18.07.2013 Views

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

τιθεὶς τὴν πληγὴν τῇ ἐλάσει ἐπάγει εὐθὺς, ὅ περ ἄν τις εἴπῃ ἀνὴρ πολυπαθὴς, εἰπών·

οὐ γάρ τι πληγέων ἀδαήμων οὐδὲ βολάων. τολμήεις μοι θυμὸς, ἐπεὶ κακὰ πολλὰ

πέπονθα κύμασι καὶ πολέμῳ. μετὰ καὶ τόδε τοῖσι γενέσθω. διὸ καὶ τλήμων καὶ

ταλασίφρων καὶ πολύτλας λέγεται. (ῃερς. 286.) εἶτα, ὡς πτωχῷ πρέπον, λαλεῖ

γνωμικῶς περὶ γαστρὸς οὕτω· γαστέρα δ' οὔ πως ἔστιν ἀποκρύψαι μεμαυῖαν,

τουτέστιν, οὐκ ἔστιν ἀνεξέλεγκτον σχεῖν, ἐκφαίνει γὰρ ἑαυτὴν, (ῃερς. 287.)

οὐλομένην, ἣ πολλὰ κάκ' ἀνθρώποισι δίδωσιν, ὁποία δή τις καὶ ἐν Ἰλιάδι ἑρμηνεία

τοῦ, μῆνιν οὐλομένην, ἣ μυρία ἔθηκεν ἄλγεα. (ῃερς. 288.) εἶτα καὶ ὡρισμένον μέγα

κακὸν τῆς γαστρὸς ἐπάγων φησί· τῆς ἕνεκεν καὶ νῆες ἐΰζυγοι ὁπλίζονται πόντον ἐπ'

ἀτρύγετον κακὰ δυσμενέεσσι φέρουσαι, πειρατικαὶ δηλαδὴ αὗται, κακὸν μέγα

γαστρὸς ἕνεκα ἐπινοηθέν. τὸ γὰρ ἑτέρως ναυτίλλεσθαι οὐκ ἂν εἴη ψεκτέον κατὰ

κοινωνίαν ἀνθρωπίνην ἐπινοηθέν. δυσμενεῖς δὲ οὐ μόνον τοὺς πολεμουμένους

δηλοῖ, ἀλλὰ καὶ τοὺς πειρατὰς, οἳ τὰς ψυχὰς, ὡς ἀλλαχοῦ ἐῤῥέθη, οὐ μόνον φάγοιεν.

λέγει δὲ καὶ μετ' ὀλίγα· γαστρὸς ἕνεκα λυγρῆς, οὐλομένης, ἣ πολλὰ κακὰ ἀνθρώποις

δίδωσι. καὶ ἐν ἄλλοις· οὕνεκα οὐλομένης γαστρὸς ἄλγε' ἔχουσι. καί· ἀλλά με γαστὴρ

ὀτρύνει κακοεργός. καὶ ἐν τῇ ˉη ῥαψῳδίᾳ· οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον

καὶ τὰ ἑξῆς. (ῃερς. 290.) Ὅτι ποικιλίαν τινὰ γλαφυρὰν Ὅμηρος ἐνταῦθα καὶ διὰ τοῦ

Ἄργου κυνὸς ἐπινοεῖται. ἀνομοειδής τε γὰρτοῖς φθάσασιν ἡ περὶ αὐτοῦ γραφὴ, καί

τινα ζωϊκὴν ἱστορίαν ἔχει, καὶ κυνὸς ἔπαινον, καὶ σημείου δὲ ἀγαθοῦ τῷ Ὀδυσσεῖ

ἔμφασιν. εἰ δέ τι καὶ πάθους ἔχει πρὸς τῇ γλυκύτητι, αὐτὸ δηλώσει, ἔνθα Ὀδυσσεὺς

εἰς δάκρυον προκληθήσεται διὰ τὸν κύνα· οὗ περ καθά τι κύριον τὸ Ἄργος,

ὁμωνύμως τῷ παλαιῷ ἥρωϊ, λεχθὲν παρὰ τὸ ἀργὸν ἐν διαφορᾷ τόνου διὰ τὴν

διάφορον σημασίαν, ἵνα ἢ κατ' εὐφημισμὸν Ἄργος κληθείη ὁ ἄλλως ταχὺς, ἢ διὰ

χρῶμα λευκὸν, ἐφ' ὧν τὸ ὀξύτονον ὁ ἀργὸς λαμβάνεται. φράζει δὲ ὁ ποιητὴς οὕτως·

ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον. ἂν δὲ κύων κεφαλήν τε καὶ οὔατα

κείμενος ἔσχεν, ἤγουν ἀνέσχεν, ἀνήγειρεν, ὤρθωσεν, Ἄργος Ὀδυσσῆος

ταλασίφρονος, ὅν ῥά ποτ' αὐτὸς θρέψε μὲν οὐδ' ἀπόνητο, πάρος δ' εἰς Ἴλιον ἱρὴν

ᾤχετο. (ῃερς. 294.) τὸν δὲ πάροιθεν ἀγίνεσκον, τουτέστιν ἦγον, νέοι ἄνδρες, αἶγας

ἐπ' ἀγροτέρας ἠδὲ πρόκας ἠδὲ λαγωούς. δὴ τότε κεῖτ' ἀπόθεστος ἀποιχομένοιο

ἄνακτος ἐν πολλῇ κόπρῳ, ἥ οἱ προπάροιθε θυράων ἡμιόνων τε βοῶν τε ἅλις κέχυτ',

ὄφρ' ἂν ἄγοιεν δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες. ἔνθα κύων κεῖτ' Ἄργος,

ἐνίπλειος κυνοραϊστέων. δὴ τότε γ' ὡς ἐνόησεν Ὀδυσσέα ἐγγὺς ἐόντα, οὐκ ἐκ τῆς

θέας ὡς εἰκὸς, ἠλλοίωτο γὰρ τὴν μορφὴν, ἀλλ' ὡς ἰχνευτὴς ὀξύτητι ὀσφρήσεως, ᾗ,

φασὶ, καὶ ἐν νυκτὶ διακρίνει τὸ οἰκεῖον τοῦ ἀλλοτρίου· ἢ καὶ 2.146 ἄλλως, ἐπεὶ

ἀνθρώποις Ἀθηνᾶ τὸν Ὀδυσσέα ἐπέκρυψεν, ἀλλοιώσασα οὐ μὴν καὶ ἀλόγοις ζῴοις·

ἄγε γάρ, φησιν, ἄγνωστόν σε τεύξω πᾶσι βροτοῖς· οὕτω δὲ ἡ αὐτὴ Ἀθηνᾶ Τηλεμάχῳ

μὲν ἐπικρύπτει ἐν τοῖς ἀγροῖς αὐτὴν, οἱ δὲ κύνες εἶδον. (ῃερς. 302.) ὡς τοίνυν ὁ κύων

ἔγνω τὸν Ὀδυσσέα, οὐρῇ μὲν ἔσῃνε καὶ οὔατα κάββαλεν ἄμφω· ὃ δὴ χαρακτὴρ τοῖς

τοιούτοις φιλίας ἐστίν· ἆσσον δ' οὐκέτ' ἔπειτα δυνήσατο οἷο ἄνακτος ἐλθέμεν, αὐτὰρ

ὃ νόσφιν ἰδὼν ἀπομόρξατο δάκρυ, ῥεῖα λαθὼν Εὔμαιον· ἄφαρ δ' ἐρεείνετο μῦθον, ἢ

μύθῳ, ὡς οἷον δῆθεν ἀγνοῶν· (ῃερς. 305.) Εὔμαιε, ἦ μάλα θαῦμα, κύων ὅδε κεῖτ' ἐνὶ

κόπρῳ. καλὸς μὲν δέμας ἐστὶν, ἀτὰρ τόδε γ' οὐ σάφα οἶδα, εἰ δὴ καὶ ταχὺς ἔσκε θέειν

ἐπὶ εἴδεϊ τῷδε, ἢ αὕτως οἷοί τε τραπεζῆες κύνες ἀνδρῶν γίνονται, ἀγλαΐης δ' ἕνεκεν

κομέουσιν ἄνακτες. (ῃερς. 313.) ὁ δὲ συβώτης, εἰ τοιόσδε, φησὶν, εἴη ἠμὲν δέμας ἠδὲ

καὶ ἔργα, οἷόν μιν Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεὺς, αἶψά κεν θηήσαιο ἰδὼν

ταχυτῆτα καὶ ἀλκήν. οὐ μὲν γάρ τι φύγεσκε βαθείης βένθεσιν ὕλης κνώδαλον, ὅ,ττι

ἴδοιτο· καὶ ἴχνεσι γὰρ περιῄδη· νῦν δ' ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρης

ὤλετο· τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι, διὸ καὶ ἀπόθεστος ἐῤῥέθη. (ῃερς. 320.)

εἶτα ἐπιπλέκων γνωμικὸν περὶ δούλων φησί· δμῶες δ', εὖτ' ἂν μηκέτι ἐπικρατέωσιν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

166

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!