῖς ἑαυτοῦ

μαχειόμενος κτήμασι βέβληται. ἵνα δὲ μὴ ἐξ ὑποψίας περιέργου ὁ σχηματισμὸς

νοηθείη, ἀφανίζει αὐτὸν διὰ τοῦ ἐπαγομένου, εἰπών· γαστρὸς ἕνεκα πάσχειν. ἔστι δὲ

ὅμως καὶ τοῦτο ἀστεῖον καὶ σύμφωνον τῷ σχηματισμῷ, ἵνα εἴη τὸ ὅλον τοιοῦτον. εἰ

μὲν περὶ τῶν ἐμῶν κτημάτων ἦν αὐτίκα νῦν ἡ μάχη, οὐκ ἦν ἂν ἄχος. νῦν δὲ τέως

χάριν γαστέρος βέβλημαι, ἤγουν τῆς πρὸς χάριν τροφῆς. τῷ γὰρ δοχείῳ

συνεννοεῖται τὸ ἐντιθέμενον. ἐπεὶ ἀληθῶς ὁ ἀλήτης ἐπαίτης οὐ περιουσιασμοῦ

χάριν πτωχεύει, ἀλλὰ τοῦ τὴν γαστέρα ἐμπλῆσαι. (ῃερς. 471.) Τὸ δὲ, μαχειόμενος,

ποιητικὴ λέξις, ὡς ἐκ τοῦ μαχῶ, μαχείω. οὕτω δὲ καὶ τὸ, πήραν ἐϋπλείην, ἀντὶ τοῦ εὖ

πεπληρωμένην, καὶ τὸ βλήεται. καὶ οὐκ ἄν τις μὴ μετρικῶς γράφων αὐτοῖς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

178

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!