Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ... Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

κολόκυμα τὸ κωφὸν κῦμα, ὃ καὶ κόλον κῦμα διαλελυμένως λέγεται. ἐκεῖθεν δὲ καὶ κόλαφος παρὰ Ἐπιχάρμῳ. καὶ τὸ ἐκολάφισαν ἐντεῦθεν Παυσανίας φησίν. Ἀττικοὶ δὲ τὸν κόλαφον κόνδυλον φασὶ διὰ τοῦ ˉδ, κόντυλος μέντοι εἶδος ὀρνέου. εἰ δὲ καὶ κόλον τροφὴν οἱ παλαιοί φασιν, ὅθεν ὁ βουκόλος, καὶ κοιλίαν τὴν τῆς τροφῆς δεκτικὴν, εἴη ἂν ἐντεῦθεν 2.142 καὶ ἄκολος ψωμὸς ὁ ὀλιγοτρόφος. Ἰστέον δὲ πρὸς τοῖς εἰρημένοις καὶ ὡς εἰ μὲν στερητικόν ἐστι τὸ ˉα ἐν τῷ ἀκόλους ἤγουν μὴ κολουομένους, ὡς προσεχῶς ἐγράφη, εἴη ἂν ἴσως μεῖζόν τι ὁ κόλλαβος, βλωμίδιόν τι κολούεσθαι δυνάμενον αὐτὸς ὢν, καθὰ δῆλον καὶ ἐκ τοῦ ἐνεκολάβισεν, ἤγουν δίκην κολλάβου κατέπιεν. εἰ δ' ἴσως πλεονασμῷ τοῦ ˉα γίνεται ἄκολοι, ἔχει τις εἰπεῖν, ὡς ταυτὸν δύνανται αὐτοῖς καὶ οἱ κόλλαβοι, περὶ ὧν ἐν τοῖς τοῦ δειπνοσοφιστοῦ φέρεται, ὅτι δοκοῦσιν οἱ Κίλικες, ἴσως μὲν οἱ Ὁμηρικοὶ, ἴσως δὲ ἕτεροι, οὐκ ἀγαθοῖς ἄρτοις χρῆσθαι. διὸ καὶ οἱ Κιλίκιοι ἄρτοι οὐκ ἔπαινον εἶχον, οἱ αὐτοὶ τοῖς κολλάβοις ὄντες. Πλάτων γοῦν ὁ κωμικὸς τοὺς μεγάλους ἄρτους καὶ ῥυπαροὺς καὶ, ὡς Ἄλεξις λέγει, φαιοὺς, Κιλικίους ὀνομάζει, λέγων· ἄρτους ἧκε πριάμενος μὴ τῶν καθαρύλλων ἀλλὰ μεγάλους Κιλικίους. ἐν τούτοις δὲ ὅρα τὸ καθαρύλλων ὑποκορισθὲν καὶ ῥηθὲν ἀντὶ τοῦ καθαρῶν. ἔτι δὲ καὶ τὸ μεγάλους, ὃ κωλύει ψωμίσκους τοὺς κολλάβους νοεῖν. Ἔτι ἰστέον καὶ ὅτι ἐκ τοῦ, ὡς ἐῤῥέθη κόλον ἡ τροφὴ, βούλονταί τινες καὶ τὸν κόλακα εἶναι· οὗ σύνθετον ψωμοκόλαξ, ὡς καὶ ψωμοκόλαφος δραπέτης. ἐκεῖθεν δέ, φασι, καὶ δύσκολος ὁ δυσάρεστος καὶ σικχός. εὕρηται δὲ καὶ ἡ ἁπλῶς τροφὴ ἄκολος λεγομένη, ὡς δηλοῖ Ἀθήναιος, ἔνθα λέγει, ὅτι σκώπτοντες οἱ παλαιοὶ τοὺς ἀλλαχόθι δηλωθέντας δεικηλιστὰς ὡς τὰ πολλὰ ἰδίως ὀνομάζοντας, προφέρουσι λέξεις ἐκείνων τοιαύτας· τὴν σηπίαν ὀπισθοτίλαν λέγουσι, τὸν ἀλεκτρύονα ὀρτάλιχον, τὸν ἰατρὸν σάκταν, βλέφυραν τὴν γέφυραν, τῦκα τὰ σῦκα, κωτιλάδας δὲ τὰς χελιδόνας, τὴν ἔνθεσιν δὲ ἄκολον· ἔστι δ' ἐν τούτοις ἔνθεσις μὲν ἡ τροφή· κωτιλὰς δὲ ἡ ὡς εἰπεῖν στωμύλη, καὶ καθ' Ἡσίοδον εἰπεῖν αἱμύλη κωτίλλειν, σάκτας δὲ ὁ ὡς οἷον φορτωτὴς παρὰ τὸ σάττω· καὶ ἔστι χρῆσις σάκτου καὶ παρὰ τῷ κωμικῷ· ὀπισθοτίλα δὲ ἡ ὀπίσω τιλῶσα τὸν παρ' αὐτῇ θολόν. ἄορας δὲ τὰς γυναῖκας λέγει παρὰ τὸ ἀείρω τὸ συζευγνύω, ὡς καὶ ἡ Ἰλιὰς δηλοῖ ἐν τῷ, ἀμυνέμεν ὤρεσι, τουτέστι ταῖς γυναιξίν. ἄορ γὰρ, ἐκ τοῦ ἀείρω τὸ συζευγνύω, γενικὴ, ἄορος, καὶ πληθυντικὴ αἰτιατικὴ ἄορας, μετατεθεῖσα δὲ ἡ ἄορ ἐποίησε τὸ, ὄαρ ὄαρος, ὅθεν ὀαρίζειν καὶ ὀαριστής. ἕτεροι δὲ ἄορα γράφουσι χωρὶς τοῦ σίγμα, ἤγουν ξίφη, ὡς ἂν λέγῃ κατὰ μὲν τὴν πρώτην γραφὴν, ὅτι αἰτῶν οὐ μεγάλα τινὰ, οἷον γυναῖκας δμωὰς ἢ λέβητας, ὁποῖα τοῖς μεγάλοις ἀξίοις δίδονται, ἀλλὰ ἀκόλους τοὺς ῥηθέντας. κατὰ δὲ τὴν δευτέραν γραφὴν αἰτῶν οὐ ξίφη καὶ τάδε τινὰ τιμῆς ἄξια, ψωμοὺς δὲ βραχεῖς τινάς. καὶ ἔστι κἀνταῦθα προσφυὲς Ἐρετριέως Ἀχαιοῦ τὸ, πινῶντι δ' ἀνδρὶ μάζα τιμιωτέρα χρυσοῦ τε καὶ ἐλέφαντος. (ῃερς. 224.) Σηκοκόρος δὲ, ὡς νεωκόρος. σηκὸς δὲ ἡ μάνδρα τὸ παλαιὸν, παρὰ τὸ στήκω στηκὸς καὶ σηκός· ὅθεν καὶ σταθμοὶ αἱ τῶν ζῴων ἐπαύλεις. οἱ δὲ ὕστερον καὶ ἐπὶ ναοῦ ἔθεντο τὴν λέξιν, μὴ ἀπαξιώσαντες τοὔνομα, διὰ τὸ ἐν βωμῷ τοιαῦτα ζῷα ἐπὶ θυσίᾳ ἵστασθαι. Θαλλὸς δὲ ἢ πᾶν, φασὶ, τὸ ἐκ γῆς φυόμενον, ἢ φυλλὰς, ἢ κλάδος δένδρου. Ἀττικοὶ δὲ, ὥς που καὶ προεγράφη, ἐπὶ μόνης ἐλαίας τὴν λέξιν ἰδιάζουσιν. ἐρίφοις δὲ μάλιστα δοκεῖ δρέπεσθαι ὁ θαλλὸς, φίλος ὢν καὶ ταῖς τελείαις αἰξίν· ἐξ οὗ θαλλοῦ ἡ παλαιὰ λογιότης ὡρμημένη ἔσκωψε τοιοῦτόν τι. ἑταίρα, φασὶν, ἐπιφανὴς Νικὼ ἐπεκαλεῖτο αἲξ, διότι τὸν μέγαν ἐραστήν ποτε κατέφαγε Θαλλὸν τὸν κάπηλον. ἐκείνης δὲ καὶ λόγος ἀστεῖος φέρεται οὗτος. Πύθωνός τινος αὐτὴν μὲν ἀπολιπόντος, ἑτέραν δὲ παχεῖαν ἀναλαβόντος, εἶτα μεταπεμπομένου αὐτὴν, ἔφη, ὡς ὁ Πύθων, ἐπεὶ ἤδη τῶν ὑῶν ἐγένετο διάμεστος, ἐπὶ τὴν αἶγ' οἷος ἐστὶν ἀνακάμπτειν πάλιν. Ὅτι δὲ ὁ Ἀττικὸς θαλλὸς ἐξαίρετος ἦν, ἀφ' οὗ στέφανος Ἀθήνῃσι τοῖς νικηταῖς ἦν, ἡ ἱστορία καὶ αὐτὸ δηλοῖ. ἐκ δὲ τοῦ θαλλοῦ καὶ θαλλοφόρος παροιμιακῶς ὁ μηδὲν χρήσιμος Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 162

ἀλλ' ἢ βοσκήμασι θαλλὸν παραβάλλειν. Τοῦ δὲ φορῆναι, ὅ ἐστι φορεῖν ἤτοι φέρειν, φοραίνω τὸ θέμα, ὡς καὶ ἐν ἄλλοις ἐῤῥέθη, ἢ φόρημι, ὁμοίως τῷ κίχημι κιχῆναι, περὶ οὗ πρὸ ὀλίγων εἴρηται. (ῃερς. 225.) Ὀρὸς δὲ καὶ νῦν τὸ ὑπολειπόμενον ὑδατῶδες ἐν τῇ πήξει τοῦ γάλατος. καὶ ἄλλως δὲ εἰπεῖν κατὰ τοὺς παλαιοὺς, ὑδατώδης καὶ ἐφθαρμένη ὑποστάθμη γάλατος· δι' ἑνὸς δὲ ˉρ καὶ νῦν γράφεται. ὀροῦ δὲ ἀξιοῖ τὸν Ὀδυσσέα ὁ Μελάνθιος, ὡς μὴ δικαιῶν αὐτὸν πίνειν γάλατος. καὶ ἄλλως δὲ ἀγροτικὸν τὸ πόμα, ὡς καὶ ὁ Κύκλωψ ἐδήλωσεν. Ἐπιγουνὶς δὲ ὁ ἀνωτέρω τοῦ γόνατος τόπος, ὃν καὶ μύλην φασί τινες. χρῆσις δὲ ταύτης καὶ ἐν τῷ, οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει, τουτέστιν εὐσαρκίαν, εὐεξίαν, ὡς ἐκ μέρους τὸ πᾶν δηλοῦσθαι. (ῃερς. 226.) Τὸ δὲ ἔργα κάκ' ἔμαθε, διπλάζει τὸ μῦ ἐν τῷ ἔμμαθε κατὰ τοὺς παλαιούς. δηλοῖ δὲ ἡ ἐνταῦθα ἔννοια, ὡς καθὰ ὁ ἀγαθὸς οὐ ῥᾷον ἀλλοιοῦται, ἐπεὶ μάθεν ἔμμεναι ἐσθλὸς, οὕτως οὐδὲ ὁ φαῦλος, ἐπεὶ ἔργα κάκ' 2.143 ἔμαθε. δυσαπόβλητοι γὰρ, ἔστι δ' ὅτε καὶ ἀναπόβλητοι, ὥς περ αἱ ἀγαθαὶ ἕξεις, οὕτω δὴ καὶ αἱ φαῦλαι. (ῃερς. 227.) Ὅρα δὲ ὅτι ἔργον ἐποίχεσθαι λέγει ἁπλῶς, τὸ ἀγαθὸν δηλαδή. ὡς τό γε μὴ τοιοῦτον οὐκ ἂν δίχα προσθήκης ἔργον λέγοιτ' ἂν, ἀλλὰ δηλονότι κακὸν ἔργον. διὸ καὶ παρ' Ἡσιόδῳ τὸ, ἔργον δ' οὐδὲν ὄνειδος, ἐπ' ἀγαθοῦ νοητέον, ἀκολούθως τῷ σοφῷ Σωκράτῃ, ὃς ἔχαιρε τῇ τοιαύτῃ τοῦ Ἡσιόδου γνώμῃ καὶ θαμὰ ἐξελάλει αὐτήν· εἰ καὶ οἱ κατήγοροι πονηροδιδάσκαλον ἐντεῦθεν αὐτὸν ἔσκωψαν, ὡς μηδενὸς ἔργου ἀπείργοντα τοὺς μαθητὰς, μήτε ἀγαθοῦ, φασὶ, μήτε κακοῦ. Ἰστέον δὲ ὅτι καὶ δι' ἑνὸς μῦ γραφὲν τὸ ἔμαθεν ἐκτείνοι ἂν τὴν ἄρχουσαν διὰ τῆς ὀξείας κατὰ λόγον κοινῆς συλλαβῆς. Τὸ δὲ πτώσσων ἑρμηνεύων εὐθὺς αἰτίζων ἔφη. ἔστι δὲ πτώσσειν τὸ, ὡς πρὸ ὀλίγων ἔφη, πτωχεύειν. (ῃερς. 228.) Τὸ δὲ βώσκειν ὡς ἐπὶ ἀλόγου ζῴου ἔφη, σκώπτων καὶ οὕτως. Γαστὴρ δὲ ἄναλτος ἡ ἀπλήρωτος καὶ μηδέ ποτε ἅλις ἔχουσα, ἢ ἀεὶ ἐν ταπεινώσει οὖσα καὶ μὴ ἀλδαινομένη, ὅ ἐστιν αὐξομένη ἐν τῷ κορέννυσθαι. (ῃερς. 230.) Θεῖον δὲ τὸν Ὀδυσσέα ὁ Μελανθεὺς κατὰ συναρπαγὴν ἔοικε λέγειν. ἄλλως γὰρ σεμνὸν αὐτὸς οὐδὲν ὡς εἰς θεῖον ἄνδρα ἐκεῖνον ποιεῖ, μισῶν τοὺς τῷ υἱῷ Τηλεμάχῳ εὐνοοῦντας δούλους. ἴσως δὲ καὶ χρηστολογεῖ πρὸς δεῖξιν τοῦ μὴ λοίδορος εἰς τὸ πᾶν εἶναι. (ῃερς. 231.) Σφέλα δὲ ἢ βελῶν ἐντινάγματα δυνάμενα σφῆλαι, ὅ ἐστιν ἐμποδίσαι καὶ μετακινῆσαι, ἢ τὰ ἁπλῶς ὑποπόδια, παρὰ τὸ ἐσφηνῶσθαι, ὥς φασιν οἱ παλαιοί. καὶ τοῦτο οὕτω νοοῦντες φασὶ τὸ, πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων πλευραὶ ἀποτρίψουσι βαλλόμενοι, δηλοῦν, ὅτι πολλὰ σφέλα κατὰ σκοπὸν μὲν ἀμφὶ τὸ τοῦ Ὀδυσσέως κάρη πεμπόμενα, τῇ δὲ τοῦ Ὀδυσσέως παρεκκλίσει ἐνσκήπτοντα ταῖς αὐτοῦ πλευραῖς, ἀποτρίψουσιν αἱ οὕτω πληττόμεναι πλευραί. ἀστείως δὲ ἔφρασεν ὡς τὰ σφέλα αἱ πλευραὶ ἀποτρίψουσι καὶ οὐχὶ αὐτὰ τὰς πλευρὰς, διὰ τὸ δῆθεν στερεωτέρας εἶναι τὰς πλευράς. ὡς εἴ τίς, φασιν, εἴπῃ, πολλὰς μάστιγας ὁ νῶτος κατέτριψεν. ἔτι δὲ καὶ ἄλλως ἑρμηνεύουσιν, ὅτι πολλὰ σφέλα, τουτέστιν ὑποπόδια ἢ καὶ ἁπλῶς βέλη τὰ δι' ὀστῶν ἢ ξύλων ἢ τοιούτων τινῶν, ἀμφὶ κάρη αἰρόμενα, τὸ τῶν βαλλόντων δηλαδὴ, ἀποτρίψουσιν αἱ τοῦ ξένου πλευραὶ, ὡς τῶν βαλλόντων ὑπὲρ κεφαλῆς αἴρειν εἰωθότων τὰς χεῖρας διὰ τὸ τῆς βολῆς ὑψόθεν γενναιότερον ὅτε πέμπειν εἰσβολὴν αὐτὰ μέλλοιεν. ἕτεροι δὲ ἀμφικαρῆ γράφουσιν ἐν ἑνὶ μέρει λόγου καὶ περισπωμένως, ἵνα ᾖ σφέλα, τουτέστιν ὑποπόδια ἀμφικαρῆ, τὰ ἀμφικέφαλα, ὡς οἷον κεφαλὰς ἀμφοτέρωθεν ἔχοντα τὰς ἐν αὐτοῖς ἐξοχὰς καὶ λαβάς. οἱ δ' αὐτοὶ γράφουσι καὶ (ῃερς. 232.) πλευρὰς ἀποτρίψουσι, σαφέστερον μὲν οὕτω ποιοῦντες κατὰ πᾶσαν σύνταξιν, πλὴν ταπεινότερον καὶ μὴ ἐμφαντικῶς, ἵνα νοῇ ἡ τοιαύτη γραφὴ, ὅτι πολλὰ σφέλα ἀμφικαρῆ τρίψουσι τὰς τοῦ πτωχοῦ πλευράς. Ἰστέον δὲ ὅτι σφέλας καὶ ἐπὶ νηὸς λέγεται. φησὶ γοῦν Παυσανίας, ὅτι ἐπισφελίτης ὁ θρανίτης. σφέλας γὰρ τὸ ὑποπόδιον. ἔχει δέ, φησιν οὗτος, τὴν ἄνω ἕδραν, τὴν δευτέραν ζύγιος, τὴν τρίτην θαλάμιος, ὃ καὶ θαλάμαξ παρὰ τῷ κωμικῷ. Τὸ δὲ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 163

ἀλλ' ἢ βοσκήμασι θαλλὸν παραβάλλειν. Τοῦ δὲ φορῆναι, ὅ ἐστι φορεῖν ἤτοι φέρειν,

φοραίνω τὸ θέμα, ὡς καὶ ἐν ἄλλοις ἐῤῥέθη, ἢ φόρημι, ὁμοίως τῷ κίχημι κιχῆναι,

περὶ οὗ πρὸ ὀλίγων εἴρηται. (ῃερς. 225.) Ὀρὸς δὲ καὶ νῦν τὸ ὑπολειπόμενον

ὑδατῶδες ἐν τῇ πήξει τοῦ γάλατος. καὶ ἄλλως δὲ εἰπεῖν κατὰ τοὺς παλαιοὺς,

ὑδατώδης καὶ ἐφθαρμένη ὑποστάθμη γάλατος· δι' ἑνὸς δὲ ˉρ καὶ νῦν γράφεται. ὀροῦ

δὲ ἀξιοῖ τὸν Ὀδυσσέα ὁ Μελάνθιος, ὡς μὴ δικαιῶν αὐτὸν πίνειν γάλατος. καὶ ἄλλως

δὲ ἀγροτικὸν τὸ πόμα, ὡς καὶ ὁ Κύκλωψ ἐδήλωσεν. Ἐπιγουνὶς δὲ ὁ ἀνωτέρω τοῦ

γόνατος τόπος, ὃν καὶ μύλην φασί τινες. χρῆσις δὲ ταύτης καὶ ἐν τῷ, οἵην ἐκ ῥακέων

ὁ γέρων ἐπιγουνίδα φαίνει, τουτέστιν εὐσαρκίαν, εὐεξίαν, ὡς ἐκ μέρους τὸ πᾶν

δηλοῦσθαι. (ῃερς. 226.) Τὸ δὲ ἔργα κάκ' ἔμαθε, διπλάζει τὸ μῦ ἐν τῷ ἔμμαθε κατὰ

τοὺς παλαιούς. δηλοῖ δὲ ἡ ἐνταῦθα ἔννοια, ὡς καθὰ ὁ ἀγαθὸς οὐ ῥᾷον ἀλλοιοῦται,

ἐπεὶ μάθεν ἔμμεναι ἐσθλὸς, οὕτως οὐδὲ ὁ φαῦλος, ἐπεὶ ἔργα κάκ' 2.143 ἔμαθε.

δυσαπόβλητοι γὰρ, ἔστι δ' ὅτε καὶ ἀναπόβλητοι, ὥς περ αἱ ἀγαθαὶ ἕξεις, οὕτω δὴ καὶ

αἱ φαῦλαι. (ῃερς. 227.) Ὅρα δὲ ὅτι ἔργον ἐποίχεσθαι λέγει ἁπλῶς, τὸ ἀγαθὸν δηλαδή.

ὡς τό γε μὴ τοιοῦτον οὐκ ἂν δίχα προσθήκης ἔργον λέγοιτ' ἂν, ἀλλὰ δηλονότι κακὸν

ἔργον. διὸ καὶ παρ' Ἡσιόδῳ τὸ, ἔργον δ' οὐδὲν ὄνειδος, ἐπ' ἀγαθοῦ νοητέον,

ἀκολούθως τῷ σοφῷ Σωκράτῃ, ὃς ἔχαιρε τῇ τοιαύτῃ τοῦ Ἡσιόδου γνώμῃ καὶ θαμὰ

ἐξελάλει αὐτήν· εἰ καὶ οἱ κατήγοροι πονηροδιδάσκαλον ἐντεῦθεν αὐτὸν ἔσκωψαν,

ὡς μηδενὸς ἔργου ἀπείργοντα τοὺς μαθητὰς, μήτε ἀγαθοῦ, φασὶ, μήτε κακοῦ. Ἰστέον

δὲ ὅτι καὶ δι' ἑνὸς μῦ γραφὲν τὸ ἔμαθεν ἐκτείνοι ἂν τὴν ἄρχουσαν διὰ τῆς ὀξείας

κατὰ λόγον κοινῆς συλλαβῆς. Τὸ δὲ πτώσσων ἑρμηνεύων εὐθὺς αἰτίζων ἔφη. ἔστι δὲ

πτώσσειν τὸ, ὡς πρὸ ὀλίγων ἔφη, πτωχεύειν. (ῃερς. 228.) Τὸ δὲ βώσκειν ὡς ἐπὶ

ἀλόγου ζῴου ἔφη, σκώπτων καὶ οὕτως. Γαστὴρ δὲ ἄναλτος ἡ ἀπλήρωτος καὶ μηδέ

ποτε ἅλις ἔχουσα, ἢ ἀεὶ ἐν ταπεινώσει οὖσα καὶ μὴ ἀλδαινομένη, ὅ ἐστιν αὐξομένη

ἐν τῷ κορέννυσθαι. (ῃερς. 230.) Θεῖον δὲ τὸν Ὀδυσσέα ὁ Μελανθεὺς κατὰ

συναρπαγὴν ἔοικε λέγειν. ἄλλως γὰρ σεμνὸν αὐτὸς οὐδὲν ὡς εἰς θεῖον ἄνδρα

ἐκεῖνον ποιεῖ, μισῶν τοὺς τῷ υἱῷ Τηλεμάχῳ εὐνοοῦντας δούλους. ἴσως δὲ καὶ

χρηστολογεῖ πρὸς δεῖξιν τοῦ μὴ λοίδορος εἰς τὸ πᾶν εἶναι. (ῃερς. 231.) Σφέλα δὲ ἢ

βελῶν ἐντινάγματα δυνάμενα σφῆλαι, ὅ ἐστιν ἐμποδίσαι καὶ μετακινῆσαι, ἢ τὰ

ἁπλῶς ὑποπόδια, παρὰ τὸ ἐσφηνῶσθαι, ὥς φασιν οἱ παλαιοί. καὶ τοῦτο οὕτω

νοοῦντες φασὶ τὸ, πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων πλευραὶ

ἀποτρίψουσι βαλλόμενοι, δηλοῦν, ὅτι πολλὰ σφέλα κατὰ σκοπὸν μὲν ἀμφὶ τὸ τοῦ

Ὀδυσσέως κάρη πεμπόμενα, τῇ δὲ τοῦ Ὀδυσσέως παρεκκλίσει ἐνσκήπτοντα ταῖς

αὐτοῦ πλευραῖς, ἀποτρίψουσιν αἱ οὕτω πληττόμεναι πλευραί. ἀστείως δὲ ἔφρασεν

ὡς τὰ σφέλα αἱ πλευραὶ ἀποτρίψουσι καὶ οὐχὶ αὐτὰ τὰς πλευρὰς, διὰ τὸ δῆθεν

στερεωτέρας εἶναι τὰς πλευράς. ὡς εἴ τίς, φασιν, εἴπῃ, πολλὰς μάστιγας ὁ νῶτος

κατέτριψεν. ἔτι δὲ καὶ ἄλλως ἑρμηνεύουσιν, ὅτι πολλὰ σφέλα, τουτέστιν ὑποπόδια ἢ

καὶ ἁπλῶς βέλη τὰ δι' ὀστῶν ἢ ξύλων ἢ τοιούτων τινῶν, ἀμφὶ κάρη αἰρόμενα, τὸ

τῶν βαλλόντων δηλαδὴ, ἀποτρίψουσιν αἱ τοῦ ξένου πλευραὶ, ὡς τῶν βαλλόντων

ὑπὲρ κεφαλῆς αἴρειν εἰωθότων τὰς χεῖρας διὰ τὸ τῆς βολῆς ὑψόθεν γενναιότερον

ὅτε πέμπειν εἰσβολὴν αὐτὰ μέλλοιεν. ἕτεροι δὲ ἀμφικαρῆ γράφουσιν ἐν ἑνὶ μέρει

λόγου καὶ περισπωμένως, ἵνα ᾖ σφέλα, τουτέστιν ὑποπόδια ἀμφικαρῆ, τὰ

ἀμφικέφαλα, ὡς οἷον κεφαλὰς ἀμφοτέρωθεν ἔχοντα τὰς ἐν αὐτοῖς ἐξοχὰς καὶ λαβάς.

οἱ δ' αὐτοὶ γράφουσι καὶ (ῃερς. 232.) πλευρὰς ἀποτρίψουσι, σαφέστερον μὲν οὕτω

ποιοῦντες κατὰ πᾶσαν σύνταξιν, πλὴν ταπεινότερον καὶ μὴ ἐμφαντικῶς, ἵνα νοῇ ἡ

τοιαύτη γραφὴ, ὅτι πολλὰ σφέλα ἀμφικαρῆ τρίψουσι τὰς τοῦ πτωχοῦ πλευράς.

Ἰστέον δὲ ὅτι σφέλας καὶ ἐπὶ νηὸς λέγεται. φησὶ γοῦν Παυσανίας, ὅτι ἐπισφελίτης ὁ

θρανίτης. σφέλας γὰρ τὸ ὑποπόδιον. ἔχει δέ, φησιν οὗτος, τὴν ἄνω ἕδραν, τὴν

δευτέραν ζύγιος, τὴν τρίτην θαλάμιος, ὃ καὶ θαλάμαξ παρὰ τῷ κωμικῷ. Τὸ δὲ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

163

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!