18.07.2013 Views

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἔχουσα ἤ περ ἡ κατὰ τὴν Κάρπαθον. ἐκείνη γὰρ λαγωτροφεῖ, ὡς δηλοῖ καὶ παροιμία

ἡ λέγουσα, ὁ Καρπάθιος τὸν λαγωὸν, ἐλλιπῶς αὐτὴ προηγμένη· βούλεται γὰρ εἰπεῖν,

ὅτι ὁ Καρπάθιος ἐπὶ κακῷ οἰκείῳ λαγωοὺς τῇ κατ' αὐτὸν ἐπεισήγαγε νήσῳ, καθάπερ

ἡ ἱστορία λέγει. Ὅτι δὲ ὁ λαγὼς οὐ μόνον καὶ πτὼξ καὶ δασύπους λέγεται κοινῶς,

ἀλλὰ καὶ ταχίνας εὕρηται παρὰ Λακεδαιμονίοις ἀπὸ τοῦ φυσικοῦ, οἱ παλαιοὶ

γράφουσι. παρ' οἷς καὶ ὡς οἷον πατρωνυμικὸν ὁ λαγιδὴς, ὡς καὶ πελαργιδὴς ὁ τοῦ

πελαργοῦ γόνος, καὶ λυκιδὴς ὁ τοῦ λύκου. οὕτω δὲ καὶ ἀλεκτοριδής, φασι, καὶ

χηνιδὴς, καὶ περδικιδὴς, καὶ ἄλλα. εἰς λαγὸν δὲ μέγαν ἑψημένον ἔπαιξέ, φασι,

Σιμωνίδης τὸ, οὐδὲ γὰρ οὐδ' εὐρύς περ ἐὼν ἐξίκετο δεῦρο· οἷα μὴ φθάσαντα

παρατεθῆναι αὐτῷ ἐν τῷ δειπνεῖν παρὰ Ἱέρωνι. ἦν δὲ ἡ παρῳδία ἐξ Ὁμήρου,

εἰπόντος τὸ, οὐδὲ γὰρ οὐδ' εὐρύς περ ἐὼν, ὁ αἰγιαλὸς δηλαδὴ, πάσας ἐχώρησε τὰς

νῆας. (ῃερς. 296.) Ἀπόθεστος δὲ ὁ ἀφίλητος καὶ ἀτημέλητος, ἐκ τοῦ ποθῶ ποθέσω,

περὶ οὗ προδεδήλωται. (ῃερς. 297.) Κόπρος δὲ ἐπὶ ἄλλων ζῴων δίχα συῶν; ὡς δηλοῖ

ὁ γράψας· ὑπέλεθρος, ὑὸς ἀπόπατος. (ῃερς. 298.) Τὸ δὲ, ὄφρ' ἂν ἄγοιεν ἀντὶ τοῦ

φέροιεν. Τέμενος δὲ ἀνθρώπινον συνήθως κἀνταῦθα. οὐ γὰρ δή που θεῖον τὸ

κοπρούμενον διὰ καρποτρόφον πιότητα. ἡ δὲ τῆς κόπρου ἀπόθεσις τῆς τε τῶν

ἡμιόνων καὶ τῶν βοῶν, ἤδη δέ που καὶ ἑτέρων ζῴων, ὡς δι' αὐτῆς κοπρῆσαι, ὅ ἐστι

κοπρεῦσαι ἤτοι κόπρον ἐπιβαλεῖν τοῖς τοῦ Ὀδυσσέως χωρίοις, κατὰ βιωτικὴν

οἰκονομίαν παρέῤῥιπται, εἰωθότος τοῦ ποιητοῦ πολλαχοῦ καὶ τοιαῦτα ποιεῖν. (ῃερς.

300.) Κυνοραισταὶ δὲ δι' ἑνὸς ῥῶ κατά τε φύσιν καὶ διὰ μέτρον οἳ τοὺς κύνας

ῥαίοντες· ἐξ οὗ κατὰ διάλυσιν καὶ παραγωγὴν τὸ ῥαΐζειν γίνεται· ἀφ' οὗ καὶ

θυμοραϊστὴς ἀναλόγως τῷ κυνοραϊστής. λέγονται δὲ οὗτοι καὶ κρότωνες παρὰ τοῖς

ὕστερον. ὅθεν καὶ παροιμία κατά τινας τὸ, ὑγιέστερος κρότωνος· περὶ ἧς

ἀκριβέστερον ἐν τοῖς τοῦ περιηγητοῦ κεῖται. (ῃερς. 302.) Τὸ δὲ σαίνειν καιρία λέξις

ἐπὶ κυνῶν, ὡς καὶ πρὸ ὀλίγων δεδήλωται. (ῃερς. 303.) Σημείωσαι δὲ καὶ ὅτι ὁ

ποιητὴς ἐπίτηδες πλάττει μὴ ἔχειν τὸν Ἄργον ἐγγὺς τοῦ Ὀδυσσέως ἐλθεῖν, ἵνα μὴ

ἐπιγνωσθῇ παρὰ καιρὸν τῷ Εὐμαίῳ. τὸ μὲν γὰρ σαίνειν καὶ τὰ ὦτα καταβάλλειν

οἰηθείη ἂν Εὔμαιος δι' αὐτὸν γίνεσθαι· εἰ δὲ καὶ ἐγερθεὶς ἐγγίσει τῷ Ὀδυσσεῖ,

ἀνακαλύπτεται ἡ κατὰ τὸν Ὀδυσσέα σκηνή. (ῃερς. 302.) Ὅτι δὲ ἐκτοῦ, οὐρῇ σαίνειν,

τὸ σαίνουρον συντέθειται ζῷον πρὸς ἀναλογίαν τοῦ, λόφουρον, δῆλον ἐστί. παλαιὰ

δὲ χρῆσις οὐρὰν παίζει καὶ τὸ ἀνδρεῖον αἰδοῖον· ὅθεν καὶ γυνὴ μύζουρις ἡ

αἰσχροποιὸς παρὰ τὸ μυζοῦν οὐρὰν, ὅ ἐστι θηλάζειν. ὡς δὲ καὶ κύων ἐπὶ μορίου

θήλεος κεῖται, ἡ εἰρησομένη κύνειρα δηλοῖ. Εἰς δὲ τὸ οὔατα σημείωσαι, ὅτι καὶ εἶδος

ὀστρέου τροφιμώτατον ἐλέγετο οὖς, κατὰ τὸν εἰπόντα, ὅτι τὸ ὠτάριον ὄστρεον, ὃ

καλεῖται παρ' Αἰολέων οὖς Ἀφροδίτης, ἐν τῇ κατ' Ἀλεξάνδριαν Φάρῳ γίνεται. (ῃερς.

305.) Τὸ δὲ ἐρεείνετο ἐνεργητικῶς τὰ πλείω ἐρέεινε λέγεται. (ῃερς. 307.) Τὸ δὲ, οὐ

σάφα οἶδα, μέσως εἶπεν ὁ ῥήτωρ ξένος· ἢ γὰρ φαινομένως ὅτι ὁ μὲν τοῦ εἴδους

χαρακτὴρ σημαίνει καὶ ταχὺν εἶναι τοῦτον, ἐγὼ δὲ οὐκ οἶδα σαφῶς, ἢ καὶ ἀληθῶς

ὅτι οὐ μέμνημαι σαφῶς, εἴ περ ἀγαθὸς ἦν θηρεύειν· φθάσας γὰρ ἀπῆλθον εἰς Ἴλιον

μηδὲν τοῦ Ἄργου ἀπονάμενος. (ῃερς. 308.) Τὸ δὲ ἐπὶ εἴδεϊ τῷδε, δηλοῖ καλὸν εἶναι

τῷ ἀγαθῷ εἴδει παρεῖναι καὶ ἐνέργειαν. διὸ καὶ ἐν τοῖς ἑξῆς σκώπτεται ἀνὴρ, ᾧ ἐπ'

εἴδεϊ μὴ καὶ φρένες εἰσί. (ῃερς. 309.) Τραπεζεὺς δὲ κύων καὶ νῦν ὁ μὴ ἐκ τοῦ ἀγρεύειν

ζῶν, ἀλλ' ἐκ τῶν περὶ τράπεζαν. ἔθος δὲ τοῖς εὐπόροις καὶ τοιούτους τρέφειν

ἀγλαΐης φησὶν ἕνεκα κατά τι καὶ αὐτὸ μεγαλοπρεπές. τοιοῦτοι δὲ ἴσως καὶ τῷ

Τηλεμάχῳ ἦσαν ἀκολουθοῦντες ἐν τοῖς πρὸ τούτων. (ῃερς. 310.) Τὸ δὲ κομέουσι καὶ

ὅλως τὸ κομεῖν πολλαχοῦ φαίνεται ὅτι καὶ κομίζειν λέγεται· ὅθεν καὶ κομιδὴ ἡ

ἐπιμέλεια. (ῃερς. 313.) Ὅρα δὲ καὶ ὅτι ἐν τῷ, δέμας ἠδὲ καὶ ἔργα, ἐπὶ κυνὸς ἔφη ἔργα,

οὐ συνήθως εἰπών. κυρίως γὰρ ἐπὶ ἀνθρώπων τὸ ἔργον ὥς περ καὶ ἡ πρᾶξις· διὸ καὶ

ἐπὶ γυναικὸς κεῖται ἐν τῷ, οὐ 2.148 δέμας οὐδὲ φυὴν οὔτ' ἂρ φρένας οὔτε τι ἔργα.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

168

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!